ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΩΝ ΦΩΤΩΝ Νῦν γνωρίζω τὴν ἐμὴν ἀγέλην, σήμερον βλέπω σχῆμα τῆς ἐκκλησίας τὸ σύνηθες, ἡνίκα καὶ τῶν σαρκικῶν

 Ἧκε τοίνυν ἄγων καὶ περιφέρων ὁ χρόνος μνήμην ἁγίων μυστηρίων καθαιρόντων τὸν ἄνθρωπον, ἃ καὶ τὴν δυσέκνιπτον ἁμαρτίαν ἀπορρύπτει τῆς ψυχῆς καὶ τοῦ σώ

 Ἐγεννήθη τοίνυν Χριστὸς πρὸ ὀλίγων ἡμερῶν ὁ πρὸ πάσης οὐσίας αἰσθητῆς τε καὶ νοηθῆς γεννηθείς, βαπτίζεται σήμερον παρὰ Ἰωάννου, ἵνα τὸν ἐρρυπωμένον ἀπ

 Καταλιπόντες τοίνυν τὸ ὑπὲρ δύναμιν ἀνθρωπικὴν πολυπραγμονεῖν ἐκεῖνο μᾶλλον ζητήσωμεν, ὃ καὶ μερικὴν ὑποφαίνει κατάληψιν: τίνος ἕνεκεν δι' ὕδατος ἡ κά

 Ἐπειδὴ δὲ τὰ ὑποδείγματα ἐμψυχότερον ἀεὶ πρὸς τοὺς ἀκούοντας τὸν λόγον ἐργάζεται, εἰκόνι βούλομαι παιδεῦσαι τῶν βλασφημούντων τὴν γνώμην ἐκ τῶν γηίνων

 εὑρίσκω γὰρ ὅτι τὴν τοῦ βαπτίσματος χάριν οὐ τὰ μετὰ τὸν σταυρὸν ἐκήρυξεν εὐαγγέλια, ἀλλὰ καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου πανταχοῦ ἡ παλαιὰ γραφὴ

 Ἡ Ἄγαρ ἡ παιδίσκη τοῦ Ἀβραὰμ, ἣν καὶ Παῦλος ἀλληγορεῖ πρὸς Γαλάτας διαλεγόμενος, ἐκπεμφθεῖσα τῆς οἰκίας τοῦ κυρίου διὰ τὴν ὀργὴν τῆς Σάρρας (χαλεπὸν γ

 Χρόνοις δὲ ὕστερον πάλιν γάμοις ἔδει καταζευχθῆναι τὸν Ἰσαάκ, δι' ὃν καὶ ὁ Ἰσμαὴλ σὺν τῇ μητρὶ τῆς πατρικῆς ἑστίας ἠλάθη. ἀποσταλεὶς δὲ ὁ οἰκέτης τοῦ

 Κατὰ τὴν αὐτὴν δὲ τοῦ λόγου δύναμιν σπεύδων καὶ ὁ Ἰακὼβ ἐπὶ μνηστείαν ἀδοκήτως ἐπὶ τοῦ φρέατος συνήντησε τῇ Ῥαχήλ. ἐπέκειτο δὲ λίθος μέγας τῷ φρέατι,

 Μωϋσῆς δὲ ὁ μέγας βρέφος ὑπάρχων ἀστεῖον καὶ ὑπομάζιον ὑποπεσὼν τῇ κοινῇ καὶ σκυθρωπῇ ψήφῳ, ἣν ὁ σκληρὸς Φαραὼ κατὰ τῶν βρεφῶν τῶν ἀρρένων ἐξήνεγκεν,

 Ἱκανὰ μὲν οὖν καὶ ταῦτα εἰς βεβαίωσιν τῆς προκειμένης πραγματείας ἡμῖν, πλὴν οὐδὲ τῶν ἑξῆς ἀμελητέον τῷ φιλοκάλῳ. πολλὰ γὰρ παθὼν ὡς ἐδιδάχθημεν ὁ τῶν

 Ταῦτα μὲν ὁ Ἠλίας σαφῶς τὴν ἐς ὕστερον μέλλουσαν τελεῖσθαι τοῦ βαπτίσματος μυσταγωγίαν διὰ τῆς θαυμαστῆς ἐκείνης ἱερουργίας ἡμῖν προανεφώνησεν: ὕδατι

 Κατίδωμεν δὲ λοιπὸν τὰς διὰ λόγων καὶ φωνῶν προφητείας. ὁ μὲν οὖν Ἠσαΐας κέκραγε λέγων: Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν

 Ὑμεῖς δὲ πάντες, ὅσοι τῷ δώρῳ τῆς παλιγγενεσίας ἐγκαλλωπίζεσθε καὶ καύχημα φέρετε ἀνακαινισμὸν τὸν σωτήριον, δείξατέ μοι μετὰ τὴν μυστικὴν χάριν τὴν τ

 Διὰ τοῦτο καὶ μετὰ τὸ τῆς υἱοθεσίας ἀξίωμα καὶ ὁ διάβολος ἡμῖν ἐπιβουλεύει σφοδρότερον βασκάνῳ θηκόμενος ὀφθαλμῷ, ὅταν βλέπῃ τοῦ νεογενοῦς ἀνθρώπου τὸ

 Ταῦτα μὲν οὖν αὐτάρκως πρὸς τὴν ἱερὰν τῆς ἡμέρας ὑπόθεσιν, ἣν ὁ κυκλωθεὶς ἐνιαυτὸς τεταγμέναις πρὸς ἡμᾶς ἤνεγκε περιόδοις, καλὸν δὲ λοιπὸν τῷ φιλανθρώ

 Διὰ δὴ ταῦτα πάντα τὸν τῆς χαρᾶς ὕμνον ἄσωμεν τῷ θεῷ, ὃν στόμα τῷ πνεύματι κάτοχον πάλαι προφητικῶς ἐξεβόησεν: Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ: ἐνέ

On the Baptism of Christ.

