Fragmenta in epistulam ii ad Timotheum (in catenis) 2 Tim 1,1 Ἐν μὲν τῇ προτέρᾳ ἐπιστολῇ μέλλων ἐκκλησιαστικοὺς κανόνας παραδιδόναι, εἶπε κατ' ἐπιταγή

 ὁ ἀπόστολος· ἔφη γάρ· κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ. 2 Tim 4,6 Σπένδομαι. Ἀντὶ τοῦ ἀναιροῦμαι, σφάζομαι ὥστε ῥάναι τὸ αἷμά μου τῇ γῇ.

Fragmenta in epistulam ii ad Timotheum (in catenis) 2 Tim 1,1 Ἐν μὲν τῇ προτέρᾳ ἐπιστολῇ μέλλων ἐκκλησιαστικοὺς κανόνας παραδιδόναι, εἶπε κατ' ἐπιταγήν, ἐν δὲ τῇ δευτέρᾳ κατ' ἐπαγγελίαν ἔφη· ἡ γὰρ ἀποστολὴ ἡ μὲν κατ' ἐπιταγὴν τοῦ θεοῦ διατάττει τὰ συμφέροντα, ἡ δὲ τοῖς ἀκούουσι ἐπαγγελίαν ζωῆς, οὐ τῆς νῦν ἀλλὰ τῆς ἀϊδίου, τῆς ἐν Χριστῷ Ἰησοῦ. Ἐν τῇ πρώτῃ ἐπιστολῇ κατ' ἐπιταγὴν λέγει μέλλων διατάττειν, ἐν δὲ τῇ δευτέρᾳ ἐπιστολῇ κατ' ἐπαγγελίαν· ἡ γὰρ ἀποστολὴ διατάττει μέν, ἐπ' ἐλπίδι δὲ τοῦ τυχεῖν αἰωνίου ζωῆς τοὺς ὑπακούοντας. 2 Tim 1,3 Οὐ τὸ ἀπαράλειπτον λέγει τοῦ βίου, ἀλλὰ τῆς εἰς θεὸν πίστεως. 2 Tim 1,8-10 Ἐπειδὴ ὁ κατὰ τῶν εὐαγγελιζομένων πειρασμὸς ἐκκοπὴν ἐποίει τῷ εὐαγγελίῳ, διὰ τοῦτό φησιν· συγκακοπάθησον τῷ εὐαγγελίῳ. ἐπήγαγε δέ· κατὰ δύναμιν θεοῦ, ἐπειδὴ αὐτὸ τὸ κακοπαθεῖν τῆς τοῦ θεοῦ δεῖται βοηθείας, τοῦ καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου. ἦν καὶ ἐπὶ τοῦ Ἀδὰμ ζωὴ καὶ ἐπὶ τῶν μετ' αὐτόν, ἀλλὰ τῷ θανάτῳ τῆς παρακοῆς ἐζοφώθη. ἐφωτίσθη οὖν νῦν τῇ ἀναστάσει τοῦ Χριστοῦ· ἐζοφώθη τῷ θανάτῳ, φωτίζεται διὰ τοῦ Χριστοῦ. Καὶ πῶς οἷόν τε πειράζεσθαι τὸ εὐαγγέλιον; ὡς ἐπειράζοντο οἱ κηρύττοντες. ἀλλ' ἐπειδὴ ὁ κατὰ τῶν εὐαγγελιζομένων πειρασμὸς ἐγκοπὴν ἐποίει τῷ εὐαγγελίῳ, διὰ τοῦτο ταῦτά φησιν. -Φωτίσαντος δὲ ζωήν. τὸ ὂν φωτίζεται. ἐπειδὴ τοίνυν ἐδόθη μὲν πρὸ τῆς παρακοῆς τοῦ Ἀδὰμ ἡ ζωή, θανάτῳ δὲ ἐζοφώθη, πάλιν τῇ ἀναστάσει τοῦ σωτῆρος ἡ ζωὴ φωτίζεται. 2 Tim 1,12 Ποίαν παραθήκην; τὴν ὑγιῆ διδασκαλίαν ἐδίδαξεν αὐτόν. 343 2 Tim 2,4 Ἐπειδὴ προεῖπεν, οὐ δεῖ τὸν στρατευόμενον ἐμπλέκεσθαι τῆς τοῦ βίου πραγματείας, ἐζητεῖτο δὲ λοιπὸν πῶς μὴ ἐμπλεκόμενος ἔχει τὰ πρὸς τὴν χρείαν. ἐνέφηνεν ὅτι ἀπὸ τοῦ εὐαγγελίου δεῖ ζῆν. 2 Tim 2,17 Πάθος ἐστὶν ἡ γάγγραινα, κατασήπων καὶ εὐχερῶς κατατρέχων τοῖς σώμασιν. 