In Job (sermones 14) (olim sub auctore Joanne Chrysostomo)

 Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Τοιοῦτος ἦν καὶ ὁ Ἀδὰ

 ἐῤῥιζωμένος καὶ τεθεμελιωμένος, καὶ μέχρι αὐτῶν τῶν οὐρανίων ἁψίδων ἠσφαλισμένος. Ἦλθε πρῶτος ἄγγελος, καὶ λέγει τῷ Ἰώβ· Τὰ ζεύγη τῶν βοῶν ἠροτρία, κα

 Τῶν υἱῶν σου, φησὶ, καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ. Βλέπε πῶς πάσης συνέσεως καὶ σοφίας πεπληρωμένος

 αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον Κυρίου, ἀλλ' ἀντὶ τούτων ἁπάντων ὁλόκληρον εὐχαριστίαν ἀντὶ θυσίας ἤνεγκε τῷ Θεῷ, λέγων· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημέν

 ἐκ τῆς ῥίζης ἀνθήσας, δικαιοσύνης βραβευτής. Ἐκεῖνος τῇ φύσει ἐπολέμησε, καὶ τὸν ἀδελφὸν ἀλλότριον ἡγεῖτο· οὗτος καὶ τοὺς ἀλλοτρίους ἀδελφοὺς ἐνόμιζεν

 πολυθεΐας ἀπεσπασμένους, τοὺς ἀπὸ κακίας συνειλεγμένους, τοὺς ἀπὸ πορνείας καὶ μοιχείας συνηθροισμένους, οὐ προσέθηκε τὸ ἄκρον τῆς ἀρετῆς, ἀλλ' ὡς ἦλθ

 θεωρημάτων τὴν ἀκολουθίαν. Καὶ γένοιτο ἡμᾶς γνησίως καὶ τὴν ἑορτὴν ἐπιτελέσαι, καὶ τοῖς παθήμασι τῶν ἁγίων κοινωνήσαντας, κοινωνῆσαι καὶ τῷ πάθει Χρισ

 τῷ πλούτῳ τῷ προσκαίρῳ μᾶλλον, ἀλλὰ τῷ τῆς εὐσεβείας. Ἄλλος δέ τις σοφὸς κοινῶς ἐκλαμβάνων τὸν λόγον, νομίζει ἔργα μεγάλα εἶναι ἀμπελῶνας καὶ ἐλαιῶνας

 δρομεῖς, κούρσωρας καλουμένους Ῥωμαϊστί· ὅταν δὲ μετ' ἀτιμίας τινὰς ἕλκωσιν, ἑτέρους ἐκπέμπουσιν ἀπηνεῖς καὶ σκληροὺς στρατιώτας; Οὕτω καὶ ὁ Θεὸς τοῖς

 οὐρανὸν ὅτι πάντα αὐτῷ πεπάτηται γήϊνα, ὅτι πάντας ὑπὸ πόδας ἔχει τοὺς ἀνθρώπους. Περιελθὼν, ἔφη, τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι.

 ἀδικήσαντι, διὰ τί προσκυνεῖς τὸν ἀναλίσκοντά σου τὰ κτήματα; Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Ἤκουσεν ὁ Ἰὼβ, καὶ πάλιν ἤνεγκε γενναίως. Ἡ γὰρ ὑπομονὴ ἐκείν

 γυνὴ ὑπελέλειπτο, οὐ φεισαμένου τοῦ διαβόλου, ἀλλ' ἑαυτῷ τὸ ὅπλον τηρήσαντος. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι διὰ γυναικὸς τὸν πρῶτον ἄνθρωπον κατηγωνίσατο, φυλά

 ἀγωνίσασθαι· ἠδύνατο Πέτρος ἄνευ ἐπαγγελίας ἀνδρίσασθαι, ἠδύναντο οἱ ἀπόστολοι μὴ δεξάμενοι ἐπαγγελίαν ἀγαθῶν ὑπὲρ ἀρετῆς ἀγωνίσασθαι· ἀλλ' οὐ πανταχο

 πάντα εἰδότος. Πόθεν σὺ ἔρχῃ; Βλέπε τοῦ Θεοῦ τὴν σοφίαν· βλέπε τοῦ διαβόλου τὴν πανουργίαν. Ὁ μὲν Θεὸς ᾔδει πόθεν ἦλθεν, ὅτι ἡττηθεὶς παρὰ τοῦ δικαίου

 Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. Ὅλον αὐτοῦ τὸ σῶμα ἓν τραῦμα ἐποίησεν, ἕνα 56.578 μώλωπα. Ἔδει γὰρ ὅλον δι' ὅλου στεφανωθῆναι αὐτὸν ἀγωνιστήν.

