1

 2

 3

 4

 5

 6

 7

 8

1

Quaestiones physicae

ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΠΟ ΕΠΑΡΧΩΝ ΤΟΥ ΣΙΜΟΚΑΤΟΥ διάλογος περὶ διαφόρων φυσικῶν ἀπορημάτων καὶ ἐπιλύσεων αὐτῶν ῾Η διάλεξις τοῦ

διαλόγου.

Τὰς χελιδόνας ὑπὸ τῶν μητέρων ἀκήκοα τὴν παρ' αὐταῖς ᾠδὴν διδάσκεσθαι μουσικῶς· οὐ γὰρ ἀπαιδεύτου γεννήματος χελιδὼν ἀκούειν μήτηρ ἀνέχεται. διδάσκουσι τοίνυν ἐκεῖναι τὰ ἔκγονα πόλεσιν εἰσοικίζεσθαι καὶ προσᾴδειν ἀνθρώποις καὶ περιλαλεῖν θαλάμοις ᾠδὴν ἐναρμόνιον. ἄγε δὴ οὖν ἄγε, μουσικώτατε σύλλογε, εὐγλωττίαν δίδου παιδί, καὶ προσᾴδειν θεάτρῳ με δίδασκε καὶ περιλαλεῖν ᾠδὴν ᾿Αττικὴν ἄρτι μανθάνοντα μουσικῶν ἐπιβαίνειν θαλάμων. εἰ δέ τι καὶ τῶν ᾠδι8 κῶν ἔξω γενοίμην ῥυθμῶν, ὑπηχεῖτε φιλοτίμως μοι τὰ λειπόμενα, ὥσπερ ὁ παρὰ τῷ Λοκρῷ τῷ Εὐνόμῳ τῆς μελῳδίας τέττιξ συνέριθος. ἔδοξε καὶ Τεύκρῳ στρατεύεσθαι καὶ τροπαίων ἐρᾶν καὶ πολεμικῆς ὀρέγεσθαι παρατάξεως. οὐκοῦν τῇ προβολῇ τῆς ἀσπίδος Αἴας ἐτείχιζε, καὶ τοξότης ὁ Τεῦκρος ἦν εὐστοχώτατος· Αἴας γὰρ ἦν τῆς ἀριστείας ὑπόθεσις. ἀνάσχεσθέ μοι ἀνάσχεσθε, ἄνδρες διδάσκαλοι, ὥσπερ ἀσπίδα τὴν ὑμετέραν εὐμένειαν, καὶ κρότος ὅπλα μοι εἴη τὸ τήμερον. καὶ νικηφόρος, οἶδα, γενήσομαι, εἰ καὶ μὴ βαρβάρου γῆς ἐπιβέβηκα. εἰ δὲ καὶ μητέρα τέχνην οὔπω κεκλήρωμαι, ἀλλ' ἔστι μοι γένος ὅθεν ὑμῖν· καὶ λόγους ἔχω πατρίδα καὶ τὰ τῆς ῾Ελλάδος ἡμέτερα. Τὰ τοῦ διαλόγου κεφάλαια. αʹ. ποίῳ λόγῳ ἄκαυστος ὁ ἀδάμας καὶ φύσεως πυρός ἐστιν ἀμέτοχος. βʹ. ποίῳ λόγῳ τὰ τῶν ἀετῶν πτερὰ ἐπιτιθέμενα τοῖς τῶν ἄλλων ζῴων πτεροῖς φθορὰν αὐτοῖς ἀπεργάζονται. γʹ. ποίῳ λόγῳ οἱ ἐλέφαντες οὐ πρότερον πίνουσι, πρὶν ἂν ἐπιθολώσωσι τὸ ὕδωρ. δʹ. ποίῳ λόγῳ ἡ νάρκη διὰ μέσου τῶν κάλων τοῦ ἐπωνύμου μεταδίδωσι πάθους, καὶ τῶν θηρατῶν ναρκῶσιν αἱ χεῖρες. εʹ. ποίῳ λόγῳ αἱ ἔλαφοι ἀποβαλοῦσαι τὰ κέρατα τοὺς συνήθεις ἀποφεύγουσι τόπους. ʹ. ποίῳ λόγῳ τὸ πήγανον ὄφεσίν ἐστι πολέμιον. ζʹ. ποίῳ λόγῳ τὸ ἔλαιον ἐπιχεόμενον τῇ θαλάττῃ γαλήνην ποιεῖ. ηʹ. ποίῳ λόγῳ ἐπὶ τρισὶν ἔτεσιν ἐγκυμονοῦσιν οἱ γῦπες. θʹ. ποίῳ λόγῳ ὁ πολύπους τὴν Ποντικὴν ἀποστρέφεται θάλατταν. ιʹ. ποίῳ λόγῳ τὸ τράγειον αἷμα ὑπομαλάττει τὸν ἀδάμαντα. ιαʹ. ποίῳ λόγῳ τοῖς λαγωοῖς ἐπικύησις γίνεται. ιβʹ. ποίῳ λόγῳ οἱ κόρακες ὥρᾳ θέρους οὐ πίνουσιν. ιγʹ. ποίῳ λόγῳ ῥύσις γαστρὸς συμβαίνει τοῖς κόραξιν. ιδʹ. ποίῳ λόγῳ θήλεια τέττιξ ᾠδῆς πέφυκεν ἄμοιρος. 10 ιεʹ. ποίῳ λόγῳ τὰ τῶν ἴβεων ᾠὰ εὐχερέστατα τίκτουσι βασιλίσκους. ιʹ. ποίῳ λόγῳ χαραδριὸς τοὺς ἰκτεριῶντας ἀποστρέφεται. ιζʹ. ποίῳ λόγῳ ἡ ἀμυγδαλῆ εὐφοροῦσα καὶ τῶν λοιπῶν καρπῶν εὐφορίαν σημαίνει. ιηʹ. ποίῳ λόγῳ τὰ μὲν ἑψόμενα ὕδατα πυρὶ μονιμώτερα τῶν ἄλλων ὑδάτων ἐστί, τὰ δὲ ἐξ ὄμβρων ἀφανίζεται θᾶττον. ιθʹ. ποίῳ λόγῳ ἐν Σερίφῳ ἄφωνοι καθεστήκασι βάτραχοι. κʹ. ποίῳ λόγῳ μέλιτι ᾿Αττικῷ οὐκ ἐπικάθηται μυῖα. Τὰ τοῦ διαλόγου πρόσωπα ᾿Αντισθένης καὶ Πολυκράτης. ᾿Αντισθένης ἢ λαβύρινθος. {ΑΝΤ.} ᾿Αρισταγόραν τὸν Τιμοκλέους πολλοῦ γε, Πολύκρατες, οὐχ ἑώρακα χρόνου. ἆρά γε ποῦ; ἆρα μή που ἐπὶ τὴν Σικελίαν ἀπῆρε τοὺς πυριπνόους κρατῆρας ὀψόμενος, ἢ τὸν ᾿Ινδικὸν περινήχεται κόλπον, ἵνα τινὰ φιλοσοφίας ἐπιστήμην πορίσηται; 11 {ΠΟΛ.} Οὔ τί που, ᾿Αντίσθενες, ἐπείπερ ᾿Αθήνηθεν ᾿Απολλογένης ὁ Κορίνθιος χθές που γενόμενος ὡς ἡμᾶς περὶ τὴν Ποικίλην στοὰν ᾿Αρισταγόραν ἔφη θεάσασθαι. ᾿Αρίστωνα δὲτὸν φυσικὸν καὶ Σωσίστρατον τὸν ῾Ερμογένους περὶ τὸ Λεωκόριον ἑωρακέναι αὐθημερὸν ἀφικομένους ἀπήγγειλεν. {ΑΝΤ.} Πόθεν δῆτα, Πολύκρατες; {ΠΟΛ.} Περὶ τὸν Εὔξεινον ἐνθαλαττεύσαντες κόλπον καὶ πολλοῖς ἄγαν