Tractatus de placitis Manichaeorum

 ἐπὶ τὴν ὕλην, ἥτις αὐτῇ διὰ πάσης μιχθήσεται· ἔσεσθαι γὰρ τῆς ὕλης θάνατον τὸν μετὰ ταῦτά ποτε τῆς δυνά μεως ταύτης χωρισμόν. οὕτως οὖν κατὰ πρόνοιαν

 ὕλης κατὰ τοῦ θεοῦ ἄνταρσιν. ἐγὼ δὲ ὡς μὲν ταῦτα οὐχ ἱκανὰ ψυχαγωγῆσαι τοὺς ἀβασανίστως τὸν λόγον προσιεμένους οὐκ ἂν εἴποιμι, ὅπου γε καί τινας τῶν σ

 ὑποστήσονται, τὸ κινοῦν καὶ τὸ κινούμενον· ποτέρῳ οὖν αὐτῶν ψηφίζεται, ἵνα ἐκεῖνο μετὰ τοῦ θεοῦ ὑποστησώμεθα πρῶτον;

 ἔσται κεχωρισμένον. ἄλλος γὰρ τῷ βαρεῖ καὶ ἄλλος τῷ μέσῳ καὶ τῷ κούφῳ τόπος, τῷ μὲν γὰρ τὸ ἄνω τῷ δὲ τὸ κάτω τῷ δὲ τὸ μέσον. παντὸς δὲ σφαιροειδοῦς τὸ

 θεῷ, ὅταν φῶσιν αὐτὸν τὴν ἐπιβουλὴν κατὰ τῆς ὕλης συντάξαι, διότι δὴ τοῦ καλοῦ ἐπεθύμησεν. τίνι δὲ καὶ ὁ θεὸς ὧν εἶχεν ἐβουλήθη τὴν ὕλην τιμωρήσασθαι;

 13 Τίνα δὲ καὶ τὰ κακὰ εἶναι λέγει; περὶ μὲν γὰρ τὸν ἥλιον καὶ τὴν σελήνην οὐδὲν ἀπολείπει· περὶ δὲ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας εἴ τι τοιοῦτον εἶναί

 τροφῆς δεῖται. ἃ μὲν γὰρ ἦν ἀθάνατα ζῷα καὶ φθορᾶς καὶ αὔξης ἀπήλλακται οἷον ἥλιος καὶ σελήνη καὶ ἀστέρες , καίτοι ὄντα αἰσθητ<ικ>ά, ἐκτὸς δὲ τούτων ἐ

 18 τὸ μὲν γὰρ δὴ σοφὸν τὸ λεγόμενον ὑπ' αὐτῶν ἐκεῖνό ἐστιν, ὅτι ὥσπερ ὁρῶμεν τῆς ψυχῆς τοῦ σώμα τος ἀποζευχθείσης τὸ σῶμα αὐτὸ ἀπολλύμενον, οὕτω καὶ τ

 ἡ θεία δύναμις, εἰ δή ἐστιν παθητὴ καὶ διαιρετὴ [η] διὰ πάσης αὐτῆς καὶ τὸ μέν τι αὐτῆς γίνεται ἥλιος, τὸ δὲ σελήνη; καθαρῶς γὰρ ταῦτα εἶναί φασιν τῆς

 δὲ βαρύ, οὐδ' ἀρχὴν πρὸς σελήνην ἀφικέσθαι οἷόν τε. τίνα δὲ λόγον ἔχει τὸ πρῶτον ἀφικόμενον πρὸς σελήνην μὴ εὐθὺς πρὸς ἥλιον ἀνα πέμπεσθαι, ἀλλ' ἐκδέχ

 οὕτω γὰρ ὁ κόσμος τοῦ δημιουργοῦ χείρων καὶ τῶν τεχνιτῶν ὅσα τούτων ἔργα. εἰ οὖν τῆς ὕλης ἔργον ὁ ἄνθρωπος, πάντως που ταύ της χείρων. ὕλης δὲ κάκιον

 δίαιταν χρῆσθαι τῷ χείρονι πῶς εὔλογον; εἴτε πλείων ἐν τούτοις ἡ δύναμις ἡ θεία, τί πρὸς τὴν τροφὴν τὰ τοιαῦτα χρήσιμα, τοῦ θρεπτικοῦ καὶ αὐξητικοῦ μέ

