Institutio theologica

 ὡς ἓν ὑφεστός, κατὰ δὲ τὴν μέθεξιν οὐχ ἕν, πεπληθυσμένον ἔσται τὸ ἕν, ὥσπερ τὸ πλῆθος ἡνωμένον διὰ τὸ ἕν. κεκοινώνηκεν ἄρα τό τε ἓν τῷ πλήθει καὶ τὸ π

 ἐνέργειαν κρεῖττόν ἐστι τοῦ μὴ αὐτάρκους ἀλλ' εἰς ἄλλην οὐσίαν ἀνηρτημένου τὴν τῆς τελειότητος αἰτίαν. εἰ γὰρ ἅπαντα τὰ ὄντα τοῦ ἀγαθοῦ κατὰ φύσιν ὀρέ

 ἐφίεται κἀκείνου, πῶς τοῦ ἀγαθοῦ μάλιστα; εἴτε μὴ ἐφίεται, πῶς τῆς πάντων αἰτίας οὐκ ἐφίεται, προελθόντα ἀπ' αὐτῆς; εἰ δὲ τἀγαθόν ἐστιν ἀφ' οὗ πάντα ἐ

 ἑαυτό ἐστι, καὶ ἓν ἅμα τὸ κινοῦν καὶ τὸ κινούμενον. ἢ γὰρ μέρει μὲν κινεῖ, μέρει δὲ κινεῖται, ἢ ὅλον κινεῖ καὶ κινεῖται, ἢ ὅλον μὲν κινεῖ, μέρει δὲ κι

 ἀπὸ μονάδος ἀρχομένη πρόεισιν εἰς πλῆθος τῇ μονάδι σύστοιχον, καὶ πάσης τάξεως τὸ πλῆθος εἰς μίαν ἀνάγεται μονάδα. ἡ μὲν γὰρ μονάς, ἀρχῆς ἔχουσα λόγον

 τοῦ ἑνὸς μερισθέντος. εἰ δὲ ἐν ἑνὶ τῶν πάντων, οὐκέτι τῶν πάντων ἔσται, ἀλλ' ἑνός. εἰ οὖν καὶ κοινὸν τῶν μετέχειν δυναμένων καὶ τὸ αὐτὸ πάντων, πρὸ τῶ

 παραγόμενον ἄλλο παρ' αὐτό ἐστιν. ἀναλ λοίωτον ἄρα τὸ γεννῶν ἵδρυται καὶ ἀνελάττωτον, διὰ γόνιμον δύναμιν ἑαυτὸ πολλαπλασιάζον καὶ ἀφ' ἑαυτοῦ δευτέρας

 ἀπό τινος καὶ ἐπιστρέφον κυκλικὴν ἔχει τὴν ἐνέργειαν. εἰ γάρ, ἀφ' οὗ πρόεισιν, εἰς τοῦτο ἐπιστρέφει, συνάπτει τῇ ἀρχῇ τὸ τέλος, καὶ ἔστι μία καὶ συνεχ

 πρόοδος. ἐπεὶ γὰρ δι' ὁμοιότητος ἑκατέρα γίνεται, τὸ μὲν ἀμέσως ἀπό τινος προελθὸν καὶ ἐπέστραπται ἀμέσως πρὸς αὐτό (ἡ γὰρ ὁμοιότης ἄμεσος ἦν)· τὸ δὲ

 ἐπέστραπται πρὸς ἑαυτὸ κατὰ φύσιν καὶ ἔστι τέλειον ἐν τῇ πρὸς ἑαυτὸ ἐπιστροφῇ, καὶ τὴν οὐσίαν ἂν παρ' ἑαυτοῦ ἔχοι· πρὸς ὃ γὰρ ἡ κατὰ φύσιν ἐπιστροφή,

