Laudatio Barnabae apostoli Ἀλεξάνδρου μοναχοῦ ἐγκώμιον εἰς τὸν ἅγιον Βαρνάβαν τὸν ἀπόστολον, προτραπέντος ὑπὸ τοῦ πρεσβυτέρου καὶ κλειδούχου τοῦ σεβασ

 ὀνομαζόμενος ὁ ἀπόστολος. Τιμήσωμεν οὖν αὐτὸν κατὰ δύναμιν· τὸ γὰρ κατὰ δύναμιν εἰπεῖν εὐγνωμοσύνης ἀπόδειξις· τὸ δὲ κατ' ἀξίαν λέγειν συγχωρήσωμεν ἔχ

 ἀπόστολον ἐπᾶραι τοῖς ἐγκωμίοις ποθῶν, καὶ οὔπω ἥψατο τοῦ προοιμίου· τοῖς γὰρ ἐπαίνοις ἀπρό σιτος τυγχάνει ὁ θαυμάσιος. ∆ιὸ ἀφέντες ὡς ἀνέφικτον τὸν π

 ἐπεθύμουν ἰδεῖν οἱ πατέρες ἡμῶν· ἰδοὺ γὰρ Ἰησοῦς τίς προφήτης ἀπὸΝαζαρὲτ τῆς Γαλιλαίας ἐστὶν ἐν τῷ ἱερῷ, μεγαλοπρεπῶς θαυματουργῶν, καὶ ὡς τοῖς πολλοῖ

 ἄγροικον καὶ βιοθανῆ. Ὡς δὲ εἶδε τὰ διὰ τῶν ἀποστόλων γινόμενα τῶν θαυμάτων μεγα λουργήματα καὶ τοῦ λαοῦ τὸ πλῆθος τῶν καθ' ἡμέραν προστιθεμένων τῷ λό

 μαχον ὁ κύριος δι' ἑαυτοῦ ἐχειροτόνησεν. Τότε διηγήσατο αὐτοῖς ὁ Παῦλος ὅσα συνέβη αὐτῷ κατὰ τὴν ὁδόν, καὶ ὅτι εἶδε τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ,

 περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον. Ἰδὼν δὲ αὐτοὺς ὁ Μάρκος ὑπὸ πάντων τιμωμένους καὶ ὅτι μετὰ τοσαύτας αἰκίας καὶ κινδύνους ἐρρωμένοι εἰσὶ καὶ ὁλόκλη

 Ἰησοῦ Χριστοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάσσειν καὶ ποιεῖν αὐτὰς καὶ ἀπέχεσθαι ἀπὸ παντὸς πονηροῦ πράγματος· δεῖ γὰρ πάντας ἡμᾶς παραστῆναι τῷ βήματι τ

 ἀρεσθείς, ἔγνω θεό πνευστον αὐτὴν εἶναι· καὶ χειροτονήσας τὸν Μάρκον, ἀπέστειλεν αὐτὸν ὡς ἱκανώτατον εἰς Ἀλεξάνδρειαν τὴν πρὸς Αἴγυπτον καὶ Λιβύην καὶ

 ἀνακαλέσασθαι αὐτὸν ἐκ τοῦ βαράθρου τῆς ἀσεβείας, ὡς δὲ εἶδον αὐτὸν ἀντι λέγοντα καὶ μᾶλλον θρασυνόμενον κατὰ τῆς ὀρθοδόξου πίστεως, τότε ἀπεφήναντο κ

 βασιλεύουσαν καὶ ἐπὶ τοῦ οἰκουμενικοῦ πατριάρχου κριθῆναι πρὸς τοὺς Ἀντιοχείας, ἀπεναρκώθη τῷ φόβῳ, ὑφορώμενος τὰς τοῦ Κναφέως συσκευάς· Ἀνθέμιος δὲ ἦ

 αὐτοῦ καὶ ἐπέτρεψε τῷ πατριάρχῃ διακοῦσαι μετὰ τῆς ἐνδημούσης συνόδου τὰ μεταξὺ τῶν μερῶν καὶ τὸ παριστάμενον διαλαλῆσαι. Τοῦ δὲ συνεδρίου συγκροτηθέν