 παντάπασιν οὖσαν ὁ λόγος εὑρίσκει ἢ τὸ πάντων ἔσχατον καὶ μόγις εἰς ἔννοιαν νόθον ἀφικνεῖσθαι δυνάμενον. ἀλλὰ γὰρ τὸ πῦρ τὸ ἀφεγγὲς ἆρά γε πλέον ἐστὶν

οὕτω γὰρ ὁ κόσμος τοῦ δημιουργοῦ χείρων καὶ τῶν τεχνιτῶν ὅσα τούτων ἔργα. εἰ οὖν τῆς ὕλης ἔργον ὁ ἄνθρωπος, πάντως που ταύ της χείρων. ὕλης δὲ κάκιον οἱ ἄνδρες οὐδὲν καταλεί πουσιν· καὶ οὐκ ἴσον τῇ ὕλῃ μίγνυσθαι τὴν θείαν δύναμιν ἢ τῷ ταύτης χείρονι. ἃ δὲ οἰκονομούμενοι λέγουσιν, ταῦτα οὐδὲ ἐπινοῆσαι οἷόν τε. διὰ τί γὰρ τῆς κρείττονος εἰκόνος εἰς τὴν τοῦ ἀνθρώπου ὑπό στασιν τὴν ὕλην δεδεῆσθαι νομίζουσιν; ἢ διὰ τί οὐκ αὐτάρκης ἡ εἰκὼν ὥσπερ τῶν κατόπτρων πρὸς τὸ πε φηνέναι τὸν ἄνθρωπον, ἢ καθάπερ αὐτὸς ὁ ἥλιος πρὸς γένεσιν ἁπάντων τῶν γινομένων καὶ φθορὰν αὐτάρ κης; »ἐμιμήσατο δὲ τὴν εἰκόνα κατὰ τὴν ποίησιν τῆς σφετέρας αὐτῆς δημιουργίας.» τίνι ποτὲ ὧν εἶχεν; ἆρά γε τῇ μιχθείσῃ πρὸς αὐτὴν θείᾳ δυνάμει; οὐκοῦν ἐν ὀργάνου λόγῳ θεία δύναμις οὕτω γε πρὸς τὴν ὕλην. ἀλλὰ τῇ ἀτάκτῳ κινήσει; οὕτως εἰδοποιοῦσι τὴν ὕλην. ἀλλὰ πάντα γε τὰ ὅμοια ἐν τάξεσιν καὶ ἀκριβείαις διὰ μιμήσεων ἀφικνεῖται εἰς τέλος· οὐδὲ γὰρ οἰκίαν ἢ πλοῖον ἤ τι ἕτερον τῶν τεχνητῶν δι' ἀταξίας ἀποτε λεῖσθαι οἷόν τε οὐδὲ ἀνδριάντα, ὅνπερ ἡ τέχνη πρὸς ἀνθρώπου μίμησιν ἐμηχανήσατο.