 αὐθυπόστατον ἐξῄρηται τῶν ὑπὸ χρόνου μετρου μένων κατὰ τὴν οὐσίαν. εἰ γὰρ ἀγένητόν ἐστι τὸ αὐθυπόστατον, οὐκ ἂν ὑπὸ χρόνου κατὰ τὸ εἶναι μετροῖτο· γέν

 τοῦ παράγειν δύναμιν ἀπὸ τῆς ὑπερκειμένης αἰτίας ἔλαχε, παρ' ἐκείνης ἔχει τὸ εἶναι αἴτιον ὧν ἐστιν αἴτιον, μετρηθὲν ἐκεῖθεν κατὰ τὴν ὑποστατικὴν δύναμ

 οὕτω τὸ παραγαγὸν πρὸς τὸ παραγαγόν, κατ' ἄλληλα ληφθέντα, τὸ δὲ πλείω δυνάμενον μείζονα δύναμιν ἔχει καὶ ὁλικωτέραν· τοῦτο δέ, ἐγγυτέρω τῆς πάντων αἰ

 αἴτιον ἐν ἑαυτῷ τὸ αἰτιατὸν προ είληφε, πρώτως ὂν ὅπερ ἐκεῖνο δευτέρως· ἢ ἐν τῷ παραγομένῳ τὸ παράγον (καὶ γὰρ τοῦτο, μετέχον τοῦ παράγοντος, ἐν ἑαυτῷ

 πάσχει προτέρου)· καὶ τοῦ δευτέρου πάλιν ἐνεργοῦντος κἀκεῖνο συνεργεῖ, διότι πᾶν, ὅπερ ἂν ποιῇ τὸ δεύτερον, συναπογεννᾷ τούτῳ καὶ τὸ αἰτιώτερον· καὶ ἀ

 ὑπάρχον ἢ δεόμενόν πως αὐτοῦ πρὸς τὸ εἶναι, ἀτελέστερον ἂν εἴη ταύτῃ τοῦ αἰτιατοῦ. τὸ δὲ ἐν τῷ ἀποτελέσματι ὂν συναίτιόν ἐστι μᾶλλον ἢ αἴτιον, ἢ μέρος

 παθητόν, πάντῃ ὂν μεριστόν, καὶ πάντῃ εἰς ἄπειρον. τὸ δὲ ἀσώματον, ἁπλοῦν ὄν, ἀπαθές ἐστιν· οὔτε γὰρ διαιρεῖσθαι δύναται τὸ ἀμερὲς οὔτε ἀλλοιοῦσθαι τὸ

 ἀνελάττωτον ἐν ἑαυτῇ συνέχει. ἀλλὰ μὴν ἡ κατὰ μέγεθος ἀπειρία καὶ ἡ κατὰ πλῆθος στέρησίς ἐστι πάντῃ τῆς ἀμερείας καὶ ἀπόπτωσις· ἐγγυτάτω μὲν γὰρ τοῦ ἀ

 ἐξῃρημένον· κἂν εἰσίῃ πάντα εἰς αὐτό, ἀλλ' ἔχει τι κρύφιον τοῖς δευτέροις καὶ ἀκατάληπτον· κἂν ἐξελίττῃ τὰς ἐν αὐτῷ δυνάμεις, ἀλλ' ἔχει τι δι' ἕνωσιν

 δὲ οὐδαμοῦ· οὕτως γὰρ ἂν αὐτὸ ἑαυτοῦ διεσπασμένον εἴη καὶ χωρίς, εἴπερ τὸ μὲν αὐτοῦ πανταχοῦ καὶ ἐν πᾶσι, τὸ δὲ οὐδαμοῦ καὶ πρὸ τῶν πάντων· ἀλλ' ὅλον

 πάντα. ἐπεὶ γὰρ ἕκαστον ἢ κατ' αἰτίαν ἔστιν ἢ καθ' ὕπαρξιν ἢ κατὰ μέθεξιν, ἔν τε τῷ πρώτῳ τὰ λοιπὰ κατ' αἰτίαν ἔστι, καὶ ἐν τῷ μέσῳ τὸ μὲν πρῶτον κατὰ

