Fragmenta in epistulam ad Romanos (in catenis) Ro+m 1,1 Ὡς ἀγνοοῦντος δὲ τοῦ κόσμου τὴν τοῦ Χριστοῦ θεότητα κηρύσσει ταύτην. Καὶ τί δήποτε τὸ κοινὸν ἰ

 ἀποκαλύπτεται καὶ ἐκλάμπει τῆς δικαιοκρισίας τοῦ θεοῦ τὸ φέγγος, ἑκάστου τῶν κατ' ἀξίαν τῶν βεβιωμένων αὐτῷ τυγχάνοντος. εἰκὼν οὖν ἡμέρα ὀργῆς, ἐδίδαξ

 θεόν, ὡς ἤδη δεδωκότα ὃ ἐπηγγείλατο. Ro+m5,19 Εἶδες πῶς διορίζει κἀνταῦθα, ἐπὶ μὲν τῆς ἁμαρτίας καὶ τῆς δικαιοσύνης τὸ πολλοὶ τιθείς-οὐ γὰρ πάντες ἥμα

 ἐπαγγέλλεται· τὸ δὲ αὐτὸ πνεῦμά ἐστιν ἐπ' ἀμφοτέρων τῶν λαῶν ἐνεργῆσαν, τὸ τῆς δουλείας καὶ υἱοθεσίας κατὰ τὸ συμφέρον καὶ ἁρμόδιον κατὰ τὴν ἀμφοτέρων

 πάντων ὥσπερ καὶ τῆς ἐλαίας, οὐ μία δὲ προαίρεσις ὥσπερ ἐπὶ τοῦ ἀγρίου καὶ ἡμέρου· ἄγριον καλῶν τὸ ἀπηλλοτριωμένον καὶ ἄχρηστον τῷ δεσπότῃ, ἥμερον δὲ

 Ro+m16,19 Τοῦτ' ἔστι φρονήσει μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ' ἑτέρων ἀδικεῖσθαι, ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπιβουλεύειν.

