1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

1

Epistulae 1 166

Καισαρείωι καὶ Εὐβούλωι

Πυθαγόρας ὁ Σάμιος, ἀλλ' οὐδὲ τοῦτόν φασιν ὡς μέχρι παντὸς ἐτίμα σιγήν, ἀλλ' ὥριστο χρόνος αὐτοῖς μεταβολὴν ἄγων ἐπὶ λόγους, καὶ μετεβάλλοντο. ἀλλ' οὐδὲ παρ' ὃν ἐσιώπων χρόνον ἔδει δήπουθεν μηδὲν παρ' ἀλλήλων εἰδέναι, ἀλλὰ τὴν μὲν γλῶτταν εἶχε σιγή, ἡ δὲ χεὶρ διηκονεῖτο τῇ γνώμῃ, καὶ διὰ τῶν γραμμάτων πάλιν ἐφθέγγοντο. ὑμεῖς δὲ εἰ μὲν τὸν Πυθαγόραν ζηλοῦτε, καὶ δὴ πέρας ἔστω σιγῆς· λύσει γὰρ αὐτὴν εἰκότως ὁ χρόνος. εἰ δέ τι πλέον φέροντες ἥκετε, σκληροί τινες ὑμεῖς καὶ ἀντερᾶν οὐκ εἰδότες. καίτοι τὸν Ἀλφειὸν λόγος ποταμὸν ὄντα καὶ τοσοῦτον Ἀρεθούσης ἀπῳκισμένον μέχρι καὶ νῦν ἐκ Πελοποννήσου τὴν Σικελίαν ὁρᾶν, καὶ διὰ μέσης θαλάττης ἀγόμενον σκοπεῖν ὅπως καλός τε ᾖ καὶ διαμένῃ γλυκὺς τῇ πηγῇ. ἡ δὲ δέχεται τὸν ἐραστὴν κεκμηκότα καὶ δίδωσιν ἑαυτήν, καὶ ἴδοις ἂν τότε ξένην ἀφροδίτην ποταμοῦ καὶ πηγῆς. ὑμεῖς δὲ οὔτε φοιτᾶτε πρὸς ἡμᾶς τοῖς λόγοις, οὔτε φοιτῶντας ἀμείβεσθε. ἀλλὰ γὰρ δοίητε τέλος ἐγκλημάτων ἡμῖν· εἰ δὲ μήἀλλ' οὐ βούλομαί τι λέγειν, ἵνα μὴ λυπήσας ἀπέλθω. 2 Ἱερωνύμωι Ἐγὼ μὲν ᾤμην σε τὸν Νεῖλον πάλαι κατειληφέναι, καὶ πολλάκις εἰς μνήμην λαμβάνων τοῦτο δὴ τὸ εἰωθὸς ἐμοὶ "1ὡς εὐδαίμονες"2 ἔλεγον "1τοῖς Αἰγυπτίοις οἱ παῖδες, πάλαι μὲν τὸν Νεῖλον ἔχοντες χορηγὸν τῶν ὅσα φέρειν οἶδεν ἐκεῖνος, νυνὶ δὲ καὶ τὴν σὴν μοῦσαν προσειληφότες οὐδὲν ἀτιμοτέραν τοῦ Νείλου, παρ' ἐμοὶ δὲ κριτῇ τάχα καὶ μείζω. ὁ μὲν γὰρ τὴν χώραν αὐτοῖς ἐπιρρέων πλουτεῖν ἐπιτρέπει, σὺ δὲ ταῖς τῶν νέων ψυχαῖς τὴν γλῶτταν ἐπαφιεὶς ἐπὶ τὸν τῆς ἐπιστήμης πλοῦτον ἰθύνεις, οὐδὲν ἔλαττον ἢ ὁ πάλαι Πυθαγόρας αὐτοῖς ἐπιδημῶν καὶ μετ' ἐκεῖνον ὁ Πλάτων"2. ταῦτα μὲν οὖν ἐλογιζόμην, σὺ δὲ οὐ μακρὰν ἀπέχων ἐλάνθανες. ὡς δὲ ἧκεν ὁ τὴν ἐπιστολὴν ἐπιδούς, τὸ μὲν πρῶτον θαυμάζων