1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

1

Historiae

ΤΑ ΤΟΥ ∆ΙΑΛΟΓΟΥ ΠΡΟΣΩΠΑΦΙΛΟΣΟΦΙΑΚΑΙΙΣΤΟΡΙΑ.ΠΡΟΛΟΓΙΖΕΙ Η ΦΙΛΟΣΟΦΙΑ

dialog.1.1 Τί τοῦτο, θύγατερ; ἄγε δή μοι τὸ διαπόρημα τοῦτο γλιχομένῃ

μαθεῖν διάλυσαι οἷα μίτῳ τινὶ τῇ σαφηνείᾳ οὐ μυθικὸν περαιουμένῃ λαβύρινθον. δυσέμβατα γάρ μοι καὶ διαλογ.1.2 δυσανάγωγα τὰ τῆς θεωρίας προαύλια.

{῾ΙΣΤΟΡΙΑ.} ὦ φιλοσοφία, πάντων βασίλεια, εἴ γε συμπρέπει ἐμοῦ τε

πυθέσθαι, αὐτὴν δὲ διδάσκεσθαι, ἀποκρινοῦμαι ὡς ἔχω συνέσεως. μηδὲν γὰρ ἄγνωστον ἔχοιμι καλόν, ὡς ἔμοιγε καὶ τῷ Κυρηναίῳ διαλογ.1.3 δοκεῖ. {ΦΙΛ.} ἡδέως ἐροίμην ἐγώ, ὅπη τε καὶ ὅπως χθὲς καὶ τρίτην ἀνεβίως, ὦ θύγατερ. ἐπέχει δὲ τοῦ λόγου πάλιν ἡμᾶς καὶ οἷα χαλινῷ τινι πρὸς σιωπὴν ἀνακρούεται τὸ τῆς ἀπιστίας ἐπαγωγότατον, μή πού γε φαντασία τις τερατισμάδιαλογ.1.4 των ἡμᾶς φενακίζηται. πολλοῦ γὰρ χρόνου ἐτεθνήκεις, ὦ παῖ, ἐξ ὅτου εἰσήρρησε τῇ βασιλίδι αὐλῇ ὁ Καλυδώνιος τύραννος σιδήρῳ περίφρακτος, μιξοβάρβαρος ἄνθρωπος, τὸ κυκλώπειον γένος, ὁ τῆς σώφρονος ἁλουργίδος ἀσελγέστατος Κένταυρος, ᾧ βασιλεία οἰνοφλυγίας ἀγώνισμα. τὸ γὰρ ἕτερον σιωπήσομαι αἰδοῖ τῆς ἐμῆς εὐκοσμίας τῆς τε τῶν ἀκουόντων διαλογ.1.5 σεμνότητος. κἀγὼ δὴ τότε τῆς βασιλέως στοᾶς ἐξωστρακίσθην, ὦ θύγατερ, καὶ τῆς ᾿Αττικῆς ἐπιβαίνειν οὐκ ἦν, ὁπότε τὸν ἐμὸν βασιλέα Σωκράτην ὁ Θρᾲξ ἐκεῖνος διώλεσεν ῎Ανυτος. διαλογ.1.6 χρόνῳ δ' ὕστερον ῾Ηρακλεῖδαι διέσωσαν καὶ τὴν πολιτείαν ἀπέδοσαν τό τε ἄγος τῶν ἀνακτόρων ἀποδιοπομπήσαντο, ναὶ διαλογ.1.7 δῆτα καὶ πρὸς τὰ βασιλέων τεμένη εἰσῴκισαν. καὶ περιλαλῶ τὰ βασίλεια καὶ ταῦτα δὴ τὰ ἀρχαῖα καὶ ᾿Αττικὰ μουσουργῶ κελαδήματα. ἐμοὶ μὲν δὴ ταῦτα ὅπως ἔχει καλῶς· σοὶ δ', διαλογ.1.8 ὦ θύγατερ, τίς καὶ ὅπως σωτήριος γέγονεν; {ΙΣΤ.} μῶν οὐκ οἶσθα, βασίλεια, τὸν μέγαν τῆς ἁπανταχόθεν οἰκουμένης ἀρχιερέα καὶ πρόεδρον; {ΦΙΛ.} πάνυ μὲν οὖν, ὦ θύγατερ. φίλος ἐμὸς οὗτος παλαιότατος καὶ θησαυρὸς οἰκειότατος. διαλογ.1.{ΙΣΤ.} ἔχεις οὐκοῦν, ὦ βασίλεια, τὸ ζητούμενον αὐτοσχέδιον ἕρμαιον. ἐκεῖνος ἐνεψύχωσεν ὥσπερ ἐκ τάφου τινὸς τῆς ἀλογίας ἀναλαβόμενος, οἷάπερ ῎Αλκηστίν τινα ἀλεξικάκου τινὸς ῾Ηρακλέους ἀναστησάμενος ῥώμῃ. εἰσεποιήσατο δὲ μεγαλοφρόνως περιέβαλέ τε ἐσθῆτα φαιδρὰν καὶ χρυσέῳ κατεκόσμησεν διαλογ.1.10 ὅρμῳ. τὸν δὲ κρωβύλον τουτονί, τέττιξ δ' [ὁ] ἄρα αὐτῷ χρύσεός ἐστιν ἐφεζόμενος, ὁ θεσπέσιος οὑτοσὶ κατηγλάϊσε τῷ τε παρόντι συλλόγῳ ἐλάμπρυνεν, βῆμά τε προτέθεικεν διαλογ.1.11 εὐμενῶς ἱδρυμένον καὶ παρρησίαν ἀκίνδυνον. {ΦΙΛ.} ἄγαμαι, θύγατερ, τῆς μεγαλονοίας τὸν ἱεροφάντην ἐγώ, ὁπόσης κατορθωμάτων ἀναβάσεως ἐπιβέβηκε τὴν ὑψηλὴν τῆς θεολογίας ἀκρώρειαν περικαθήμενος ἐπί τε τὸν κολοφῶνα τῶν ἀρετῶν τὴν ἀποικίαν ποιούμενος. καὶ τῶν ὑπὸ σελήνην πλεονεκτημάτων ἀντέχεται, καὶ βίος αὐτῷ οἱ πανάριστοι λόγοι· οὐκ ἐθέλει γὰρ οὔτε τὸν περίγειον κόσμον μένειν ἀκόσμητον. διαλογ.1.12 οὕτως ὀναίμην τῶν ἐμῶν ἐραστῶν. ἢ σώματος ἐκτὸς φιλοσοφεῖ ἐπὶ γῆς, ἢ θεωρία σωματωθεῖσα μετὰ τῶν ἀνθρώπων διαλογ.1.13 ὡς ἄνθρωπος ἀναστρέφεται. {ΙΣΤ.} κάλλιστά γε, βασίλεια, τῶν ἐγκωμίων τὸν στέφανον ἔπλεξας. ἀλλ' εἴ σοι δοκεῖ, περὶ ταυτηνὶ τὴν πλάτανον κάθισαι μικρόν· ἀμφιλαφὲς γὰρ τὸ δένδρον, τοῦ τε ἄγνου τὸ ὕψος καὶ τὸ σύσκιον πάγκαλον. διαλογ.1.14 {ΦΙΛ.} πρόαγε δῆτα, ὦ παῖ, καὶ βαλβῖδά τινα τῇ διηγήσει τοῖς φιλακροάμοσιν ὥσπερ ἐντίθει προοίμιον. ἐγὼ δέ σοι ἐπιστήσω τὸν νοῦν οἷά τις ᾿Ιθακήσιος, μὴ διαβύσασα τὰ ὦτα,