2 Tim 4,1 Οὐχ ὡς καταγινώσκων ῥᾳθυμοῦντος μαρτύρεται, ἀλλ' ἵνα ἐν τῇ μαρτυρίᾳ φυλάξῃ αὐτῷ δι' ὅλου τὴν ἑαυτοῦ πρόθεσιν. διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, ἀντὶ τοῦ ἵνα ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου, ἔχω ἀπολογίαν ὅτι ἐγὼ εἶπον. ταῦτα δὲ λέγει, ἵνα παρρησίαν αὐτῷ δῷ πρὸς τὸ κηρύττειν τὸν λόγον. 2 Tim 4,2 Βούλεται γὰρ διὰ τούτου τοῦ παραγγέλματος κατὰ πάντα καιρὸν τοῖς μαθητευομένοις ἐφίστασθαι τὸν διδάσκαλον τοῦ μὲν εὐκαίρως δηλοῦντος τὴν μετὰ τὴν ἁμαρτίαν ὑπόμνησιν· τότε γὰρ δοκεῖ πῶς εὔκαιρον εἶναι τὸ διελέγξαι τὸν ἁμαρτήσαντα. ἐπειδὴ δὲ τῆς προφυλακτικῆς ἔξω τοῦτο βοηθείας καθέστηκε, τὸ ἀναμένειν ἁμαρτεῖν πρῶτον τὸν ἄνθρωπον, εἴθ' οὕτως ἐλέγχειν αὐτὸν καὶ πρὸς τὴν μετάνοιαν ἐπιστρέφειν ἐπιδιορθούμενος τὸν λόγον φησίν, οὐ μόνον εὐκαίρως ἀλλὰ καὶ ἀκαίρως, ἵνα ᾖ τὸ ἀκαίρως τὸ πρὶν τὴν ἁμαρτίαν εἰς ἔργον ἐλθεῖν. περιττὸν γὰρ καὶ οὐκ ἐπὶ καιροῦ νομίζεται τοῖς πολλοῖς τὸ τοῖς μήπω διαμαρτοῦσι προσδιαλέγεσθαι. τοῦτο δὲ τὸ περιττὸν καὶ ἄκαιρον τοῖς εἰδόσι διακρίνειν λίαν ἐστὶν ἀναγκαῖον καὶ εὔκαιρον. καὶ τῷ σωφρονοῦντι γὰρ διαλεκτέον περὶ πορνείας, ἵνα μὴ τοῖς τοῦ πάθους λίνοις ἐμπέσοι, καὶ τῷ τὴν αὐτάρκειαν τιμῶντι καὶ τὸ ἶσον, καὶ δίκαιον τοὺς περὶ πλεονεξίας καὶ φιλαργυρίας λόγους διεξιέναι προσήκει, μή 344 πως ἀφυλάκτως τῆς ῥίζης τῶν κακῶν βλάστημα παραδέχηται. ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Παῦλος ὁ ἀπόστολος διωρίσατο. 2 Tim 4,5 Ἡ τῆς διακονίας πληροφορία τὸ πλῆρες καὶ ἀνελλειπὲς ὑποφαίνει τῶν λόγων ὅσα τῆς ἀρχιερωσύνης καθέστηκεν ἴδια, καὶ τὸ πανταχόθεν τὰς τοῦ λογικοῦ ποιμνίου χρείας ἀναπληροῦν ὡς πᾶσι τοῖς μέλεσιν ἀρτίως ἔχειν ἔν τε ἱερεῦσι καὶ λειτουργοῖς· εἰς γὰρ τὸ ἀνοικοδομεῖν καὶ φυγεύειν ἐτάχθησαν οἱ τὸ τῆς ἐπισκοπῆς ἀξίωμα κληρωσάμενοι, καὶ εἰ κακοπαθεῖν διὰ τοῦτο συμβαίη. διὸ καὶ ἐν τοῖς εἰρημένοις τὴν κακοπάθειαν τοῦ ἔργου προέταξεν