 τὸ μέγεθος, ὑβρίζει τὰ ἄψυχα, καὶ πληροῖ τοῦ πάθους τὴν πληροφορίαν, οὐ τοῦ Θεοῦ κατατολμῶν, ἀλλ' ἑαυτοῦ καὶ τῆς ἡμέρας κατηγορῶν· καταρᾶται γὰρ, οὐ τ

 ἔπαθε καὶ ἐπὶ τοῦ Ἰώβ. Ἀνεῖλε μάρτυρας, ἵνα σβέσῃ τὴν Ἐκκλησίαν, οὐκ εἰδὼς, ὅτι μετὰ τοὺς μάρτυρας ἀνθήσει ἡ Ἐκκλησία. Πάντες οὖν ἠγνόουν, πλὴν τοῦ Θε

 τοῦτο οὐκ ἀπὸ φιλοτιμίας, ἀλλ' ἀπ' ἀκακίας, λέγοντος· Οὐκ ἀπεποιησάμην κρῖμα θεράποντός μου, καὶ θεραπαινίδος μου, κρινομένων αὐτῶν πρός με. ∆ώσω ἀπόκ

 ἦσθα. Τὸν οὖν ἀρχαιότερον τῶν αἰώνων, τὸν κτίστην τῆς δημιουργίας εἰς κρίσιν ἐκάλεσας; Ὅτε ἔτεινα σπαρτίον ἐπὶ τῆς γῆς, ὅτε τοὺς στύλους αὐτῆς ἥδρασα,

 πάλιν αὐτὸν ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ ἀπὸ τοῦ τάφου εἰς βασιλείαν παραδέξονται, καὶ τῶν ἀποῤῥήτων ἐκείνων καὶ αἰωνίων ἀγαθῶν ἀπολαύσουσιν ὁμοθυμαδόν·

In Job (sermones 14) (olim sub auctore Joanne Chrysostomo)

Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος αʹ. αʹ. Ἧκεν ἡμῖν ἐνιαύσιος σήμερον ὁ τῆς οἰκουμένης ἀθλητής· ἧκεν ἡμῖν ὁ ξένος καὶ τῶν ἀγγέλων ὁμότιμος ἀγωνιστὴς, ὁ πολλὰ παρὰ τοῦ διαβόλου τυπτόμενος, καὶ πολλὰ παρὰ τοῦ Θεοῦ μαρτυρούμενος· ὁ πολλὰ παρὰ τοῦ διαβόλου πληττόμενος, καὶ πολλὰ βραβεῖα παρὰ τῶν θεατῶν ἀγγέλων ὑποδεχόμενος· ὁ πολλὰ ὑπὸ τοῦ Ἐχθροῦ μαστιζόμενος, καὶ μέγας στεφανίτης ὑπὸ τοῦ Θεοῦ εἰς τὴν οἰκουμένην ἀναδειχθείς. Οὕτω γὰρ αὐτὸς αὑτῷ διαλεγόμενος ἔλεγεν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἀλλ' ἢ ἵνα ἀναφανῇς δίκαιος; Τίς οὖν τὸν τοιοῦτον ἀριστέα κατ' ἀξίαν εὐφημῆσαι δύναται; τίς ἀντάξια τῶν ἀνδραγαθημάτων αὐτοῦ βραβεῖα πλέξαι κατατολμήσει; τίς ἐπιχειρήσει πρὸς ἄπειρον πέλαγος ἐγκωμίων ἀναβῆναι; Ὡς γὰρ οὐκ ἄν τις τῶν νοῦν ἐχόντων κατατολμήσειέ ποτε τῆς θαλάσσης τὸ πέλαγος βήμασιν ἀνθρωπίνοις διαπεράσαι, οὕτως οὐδέ τις τῶν σοφῶν καὶ λίαν διδασκάλων ἐπιχειρήσει ποτὲ τοὺς κατ' ἀξίαν ἐπαίνους τῆς γενναίας ἐκείνης καὶ τρισολβίου ψυχῆς τοῖς ἀκροαταῖς διηγήσασθαι. Πᾶσαν γὰρ ἀνθρωπίνην ὑπερβάλλει σοφίαν τὰ τούτου κατορθώματα· πᾶσαν ὑπερβάλλει στεφανηφορίαν τὰ τούτου παλαίσματα. Οὐκοῦν ἀγγελικῆς ἐπιδεόμεθα γλώσσης, ἵνα ἄκροις, ὡς εἰπεῖν, τοῖς δακτύλοις ἐφαψάμενοι τῆς μυροθήκης ἐκείνης, πᾶσαν ὁμοῦ τὴν ἐκκλησίαν πληρώσωμεν. Μόνον γὰρ ἐὰν ἐπιχειρήσωμεν ἅψασθαι τοῦ ἀγγείου τοῦ Ἰὼβ, καὶ μικρὸν αὐτὸ διασαλεύσωμεν, εὐθὺς τῆς εὐωδίας τοῦ μύρου ἡ ἐκκλησία πληροῦται. Ἀκούσωμεν τοίνυν τῆς ἱστορίας περὶ αὐτοῦ λεγούσης· Ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον Κυρίου. Εἶδες μαρτυρίαν τὴν εὐφημίαν τῶν ἀγγέλων διεγείρουσαν; εἶδες μαρτυρίαν τὸν διάβολον μετὰ τῶν ἐπιχειρημάτων αὐτοῦ καταισχύνουσαν; Ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν. Αὕτη ἡ τοῦ Θεοῦ μαρτυρία κατὰ πᾶσαν ἐκκλησίαν, ὡς μύρον πολυτίμητον, τοὺς ἀκούοντας εὐφραίνει. Ὢ ἀγγείου πολυτίμου εἰς ἕνα τόπον κατὰ τὴν Ἀραβίαν ἀποκειμένου, καὶ κατὰ πᾶσαν τὴν οἰκουμένην τὴν εὐωδίαν τοῦ μύρου διαπεμπομένου! ὢ ἀγγείου μυρίοις λίθοις καὶ πληγαῖς καὶ βέλεσι παρὰ τοῦ διαβόλου τυφθέντος, καὶ τὸ μύρον μὴ ἐκχέαντος! Πολὺς ἐγένετο τῷ δια56.564 βόλῳ κάματος, ἵνα τὸ ἀγγεῖον συντρίψῃ. καὶ τὸ μύρον 56.564.20 τῆς εὐσεβείας ἀφανίσῃ· καὶ ἐσπούδαζε διὰ τῆς δυσωδίας τῶν τραυμάτων ἀμαυρῶσαι τοῦ μύρου τὴν εὐωδίαν. Καὶ γὰρ καὶ τὸ σῶμα αὐτοῦ ἀπώζεσεν ἀπὸ τῆς ἑλκώσεως τῶν τραυμάτων· ἀλλ' ἔμεινε καὶ τὸ ἀγγεῖον τραυματιζόμενον, καὶ τὸ μύρον μὴ ἀπολλύμενον, ἵνα καὶ ἡμεῖς προσφόρως εἴπωμεν αὐτῷ· Μύρον ἐκκενωθὲν ὄνομά σοι. ∆έον οὖν αὐτὸν γυμνὸν, ὡς ἐπάλαιεν, ἀναστῆσαι τὸν ἀθλητὴν, ἵνα εἰς ἐκείνην τὴν εἰκόνα τὴν θαυμασίαν ὁρῶντες, πληροφορηθῶμεν διὰ τῆς φύσεως τῶν πραγμάτων, ὅτι ὁ Θεὸς δεῖξαι βουλόμενος τῷ διαβόλῳ, ὅτι ἐπὶ τῆς γῆς ἀνθρώπους δικαίους ἔχει, οὐκέτι διὰ κολακείας κατὰ τὸν Ἀδὰμ ἀπατωμένους, ἀλλὰ διὰ μυρίων βασάνων καὶ μαστίγων στεφανουμένους, ταύτην συνεχώρησε γενέσθαι τὴν δραματουργίαν. Ἀποστάτα, φησὶ, μεγαλοφρονεῖς, ὅτι τὸν Ἀδὰμ ἀπατήσας, καὶ τὴν γυναῖκα κολακεύσας, ἐξέβαλες τοῦ παραδείσου· ἰδοὺ ἄνθρωπος δίχα προσταγμάτων Γραφῆς βιώσας, καὶ τὸν ἄγραφον τῆς φύσεως νόμον διανοίᾳ κατορθώσας Προσάγαγε μυρίας θωπείας, μυρίας κολακείας, μυρίας βασάνους, εἰ δύνασαι τὴν ἀρίστην ταύτην παρασαλεῦσαι ψυχήν. Ἰδοὺ, τὸν πρῶτον ἄνθρωπον ἐξέβαλες τοῦ παραδείσου. Βλέπε νῦν, ἐπιχείρησον, εἰ δύνασαι, κἂν ἀπὸ κοπρίας τὸν ἀθλητὴν ὑποσκελίσαι. Ἀλλ', εἰ δοκεῖ, ἄνωθεν ὀλίγον εἰς αὐτὴν τὴν ἱστορίαν ἀναδράμωμεν· Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