 ἐπιστροφὴ ὡς δι' ὁμοίων, ἀνόμοιον <ὄν>. τὸ μὲν γὰρ ὡς μερικῷ μερικὸν ὅμοιον, τὸ δὲ ὡς τῆς αὐτῆς ὂν σειρᾶς οἰκεῖον· ἐκεῖνο δὲ τὸ τῆς ὑπερκει μένης ὅλον

 μὲν ἡ ὑπόστασις οὐκέτι δὲ ἑνάς, εἰς ἑτέραν ἂν ἐτάττετο τάξιν διὰ τὴν τῆς ἰδιότητος ἐξαλλαγήν. 115 Πᾶς θεὸς ὑπερούσιός ἐστι καὶ ὑπέρζωος καὶ ὑπέρνους.

 ὑπερ ούσιον, οὐκ ἄλλο τι ὂν παρὰ τὸ ἕν· οὐ γὰρ ἄλλο ἕκαστος, εἶτα ἀγαθόν, ἀλλὰ μόνον ἀγαθόν, ὥσπερ οὐδὲ ἄλλο, εἶτα ἕν, ἀλλὰ μόνον ἕν. 120 Πᾶς θεὸς ἐν

 ἐστὶ καὶ ἐν τοῖς οὖσιν ἔχει τὸ τῆς ἀληθείας καταληπτικόν (καὶ γὰρ νοημάτων ἐφάπτεται καὶ ἐν νοήσεσιν ὑφέστηκεν)· οἱ δὲ θεοὶ πάντων εἰσὶν ἐπέκεινα τῶν

 ταὐτὸν προστησάμενον αὐταρκέστατον· τοιοῦτον δὲ τὸ θεῖον πᾶν. οὔτε οὖν τῶν ἄλλων δεῖται, αὐτοαγαθότης ὑπάρχον, οὔτε ἐξ ὧν ὑφέστηκεν, ἑνιαῖον ὑπάρχον.

 ἡνῶσθαι τῶν ὄντων μᾶλλον ὑφέστηκε. πάντα οὖν τὰ θεῖα γένη συνδέδεται ταῖς οἰκείαις μεσότησι, καὶ οὐκ ἀμέσως ἐπὶ τὰς διαφερούσας πάντῃ προόδους χωρεῖ τ

 ἑνάδος ἀπεργαζομένης, ᾗ ἐστι συμφυές. αὕτη οὖν ἐστιν ἡ καθ' ἑαυτὴν ἀφορίζουσα τὸ μετέχον αὐτῆς ὂν καὶ τὴν ἰδιότητα τὴν ὑπερούσιον ἐν αὐτῷ δεικνύουσα ο

 θεοῖς· ὥστε πᾶσιν ἐκείνων ὡσαύτως παρόντων, τὰ πάντα οὐχ ὡσαύτως πάρεστιν ἐκείνοις, ἀλλ' ὡς ἕκαστα δύναται, πάρεστι, καὶ ὡς πάρεστιν, οὕτως ἐκείνων ἀπ

 ἡ μὲν γάρ, ἑνικωτάτην ἔχουσα δύναμιν, εἰς πᾶσαν αὐτὴν διαπέμπει τὴν ἕνωσιν καὶ ἑνοῖ πᾶσαν ἄνωθεν, μένουσα ἐφ' ἑαυτῆς. ἡ δὲ μεσότης, ἐπ' ἄμφω τὰ ἄκρα δ

 ἀπειρίαν τῆς θείας δυνάμεως πρόεισι, πολλαπλασιάζον ἑαυτὸ καὶ διὰ πάντων χωροῦν, καὶ τὸ ἀνέκλειπτον ἐν ταῖς τῶν δευτέρων προόδοις διαφερόντως ἐπιδεικν