Fragmenta in epistulam ad Romanos (in catenis) Ro+m 1,1 Ὡς ἀγνοοῦντος δὲ τοῦ κόσμου τὴν τοῦ Χριστοῦ θεότητα κηρύσσει ταύτην. Καὶ τί δήποτε τὸ κοινὸν ἰδιοποιεῖται; ἐπειδὴ πολλοὶ μὲν καὶ θεασάμενοι τὸν κύριον καὶ μὴ θεασάμενοι ἐπίστευσαν, Παῦλος δὲ οὐρανόθεν καλεῖται Σαοὺλ Σαούλ, τί με διώκεις; πρόσεστι δὲ αὐτῷ καὶ πλέον τι παρὰ τοὺς λοιποὺς ἀποστόλους· τοὺς γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην αὐτὸς ὁ κύριος καλέσας καὶ μαθητὰςἐσχηκώς, οὐκ εὐθὺς ἀποστόλους ἐποίησεν ἢ ὠνόμασεν, τὸν δὲ Παῦλον ὁμοῦ καὶ ἐκάλεσεν καὶ εἰς ἀποστολὴν παρήγαγεν. Καὶ ὅτι γνώμῃ τοῦ πατρὸς τὸ εὐαγγέλιον κηρύττεται. Ro+m1,2 Προφητῶν δὲ αὐτοῦ εἶπεν, ἐπειδὴ εἰσὶ καὶ τῶν εἰδώλων προφῆται, τῇ αὐτοῦ φωνῇ διαστέλλων καὶ προφήτας προφητῶν καὶ εὐαγγέλιον εὐαγγελίων· πολλὰ γὰρ εὐαγγέλια, ἀλλὰ θνητὰ καὶ πρόσκαιρα, τὸ δὲ τοῦ Χριστοῦ τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν ὑπισχνεῖται ἐν γραφαῖς ἁγίαις. αὐτοῦ τοίνυν καὶ οἱ προφῆται καὶ οὐχ ἑτέρου θεοῦ, ἀλλὰ τοῦ πατρὸς τοῦ Χριστοῦ. Ro+m1,7 Καὶ τὸ ἁγίοις δὲ οὐχ ἁπλῶς εἴρηται, ἀλλ'-ἐπειδὴ πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί· οὐ γὰρ πάντες ἐπέμενον τῇ κλήσει -ἵνα μὴ ῥίψῃ τὰ ἅγια τοῖς κυσίν. 214 Ro+m1,7 Κατὰ δὲ τοὺς αἱρετικούς· εἰ κύριος ὁ Χριστός, πατὴρ δὲ ἡμῶν ὁ θεός, ἔσται καὶ ὁ πατὴρ δοῦλος τοῦ Χριστοῦ· οἷος γὰρ ὁ υἱός, τοιοῦτος καὶ ὁ πατήρ. ἀλλ' οὐχ οὕτως ταῦτα ἔχει· πατὴρ γὰρ ἡμῶν εἶπεν, ἵνα τὴν χάριν δείξῃ, κύριον δὲ Ἰησοῦν, ἵνα μὴ μέγα φρονήσαντες ὡς καὶ αὐτοὶ υἱοὶ θεοῦ καθέλωσι τοῦ υἱοῦ τὴν δόξαν, ἢ ἑαυτοὺς ἀναγάγωσιν ὑπὲρ τὴν φύσιν. Τὸν μέντοι θεὸν πατέρα ἐκάλεσεν, ὅτι οὐδένα κρίνει, τὸν δὲ υἱὸν κύριον, ὅτι αὐτός ἐστι κριτής. πατέρα δὲ λέγει, ἵνα τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐνδείξηται· κύριον δὲ καλεῖ τὸν υἱόν, ἵνα γνῶμεν ὅτι θεοῦ ἀγαθότητι υἱοὶ καλούμεθα, αὐτὸς δὲ ὁ Ἰησοῦς ὡς φύσει θεὸς ἀληθινός, κύριος ἡμῶν ἐστιν. Ro+m1,13 Καὶ πάλιν, ἐπειδὴ πολλοὶ διά τινα ἀνθρώπινα ἔσπευδον εἰς τὴν Ῥώμην, καὶ τὸν πόθον δείκνυσιν, καὶ ὅτι εὐσεβὴς οὗτος τῇ προσθήκῃ. παρίσταται δὲ ἐπιποθεῖν Ῥωμαίους, ἴσως ἐπειδὴ πλέον τι εἶχεν ἡ Ῥωμαίων πίστις προτροπὴ γινομένη πᾶσι τοῖς ὑπ' αὐτοῖς. Ro+m1,25 Ὅτι ὁ μὲν θεὸς ἀληθῶς ἐστι θεός, τὰ δὲ εἴδωλα οἷς προσεκύνησαν, ψευδῶς προσαγορεύονται θεοί. Ro+m1,27 Οὐχ ἁπλῶς δὲ τῆς τοιαύτης ἀσχημοσύνης μέμνηται, ἀλλ' ὅτι ἤκουσεν ἐν Ῥώμῃ καὶ ἀρσένων ἑταιρίαν εἶναι. 215 Ro+m1,32-2,1 ∆ικαίωμα δὲ λέγει θεοῦ τὴν δικαίαν αὐτοῦ ἀνταπόδωσιν ἣν ἀνταποδίδωσιν ἑκάστῳ κατὰ τὴν ἀξίαν. τοῦτο οὖν φησιν· εἰ καὶ οἱ ἄνθρωποι ἐκ τῆς φυσικῆς αὐτῶν διανοήσεως ἴσασιν ὅτι οἱ πλημμελοῦντες ἔχουσι τιμωρηθῆναι ἐκ θεοῦ, ὅμως οὐκ ἀφίστανται τῶν χειρίστων, καὶ τὸ πάνδεινον ὅτι καὶ τοῖς πράττουσιν αὐτὰ συναρέσκονται. δικαίωμα οὖν τοῦ θεοῦ αὐτὸ τοῦτό φησιν ὅτι οἱ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, ἢ τὴν δικαιοσύνην αὐτοῦ ἁπλῶς ἢ τὰς ἐντολὰς ἢ τὸν Μωϋσαϊκὸν νόμον· οὕτως γὰρ τρανῶς ἀποτόμως διακελεύεται ἀξίους θανάτου κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας. διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράττεις ὁ κρίνων. Ro+m2,5 Ἐδήλωσε διὰ τοῦ θησαυρίζειν τὰς κατὰ μέρος συναγομένας ἁμαρτίας προσθήκην κολάσεως γίνεσθαι διὰ τῆς τοῦ κριτοῦ μακροθυμίας τοῖς νοσοῦσιν ἀνίατα. οὐ πάθος δὲ θεοῦ κατηγορῶν ὀργίζεσθαί φησι τὸν θεόν, ἀλλὰ τῇ τῶν ἀνθρώπων συνηθείᾳ καταχρώμενος περὶ τῆς τοῦ θεοῦ κρίσεως διαλέγεται, ἥτις ἐπὶ τοῦ παρόντος βίου καλύπτεται καὶ λανθάνει εἰς καιρὸν κρίσεως ταμιευομένον. σοφῶς καὶ τοῦτο τοῦ θεοῦ οἰκονομοῦντος, οὐ κατὰ τὴν τοῦ δικαίου τάξιν, ὅτι οἱ ἀσεβεῖς οὐδὲ εὖ πάσχοντες νῦν ἐπαισθάνονται, οὔτε οἱ δίκαιοι τῶν κατὰ τὸν βίον δεινῶν πειρασθέντες μετέβαλλον τῆς εὐσεβείας τὸν τρόπον, ὅπερ τινὲς ἀγνοοῦντες σκανδαλίζονται λέγοντες ἀπρονόητα τὰ πάντα, οἰόμενοι μὴ ἐφορᾶν τὰ ἐν ἀνθρώποις τὸν θεόν. ὅτε δὲ ἐν τῇ τῆς ἀποδόσεως ἡ προθεσμία, τότε καὶ