A Sermon for the Day of the Lights.1    That is, for the Festival of the Epiphany or Theophany, when the Eastern Church commemorates especially the Baptism of our Lord.

Now I recognize my own flock: to-day I behold the wonted figure of the Church, when, turning with aversion from the occupation even of the cares of the flesh, you come together in your undiminished numbers for the service of God—when the people crowds the house, coming within the sacred sanctuary, and when the multitude that can find no place within fills the space outside in the precincts like bees. For of them some are at their labours within, while others outside hum around the hive. So do, my children: and never abandon this zeal. For I confess that I feel a shepherd’s affections, and I wish, when I am set upon this watch-tower, to see the flock gathered round about the mountain’s foot: and when it so happens to me, I am filled with wonderful earnestness, and work with pleasure at my sermon, as the shepherds do at their rustic strains. But when things are otherwise, and you are straying in distant wanderings, as you did but lately, the last Lord’s Day, I am much troubled, and glad to be silent; and I consider the question of flight from hence, and seek for the Carmel of the prophet Elijah, or for some rock without inhabitant; for men in depression naturally choose loneliness and solitude. But now, when I see you thronging here with all your families, I am reminded of the prophetic saying, which Isaiah proclaimed from afar off, addressing by anticipation the Church with her fair and numerous children:—“Who are these that fly as a cloud, and as doves with their young to me2    Is. lx. 8 (LXX.).”? Yes, and he adds moreover this also, “The place is too strait for me; give place that I may dwell3    Is. xlix. 20..” For these predictions the power of the Spirit made with reference to the populous Church of God, which was afterwards to fill the whole world from end to end of the earth.

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΩΝ ΦΩΤΩΝ Νῦν γνωρίζω τὴν ἐμὴν ἀγέλην, σήμερον βλέπω σχῆμα τῆς ἐκκλησίας τὸ σύνηθες, ἡνίκα καὶ τῶν σαρκικῶν φροντίδων τὴν ἀσχολίαν μισήσαντες ἀκεραίῳ τῷ πληρώματι πρὸς τὴν θεραπείαν τοῦ θεοῦ συνεδράμετε. καὶ στενοχωρεῖ μὲν ὁ λαὸς τὸν οἶκον εἴσω τῶν ἱερῶν ἀδύτων γενόμενος, πληροῖ δὲ τὸν ἔξω χῶρον ἐν τοῖς προτεμενίσμασιν, ὅσος οὐ χωρεῖται παρὰ τῶν ἔνδον κατὰ τὴν εἰκόνα τῶν μελισσῶν: αἱ μὲν γὰρ ἔνδον ἐργάζονται, αἱ δὲ ἔξωθεν περιβομβοῦσι τὸ σμῆνος. οὕτως οὖν ποιεῖτε, ὦ παῖδες, καὶ μή ποτε ταύτην τὴν σπουδὴν ἀπολίπητε: πάθος γὰρ ὁμολογῶ πάσχειν ποιμαντικὸν καὶ βούλομαι ἐπὶ τῆς ὑψηλῆς ταύτης καθήμενος σκοπιᾶς κύκλῳ περὶ τοὺς πρόποδας τῆς κορυφῆς βλέπειν ἠθροισμένον τὸ ποίμνιον. κἂν οὕτως μοι συμβαίνῃ, προθυμίας τε ἐμπίπλαμαι θαυμαστῆς καὶ κάμνω τὸν λόγον ἡδέως ὡς οἱ ποιμένες τὰ μέλη τὰ νόμια, ὅταν δὲ ἑτέρως ἔχῃ καὶ τὴν ἔξω πλάνην ἦτε πλανώμενοι, ὡς ὑπόγυον ἐπὶ τῆς παρελθούσης κυριακῆς πεποιήκατε, σχετλιάζω πολλὰ καὶ τὴν σιωπὴν ἀσπάζομαι, βουλεύομαι δὲ τὴν ἐνθένδε φυγὴν καὶ ζητῶ τὸν Ἠλίου τοῦ προφήτου Κάρμηλον ἤ τινα πέτραν ἀοίκητον: φίλον γάρ πως τοῖς ἀθυμοῦσι τὸ ἄμικτον καὶ φιλέρημον. νῦν δὲ βλέπων ὑμᾶς σὺν αὐτοῖς τοῖς γένεσιν ἀθρόως πανηγυρίζοντας ὑπομιμνήσκομαι λογίου προφητικοῦ, ὃ πόρρωθεν Ἠσαΐας ἀνύμνησε τὴν εὔτεκνον τοῦ Χριστοῦ καὶ πολύπαιδα προαναφωνῶν ἐκκλησίαν: Τίνες, φησίν, οἵδε; ὡς νεφέλαι πέτονται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ' ἐμέ. οὐ μὴν ἀλλὰ πρὸς τούτῳ κἀκεῖνο: Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον, ἵνα κατοικήσω. ταῦτα γὰρ ἡ τοῦ πνεύματος δύναμις εἰς τὴν πολυάνθρωπον τοῦ θεοῦ ἐκκλησίαν ἐθέσπισεν, ἣ χρόνοις ὕστερον ἔμελλεν ἀπ' ἄκρων εἰς ἄκρα πληρώσειν τὴν οἰκουμένην ἅπασαν.