 συνθέτων προέστηκε καὶ τῆς τάξεως καὶ τῆς κατ' ἀριθμὸν αὐτῶν διαιρέσεως, καὶ ἔστι τῆς αὐτῆς τῷ πα τρικῷ συστοιχίας ἐν μερικωτέροις γένεσιν. ἑκάτερον γ

 νοητὰς ἔχουσιν. ᾗπερ οὖν καὶ ἐκεῖναι, καταλάμπουσαι τὸ ὄν, νοηταί εἰσι, ταύτῃ καὶ αὗται, καταλάμ πουσαι τὸν θεῖον καὶ ἀμέθεκτον νοῦν, νοεραί εἰσιν, ἀλ

 καὶ ὁρᾷ ἑαυτόν. ὁρῶν δὲ νοοῦντα καὶ ὁρῶντα γινώσκων, οἶδεν ὅτι νοῦς ἐστι κατ' ἐνέργειαν· τοῦτο δὲ εἰδώς, οἶδεν ὅτι νοεῖ, καὶ οὐχ ἃ νοεῖ μόνον. ἅμα ἄρα

 αἴτια ἄρα νοερῶς ἔχει τῶν πάντων. ὥστε πάντα νοερῶς ἐστι πᾶς νοῦς, καὶ τὰ πρὸ αὐτοῦ καὶ τὰ μετ' αὐτόν. ὡς οὖν τὰ νοητὰ νοερῶς ἔχει πᾶς, οὕτω καὶ τὰ αἰ

 συγγενέσ τερα, τῷ ποσῷ συνεσταλμένα, τῇ δυνάμει τὰ μετ' αὐτὰ ὑπεραίρει· καὶ τὰ τοῦ ἑνὸς πορρώτερον ἔμπαλιν. δύναμιν οὖν οἱ ἀνωτέρω προστησάμενοι μείζο

 μέν, νοερὸς δὲ μόνον ὤν, μετ έχεται ὑπὸ ψυχῶν οὔτε θείων οὔτε νοῦ καὶ ἀνοίας ἐν μεταβολῇ γινομένων. οὔτε γὰρ θεῖαι ψυχαί εἰσιν αἱ τοιαῦται, οὐδὲ νοῦ μ

 τῷ εἶναι, κἂν ᾖ τὸ μετέχον ἐπιτήδειον, εὐθὺς ἔμψυχον γίνεται καὶ ζῶν, οὐ λογισαμένης τῆς ψυχῆς καὶ προελο μένης, οὐδὲ λογισμῷ καὶ κρίσει ζωοποιούσης,

 καὶ τῇ ψυχῇ τῇ ὑφισταμένῃ τῶν ἐν αὐτῷ πάντων οὐσιώδεις λόγους· πᾶν γὰρ τὸ τῷ εἶναι ποιοῦν, ὅ ἐστι πρώτως, τοῦτο τῷ γινομένῳ δευτέρως ἐνδίδωσι. τῶν νοε

 τῶν κινήσεων ἕξει καὶ ἀποκαταστάσεις· πᾶσα γὰρ περίοδος τῶν ἀϊδίων ἀποκαταστατική ἐστιν. 200 Πᾶσα ψυχῆς περίοδος χρόνῳ μετρεῖται· ἀλλ' ἡ μὲν τῶν ἄλλων

 τὸν λόγον πρὸς τὰς δευτέρας, ὃν τὸ θεῖον πρὸς τὸ νοερὸν καὶ τοῦτο πρὸς τὸ ψυχικόν· καὶ αἱ ποσότητες τῶν κατωτέρω πλείους· τὸ γὰρ πορρώτερον τοῦ ἑνὸς π

 μεταβολὴν ἐπιδέχεται παντοίαν, συγκινούμενα ταῖς ἑαυτῶν ἀρχικαῖς αἰτίαις. ἀλλὰ μὴν ὅτι καὶ ἀδιαίρετον, δῆλον. τὸ γὰρ διαιρούμενον πᾶν ταύτῃ φθείρεται,