ἀπάτην ἡγούμην τὸ πρᾶγμα καὶ οὐκ ἐπειθόμην τοῖς ὀφθαλμοῖς. ὡς δὲ τοῖς γεγραμμένοις ἐντυχὼν ἐπείσθην μὴ ἂν ὑπάρχειν ἄλλου τὰς χάριτας, ἥσθην, πῶς δοκεῖ; ἐγγυτέρας γὰρ ἐμοὶ αὐτὰς τὰς τοῦ σε πάλιν ἰδεῖν ἡγούμην ἐλπίδας, καὶ συνέχαιρον εἰκότως εἰ τὴν πατρίδα ζηλωτὴν μικρὸν γοῦν ἀπέφηνας χρόνον. σὺ δέ μοι δοκεῖς παίζων αὐτῆς κατηγορεῖν. ὅτι μὲν γὰρ τὸν ὑπὲρ κεφαλῆς ἀέρα οἷον ἔφης εἶναι συμ βαίνει, καὶ ὡς τὸ ὕδωρ τοὺς πίνοντας εἰς μνήμην ἄγει θαλάττης, καὶ ἄρτος ἡμῖν ἐκ κριθῆς εἰκῆ μεμιγμένος, οὐκ ἂν ἀρνηθείην· ἀλλὰ καὶ ἔλαττον τετραγῴ δηταί σοι ταῦτα φειδοῖ τῆς πατρίδος. ἀλλ' ὅμως, ὦ βέλτιστε, χάριν ἐχρῆν εἰδέναι ταύτῃ πρὸς φιλοσοφίαν ἀσκούσῃ τὴν γνώμην, ὅπως ἂν εἰδείης ποτὲ τρυφῆς Αἰγυπτίας ὑπερορᾶν. Ὀδυσσέα δὲ τὸν σοφόν, νῆσον οἰκοῦντα μικρὰν ὁμοῦ καὶ τραχεῖαν καὶ τί γὰρ ἄλλο ἢ τὴν Ἰθάκην, οὔτε Καλυψὼ πέπεικεν οὔτε φύσεως ἐπὶ τὸ κρεῖττον μεταβολὴ τὸ μὴ τὴν Ἰθάκην ἀντὶ τούτων αἱρεῖσθαι. ἀλλ' οὐδὲ Σπαρτιάτης οἶμαι τὴν οἴκοι δίαιταν ἐννοῶν τὴν Σπάρτην ἐμέμψατο. ἀλλ' οἶδα πόθεν ποτὲ κατηγορεῖν ἐπήρθης. φιλο χρημάτως ἔχεις, ὦ λῷστε. εἶτα βραχύ τι τοῦ λήμματος ἀποστὰς ἰοὺ ἰοὺ βοᾷς, καὶ τὸν Νεῖλον πολλάκις καὶ τὸν ἐκεῖθεν πλοῦτον ἀνακαλεῖς. τοῦτό σέ που ξηρόν, ὡς αὐτὸς ἔφης, ποιεῖ καὶ τὸ σῶμα τοῦ Χαιρεφῶντος οὐδὲν ἀστειότερον ἔχειν. οἶμαι δέ σε καὶ τῆς νύμφης ἐρωτικῶς περιέχεσθαι καὶ πειρᾶσθαι μόλις ὁπόσα δύναται πόθος. ἀλλὰ γένοιτο ταῦθ' οὕτως ὅπως Ἀφροδίτῃ φίλον καὶ Ἔρωσιν. ἔρρωσο, καί σε θᾶττον προσείποιμι καὶ παί δων πατέρα. 3 Πυθίωι Εἴ μοί τις προσελθὼν οὐ πρότερον τοῦτο ποιήσας ἠξίου μανθάνειν εἰ λύραν ἔχοιμι, καὶ περὶ ἁρμονίας λόγον ἐποίει, πάντως ἂν ᾐσθόμην τὸ πρᾶγμα, καὶ ὅτι μουσικὸς οὗτος εὐθὺς ἠπιστάμην. εἰ δὲ περὶ ὅπλων ἦσαν οἱ λόγοι, καὶ μάχας ἔλεγε καὶ πολέμου τύχας ἀεὶ διηγεῖτο, οὐκ ἔδει δήπουθεν Πυθώδε ἰέναι καὶ ὅτι στρατιώτης