 Κυπρίους Κωνσταντιεῖς μηνὶ Μεσωρὶ τοῦ καὶ δεκάτου ἑνδεκάτῃ, κατὰ δὲ Ἀσιανοὺς ἤτοι κατὰ Παφίους μηνὶ Πληθυπάτῳ τοῦ καὶ ἐννάτου ἐννεακαιδεκάτῃ, συναγόμε

περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον. Ἰδὼν δὲ αὐτοὺς ὁ Μάρκος ὑπὸ πάντων τιμωμένους καὶ ὅτι μετὰ τοσαύτας αἰκίας καὶ κινδύνους ἐρρωμένοι εἰσὶ καὶ ὁλόκληροι, καταγνοὺς τῆς ἑαυτοῦ ἀνανδρίας, ἔκλαυσε πικρῶς· καὶ τῷ μὲν Παύλῳ προσελθεῖν ᾐσχύνετο, τῷ δὲ Βαρνάβᾳ προσῆλθε μετὰ δα κρύων καὶ προσέπεσε τοῖς ποσὶν αὐτοῦ, δεόμενος συγχώρησιν λαβεῖν ὑπὲρ τῶν παρελθόντων καὶ εὐχὴν ὑπὲρ ἀσφαλείας τῶν μελλόντων ὑποσχόμενος καὶ λέγων ὅτι πᾶσαν ἰδέαν θανάτου ἑτοίμως ἔχω ὑπομεῖναι ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐπικαμφθεὶς δὲ τοῖς πολλοῖς δάκρυσιν ὁ μέγας οὗτος ἐν ἀρεταῖς Βαρνάβας, παρεκάλει αὐτὸν παύσασθαι τοῦ κλαυ θμοῦ, λέγων· "Τὸ θέλημα τοῦ κυρίου γενέσθω. Μόνον σὺ ἕτοιμος ἔσο τὰς ὑποσχέσεις σου πληρῶσαι." Λαβόντες δὲ ἐγγράφως τὰ δογματισθέντα ὑπὸ τῶν ἐν Ἱεροσολύμοις ἀποστόλων, κατῆλθον εἰς Ἀντιόχειαν καὶ ἦσαν ἀγαλλιώ μενοι μετὰ τῶν ἀδελφῶν· Μάρκος δὲ ἠκολούθει τῷΒαρνάβᾳ, οὐ μετὰ παρρησίας.Μετὰ δὲ ταῦτα ἔδοξε τοῖς περὶ Βαρνάβαν καὶ Παῦλον διελθεῖν τὰς πόλεις πάσας καὶ ἐπισκέψασθαι τοὺς ἀδελ φούς. Τότε Βαρνάβας προσελθών, παρεκάλει τὸν Παῦλον, ὥστε συνέκδημον αὐτοῖς γενέσθαι τὸν Μάρκον, ἑτοίμως ἔχοντα ἕως θανάτου ἀγωνίσασθαι ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως· ὁ δὲ Παῦλος ἀντεπαρεκάλει τοῦτον μεθ' ἑαυτῶν μὴ συμπαραλαμβάνεσθαι. Ἐντεῦθεν γέγονε πρόφασις τοῦ ἀποχωρισθῆναι αὐτοὺς ἀπ' ἀλλήλων, τοῦ κυρίου τοῦτο οἰκονομήσαντος εἰς τὸ συμφέρον· ἤμελλε γὰρ ὁ θεὸς τὸν Μάρκον λαῶν καὶ ἐθνῶν ἀναδεῖξαι ποιμένα καὶ διδάσκαλον. Ἀλλὰ μηδεὶς ἀνοήτως λαμβανέτω πρὸς ἴδιον πάθος τὸ εἰρημένον ἐν τῇ ἱερᾷ τῶν Πράξεων ἱστορίᾳ περὶ τοῦ Μάρκου ὅτι ἐγένετο παροξυσμός· οὐ γὰρ εἰς πάθος ὀργῆς καὶ θυμοῦ ἐξηνέχθησαν οἱ τοῦ Χριστοῦ ἀπόστολοι, ἄπαγε· πῶς γάρ, οἵτινες τὴν σάρκα ἐσταύρω σαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, οἱ βοῶντες φωνῇ μεγάλῃ πρὸς πάντας τοὺς εἰς Χριστὸν πιστεύοντας καὶ λέγοντες· "Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ." Ἡμεῖς γὰρ ἐγνώκαμεν ἐκ τῆς θείας Γραφῆς παροξυσμῶν διαφοράν· φησὶ γάρ· "Καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων." Ἐγένετο οὖν τοῖς ἀποστόλοις παροξυσμός, τουτέστι ζῆλος θεοῦ. Ὁ μὲν γὰρ Παῦλος ἀκρίβειαν ἐπεζήτει, ἀποστολικῇ πρέ πουσαν τελειότητι, ὁ δὲ Βαρνάβας ἐτίμα τὸ φιλάνθρωπον· λαβὼν οὖν τὸν Μάρκον, ἔπλευσεν εἰς Κύρον, καὶ πᾶσαν διελθὼν καὶ μαθητεύσας λαὸν ἱκανόν, ἦλθεν εἰς Σαλα μίνην· κἀκεῖ διέτριβεν θαυματουργῶν καὶ κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ, καὶ προσετέθη ὄχλος πολὺς τῷ κυρίῳ. ∆ιελέγετο δὲ τοῖς Ἰουδαίοις ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἐπιδεικνὺς ἐκ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν. Πάντες δὲ εὐλαβοῦντο αὐτὸν διὰ τὴν περικεχυμένην τῷ προσώπῳ αὐτοῦ θείαν χάριν· ἦν γὰρ τὸ εἶδος αὐτοῦ ἀγγελικὸν καὶ τὸ σχῆμα ἀσκητικόν· σύνοφρυς δὲ ὑπῆρχεν, ὀφθαλμοὺς ἔχων χαροποιούς, οὐ βλοσσυρὸν βλέποντας, ἀλλ' εὐλαβῶς κάτω νεύοντας· στόμα σεμνὸν καὶ χείλη εὐπρεπῆ, γλυκασμὸν μέλιτος ἀποστάζοντα-οὐ γὰρ ἐφθέγγετο πώποτε περιττὸν τοῦ δέον τος· βάδισμα κατεσταλμένον καὶ ἀκενόδοξον, καὶ ἁπαξ απλῶς ὅλος διόλου στήλη ἦν καθαρὰ τοῦ Χριστοῦ ὁ ἀπόστολος Βαρνάβας, πᾶσαν ἀρετὴν ἀποστίλβουσα.Ἐπιμένοντος δὲ αὐτοῦ ἐν τῇ Σαλαμινέων πόλει καὶ διδάσκοντος τὸν λόγον τοῦ θεοῦ, ἐπῆλθον ἐκ τῆς Συρίας Ἰουδαῖοι καὶ ἀντέλεγον τοῖς λεγομένοις ὑπ' αὐτοῦ, βλασφη μοῦντες· ἐπήγειραν δὲ ὄχλον κατ' αὐτοῦ, λέγοντες ὅτι οὐδὲν ἀληθὲς λέγει, ἀλλὰ καὶ ὃν λέγει Ἰησοῦν, πλάνος τίς ἦν καὶ ἀντίθεος, τὸν νόμον καὶ τοὺς προφήτας καὶ τὸ σάββατον ἀθετῶν· καὶ ἧσαν ζητοῦντες εὐκαιρίαν ἀνε λεῖν αὐτόν. Ὁ δὲ ἅγιος ἀπόστολος τοῦ Χριστοῦ Βαρνάβας, συναγαγὼν πάντας τοὺς ἀδελφούς, εἶπεν αὐτοῖς· " ̔Υμεῖς ἐπίστασθε πῶς μεθ' ὑμῶν τὸν ἅπαντα χρόνον ἐγενόμην, νουθετῶν ἕνα ἕκαστον καὶ παρακαλῶν ἐμμένειν τῇ χάριτι καὶ τῇ πίστει τοῦ κυρίου ἡμῶν

7