1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

1

De sancta trinitate

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΤΡΙΑ∆ΟΣ.

ΠΡΟΟΙΜΙΟΝ. ΠΡΟΟΙΜΙΟΝ. Ἔδει μὲν πάντας τοὺς τῇ προσηγορίᾳ τοῦ Σωτῆ ρος ἡμῶν Ἰησοῦ Χριστοῦ λαμπρυνομένους, καὶ πρό βατα εἶναι σεμνυνομένους τοῦ τὴν ψυχὴν τεθεικότος ποιμένος ὑπὲρ ἡμῶν, τῆς τοῦ ποιμένος ἀκούειν φω νῆς, καὶ τὴν ὑπ' ἐκείνου δεικνυμένην νέμεσθαι πόαν, καὶ τοῖς τῆς εὐαγγελικῆς πίστεως ὅροις καὶ νόμοις ἐμμένειν, καὶ τὴν ἁπλῆν τῶν ἀποστόλων στέργειν διδασκαλίαν· ἐπειδὴ δὲ πολλοὶ πληγέντες τύφῳ, καὶ δόξης κενῆς ἐρασθέντες, καὶ ἑαυτοὺς ἀγνοήσαν τες, τὰ τῆς πεπλανημένης αὐτῶν ἐννοίας κυήματα, τῆς θεοπνεύστου διδασκαλίας προυτίμησαν, καὶ τῆς εὐθείας εἰς τὴν ἄνω πόλιν ἀγούσης ὁδοῦ παρατρα πέντες, εἰς πολυσχεδεῖς καὶ θανατηφόρους ἐχώρησαν ἀτραποὺς, πάντες μὲν ὁμοίως πλανώμενοι, οὐ τὴν αὐτὴν δὲ τῆς πλάνης ὁμοίως μετιόντες ὁδὸν, ἀλλὰ δια φόρως τῇ τῶν λογισμῶν ἀκολουθοῦντες ἀπάτῃ, ἡγοῦ μαι πρέπειν τοῖς τὴν βασιλικὴν καὶ τετριμμένην ὑπὸ τῶν εὐσεβῶν ὁδεύουσιν, ἐλεεῖν τε τοὺς πλανωμένους, καὶ τὴν ἀπάτην γυμνοῦν, καὶ τὴν εὐσέβειαν ὑποδει κνύναι, καὶ ποδηγεῖν τοὺς ἑπομένους, καὶ τῆς ἑκα τέρωσε παρατροπῆς ἀπείργειν, ἕως ἂν τὴν βασιλίδα πόλιν καταλάβωσι.

ΚΕΦΑΛΑΙΟΝ Αʹ. Ὅτι περὶ πολλοῦ ποιεῖται ὁ Θεὸς τῶν ἀνθρώπων σωτηρίαν. Τούτου γὰρ

χάριν καὶ ὁ τῶν ὅλων Σωτὴρ εἰς τὴν οἰκουμένην ἀπέστειλε τῶν ἀποστόλων τὸν ἱερὸν χο ρὸν, ἵνα ταῖς ἀκτῖσι τῆς θεογνωσίας τοὺς ἐν τῷ σκό τει τῆς ἀγνοίας συντεθραμμένους φωτίσωσιν, ἵνα τὰ διασκεδασμένα πρόβατα καὶ τοῖς λύκοις προκείμενα συναγάγωσί τε καὶ ποιμάνωσιν ἐμμελῶς, ἵνα τὴν ἀγριέλαιον εἰς καλλιέλαιον τῇ τοῦ Πνεύματος μετα βάλλωσι τέχνῃ, ἵνα τοὺς κρυπτομένους τῷ βυθῷ τῆς ἀσεβείας, τῷ τῆς διδασκαλίας ἁλιεύσωσι λόγῳ· ἐπειδὴ τοίνυν καὶ τῷ ποιητῇ τῶν ἀνθρώπων πάντων ἥδιστον τῶν ἀνθρώπων ἡ σωτηρία, καὶ τῇ φύσει δὲ δοκεῖ τὸ τῷ πέλας ἐπαμύνειν δεομένῳ κηδεμονίας, τὸ δοθὲν ἡμῖν ὑπὸ τοῦ Κυρίου τῆς γνώσεως τάλαντον ἐπὶ τοὺς τραπεζίτας καὶ ἡμεῖς καταβάλλωμεν, ἵνα μὴ τῷ ἀργῷ συγκαταδικασθῶμεν οἰκέτῃ· καὶ τῶν θείων δογμάτων τὴν διδασκαλίαν προθήσομεν, τοῖς τε εἰδόσιν εἰς ἀνά μνησιν, καὶ τοῖς ἀγνοοῦσιν εἰς μάθησιν.

Βʹ. Τίς ὁ χαρακτὴρ τοῦ ἐκκλησιαστικοῦ λόγου. Κηρυττέτω δὲ τὴν

εὐαγγελικὴν ὁ λόγος πίστιν ἁπλοϊκῶς οὕτω καὶ διδασκαλικῶς, μὴ διαλεκτικῶς μηδ' ἀντιλογικῶς, ἀλλ' Ἐκκλησίας Θεοῦ προσφό ρως, κατανυκτικῶς, μὴ ἐπιδεικτικῶς, διδακτικῶς, μὴ δικανικῶς, τεχνολογίας ἀπηλλαγμένος, θεολογίᾳ κε χρημένος· μὴ πολυπραγμονῶν τὰ ἀνέφικτα, μὴ ἐρευνῶν τὰ ἀπερινόητα, μὴ νῷ καὶ λόγῳ τὰ ἀχώρητα περιγράφων, μὴ τεχνικαῖς τὸν ἀριστοτέχνην ὑποβάλ λων μεθόδοις, μὴ τὴν πίστιν ἐῶν, καὶ τὴν ἀπόδειξιν ἀπαιτῶν· τοῖς ἁλιεῦσιν ἑπόμενος, τὸν σκυτοτόμον ἰχνηλατῶν, ὑπὸ τοῦ τελώνου ποδηγούμενος, τῷ προ φητικῷ καταυγαζόμενος λύχνῳ, τῷ εὐαγγελικῷ φω τιζόμενος ἡλίῳ, μηδὲν τῶν οἰκείων λογισμῶν ἀναμι γνὺς, πάντα δὲ τοῦ παναγίου Πνεύματος ὑφαίνων διδάγματα· οὗτος γὰρ τῆς θείας διδασκαλίας ὁ ὅρος.