24 Τὸν δὲ χριστὸν οὐδὲ γιγνώσκοντες, ἀλλὰ χρηστὸν αὐτὸν προσαγορεύοντες τῇ πρὸς τὸ η στοιχεῖον μεταλήψει ἕτερον σημαινόμενον ἀντὶ τοῦ κυρίως περὶ αὐτοῦ ὑπειλημμένου εἰσάγοντες νοῦν εἶναί φασιν. εἰ μὲν τὸ γνωστὸν καὶ τὸ γιγνῶσκον καὶ τὴν σοφίαν αὐτὸν λέγοντες, ὁμόφωνα οὕτως τοῖς ἀπὸ τῶν ἐκκλη σιῶν περὶ αὐτοῦ λέγουσι διαταττόμενοι οὕτω γε ἁλώ σονται. πῶς οὖν τὴν λεγομένην παλαιὰν ἅπασαν ἱστο ρίαν ἐκβάλλουσιν; εἰ δὲ ἐπιγενητὸν κατά τινας λέγουσιν καὶ τῶν ἔξωθεν ἐπεισιόντων καὶ συμβαινόντων, σκο πήσωμεν. οἱ γὰρ δὴ ταύτης προἱστάμενοι τῆς δόξης πιθανὸν μάλιστα λέγουσιν περὶ τὰ ζ ἔτη τῆς αἰσθητικῆς δυνάμεως διαρθρωθείσης αὐτὸν ἐπεισέρχεσθαι. εἰ δὴ νοῦς ἐστιν ὁ χριστὸς κατ' αὐτούς, οὕτω γε ἔσται τε ἅμα καὶ οὐκ ἔσται. πρὶν μὲν γὰρ ἐπεισελθεῖν τὸν νοῦν οὐδέπω ἐστίν, εἴ γε νοῦς ἐστι κατ' αὐτοὺς ὁ χριστός· ἀλλὰ μὴν ὄντι γε αὐτῷ ἐπεισέρχεται ὁ νοῦς· οὕτως οὖν πάλιν κατ' αὐτοὺς ἔσται [ὁ νοῦς]. ἔστιν τε καὶ οὐκ ἔστιν ἐν τῷ αὐτῷ χρόνῳ ὁ χριστός. εἰ δὲ κατ' αὐτῶν τὴν καλλίστην αἵρεσιν ὁ νοῦς κατ' αὐτούς ἐστιν τὰ ὄντα πάντα, ἐπεὶ τὴν ὕλην ἀγένητον ὑποτίθενται καὶ ἰσόχρονον ὡς εἰπεῖν τῷ θεῷ-καὶ νοῦν καὶ ὕλην τοῦτον τὸν τρόπον τὸν χριστὸν ὑποτίθενται εἶναι, <εἴ> γε τὰ πάντα κατ' αὐτούς ἐστιν ὁ χριστὸς νοῦς ὢν ὅς ἐστιν τὰ πάντα, καὶ ἡ ὕλη ἓν τῶν ὄντων καὶ αὐτή, ἀγένητος οὖσα. Εἰς ἐπίδειγμα δὲ τοῦτον τὸν τρόπον καὶ τὴν θείαν δύναμιν ἐνεσταυρῶσθαι τῇ ὕλῃ, καὶ αὐτὸν ὑπομεμενηκέναι τὸ πάθημα τοῦτο λέγουσιν· ὥσπερ ἀδυνάτου ὄντος ἐκείνου τοῦτο ποιεῖν, ὅπερ αὐτὸς ὁ Μανιχαῖος διαπράττεται, λόγῳ περὶ τούτου διδάσκων, ὅτι ἡ θεία δύναμις εἰς τὴν ὕλην κατακέκλειται καὶ πάλιν ἀποχωρεῖ τρόπον <ὃν> αὑτοῖς ἀναπλάττουσιν. τὸ μὲν γὰρ κατὰ τὸν ἐκκλησιαστικὸν λόγον εἰπεῖν εἰς λύσιν ἁμαρτιῶν ἑαυτὸν ἐπιδεδωκέναι ἔχει πίστιν τινὰ πρὸς τοὺς πολλοὺς κἀκ τῶν ἱστοριῶν τῶν καθ' Ἕλληνας, ὅταν φῶσίν τινας ὑπὲρ σωτηρίας πόλεων ἑαυτοὺς ἐπι<δε>δωκέναι, καὶ παράδειγμα τοῦ λόγου ἔχει καὶ ἡ Ἰουδαίων ἱστορία τὸν τοῦ Ἀβραὰμ παῖδα εἰς θυσίαν τῷ θεῷ παρασκευάζουσα· τὸ δὲ εἰς πράγματος ἐπίδειξιν τῷ παθήματι ὑπάγειν τὸν χριστὸν πολλῆς ἐστιν ἀμαθίας, εἰς διδασκαλίαν καὶ γνῶσιν τῶν ὄντων τοῦ λόγου ὄντος αὐτάρκους.

25 Ἀπέχονται δὲ ἐμψύχων. εἰ μὲν γὰρ ἑτέρου τινὸς χάριν, οὐ περιεργαστέον· εἰ δὲ διότι ἡ δύναμις ἡ θεία τούτων ἄπεστι μᾶλλον ἢ ἐνυπάρχει πλείων, γελοῖον αὐτὴ αὐτῶν ἡ προαίρεσις αὕτη. εἴτε γὰρ τὰ φυτὰ ἔνυλα μᾶλλον, εἰς τροφὴν καὶ

12