Fragmenta

Fragmenta

S. SERAPIONIS ANTIOCHENI EPISCOPI,QUI FINE SAECULI SECUNDI FLORUIT,FRAGMENTA. EX EPISTOLA AD CARICUM ET PONTIUM.

ὍΠΩΣ δὲ καὶ τοῦτο εἰδῆτε ὅτι τῆς ψευδοῦς ταύτης τάξεως τῆς

ἐπικαλουμένης νέας προφητείας (scil. Montanistarum haeresis) ἐβδέλυκται ἡ ἐνέργεια παρὰ πάσῃ τῇ ἐν κόσμῳ ἀδελφότητι, πέπομφα ὑμῖν καὶ Κλαυδίου Ἀπολιναρίου τοῦ μακαριωτάτου γενομένου ἐν Ἱεραπόλει τῆς Ἀσίας ἐπισκόπου γράμματα.Attulit haec Eusebius lib. v. Hist. c. 19; ubi proxime post pergit scribere, Ἐν ταύτῃ δὲ τῇ τοῦ Σαραπίωνος ἐπιστολῇ, καὶ ὑποσημειώσεις φέρονται διαφόρων ἐπισκόπων· ὧν ὁ μέν τις ὧδέ πως ὑπεσημῄνατο· Αὐρήλιος Κυρήνιος μάρτυς ἐῤῥῶσθαι ὑμᾶς εὔχομαι· ὁ δέ τις τοῦτον τὸν τρόπον· Αἴλιος Πούπλιος Ἰούλιος ἀπὸ ∆εβελτοῦ 452 Κολωνείας τῆς Θρᾴκης ἐπίσκοπος· ζῇ ὁ Θεὸς ὁ ἐν τοῖς οὐρανοῖς, ὅτι Σωτᾶς ὁ μακάριος ὁ ἐν Ἀγχιάλῳ ἠθέλησε τὸν δαίμονα τῆς Πρισκίλλης ἐκβαλεῖν, καὶ οἱ ὑποκριταὶ οὐκ ἀφῆκαν. καὶ ἄλλων δὲ πλειόνων τὸν ἀριθμὸν ἐπισκόπων συμψήφων τούτοις ἐν τοῖς δηλωθεῖσι γράμμασιν αὐτόγραφοι φέρονται σημειώσεις.

EX LIBRO DE EVANGELIO,QUOD SUB NOMINE PETRI FEREBATUR.

Ἡμεῖς γὰρ ἀδελφοὶ, καὶ Πέτρον καὶ τοὺς ἄλλους ἀποστόλους ἀποδεχόμεθα

ὡς Χριστόν· τὰ δὲ ὀνόματι αὐτῶν ψευδεπίγραφα, ὡς ἔμπειροι παραιτούμεθα· γινώσκοντες ὅτι τὰ τοιαῦτα οὐ παρελάβομεν. ἐγὼ γὰρ γενόμενος παρ' ὑμῖν, ὑπενόουν τοὺς πάντας ὀρθῇ πίστει προσφέρεσθαι. καὶ μὴ διελθὼν τὸ ὑπ' αὐτῶν προφερόμενον ὀνόματι Πέτρου εὐαγγέλιον, εἶπον· ὅτι εἰ τοῦτό ἐστι μόνον τὸ δοκοῦν ὑμῖν παρέχειν μικροψυχίαν, ἀναγινωσκέσθω· νῦν δὲ μαθὼν ὅτι αἱρέσει τινὶ ὁ νοῦς 453 αὐτῶν ἐνεφώλευεν ἐκ τῶν λεχθέντων μοι, σπουδάσω πάλιν γενέσθαι πρὸς ὑμᾶς. ὥς τε ἀδελφοὶ προσδοκᾶτέ με ἐν τάχει. ἡμεῖς δὲ ἀδελφοὶ καταλαβόμενοι (Vet. Interp. κατελάβομεν) ὁποίας ἦν αἱρέσεως ὁ Μαρκιανὸς, καὶ (Idem ὃς καὶ) ἑαυτῷ ἠναντιοῦτο μὴ νοῶν ἃ ἐλάλει, ἃ μαθήσεσθε ἐξ ὧν ὑμῖν ἐγράφη. ἐδυνήθημεν γὰρ παρ' ἄλλων τῶν ἀσκησάντων αὐτὸ τοῦτο τὸ εὐαγγέλιον, τουτέστι παρὰ τῶν διαδόχων τῶν καταρξαμένων αὐτοῦ, οὓς ∆οκητὰς καλοῦμεν (τὰ γὰρ φρονήματα τὰ πλείονα, ἐκείνων ἐστὶ τῆς διδασκαλίας) χρησάμενοι παρ' αὐτῶν διελθεῖν· καὶ εὑρεῖν τὰ μὲν πλείονα τοῦ ὀρθοῦ λόγου τοῦ Σωτῆρος· τινὰ δὲ προσδιεσταλμένα, ἃ καὶ ὑπετάξαμεν ὑμῖν. Attulit Eusebius lib. vi. Hist. cap. 12.