Institutio theologica

ΠΡΟΚΛΟΥ ∆ΙΑ∆ΟΧΟΥ ΣΤΟΙΧΕΙΩΣΙΣ ΘΕΟΛΟΓΙΚΗ. 1 Πᾶν πλῆθος μετέχει πῃ τοῦ ἑνός. εἰ γὰρ μηδαμῇ μετέχοι, οὔτε τὸ ὅλον ἓν ἔσται οὔθ' ἕκαστον τῶν πολλῶν ἐξ ὧν τὸ πλῆθος, ἀλλ' ἔσται καὶ ἐκείνων ἕκαστον πλῆθος, καὶ τοῦτο εἰς ἄπειρον, καὶ τῶν ἀπείρων τούτων ἕκαστον ἔσται πάλιν πλῆθος ἄπειρον. μηδενὸς γὰρ ἑνὸς μηδαμῇ μετέχον μήτε καθ' ὅλον ἑαυτὸ μήτε καθ' ἕκαστον τῶν ἐν αὐτῷ, πάντῃ ἄπειρον ἔσται καὶ κατὰ πᾶν. τῶν γὰρ πολλῶν ἕκαστον, ὅπερ ἂν λάβῃς, ἤτοι ἓν ἔσται ἢ οὐχ ἕν· καὶ εἰ οὐχ ἕν, ἤτοι πολλὰ ἢ οὐδέν. ἀλλ' εἰ μὲν ἕκαστον οὐδέν, καὶ τὸ ἐκ τούτων οὐδέν· εἰ δὲ πολλά, ἐξ ἀπειράκις ἀπείρων ἕκαστον. ταῦτα δὲ ἀδύνατα. οὔτε γὰρ ἐξ ἀπειράκις ἀπείρων ἐστί τι τῶν ὄντων (τοῦ γὰρ ἀπείρου πλέον οὐκ ἔστι, τὸ δὲ ἐκ πάντων ἑκάστου πλέον) οὔτε ἐκ τοῦ μηδενὸς συντίθεσθαί τι δυνατόν. πᾶν ἄρα πλῆθος μετέχει πῃ τοῦ ἑνός. 2 Πᾶν τὸ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστι καὶ οὐχ ἕν. εἰ γὰρ μὴ ἔστιν αὐτοέν (μετέχει γὰρ τοῦ ἑνὸς ἄλλο τι ὂν παρὰ τὸ ἕν), πέπονθε τὸ ἓν κατὰ τὴν μέθεξιν καὶ ὑπέμεινεν ἓν γενέσθαι. εἰ μὲν οὖν μηδέν ἐστι παρὰ τὸ ἕν, μόνον ἐστὶν ἕν· καὶ οὐ μεθέξει τοῦ ἑνός, ἀλλ' αὐτοὲν ἔσται. εἰ δ' ἐστί τι παρ' ἐκεῖνο, ὃ μὴ ἔστιν ἕν, [τὸ μετέχον τοῦ ἑνὸς καὶ οὐχ ἕν ἐστι καὶ ἕν, οὐχ ὅπερ ἓν ἀλλ' ἓν ὄν, ὡς μετέχον τοῦ ἑνός] τούτῳ ἄρα οὐχ ἕν ἐστιν, οὐδ' ὅπερ ἕν· ἓν δὲ ὂν ἅμα καὶ μετέχον τοῦ ἑνός, καὶ διὰ τοῦτο οὐχ ἓν καθ' αὑτὸ ὑπάρχον, ἕν ἐστι καὶ οὐχ ἕν, παρὰ τὸ ἓν ἄλλο τι ὄν· ᾧ μὲν ἐπλεόνασεν, οὐχ ἕν· ᾧ δὲ πέπονθεν, ἕν. πᾶν ἄρα τὸ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστι καὶ οὐχ ἕν. 3 Πᾶν τὸ γινόμενον ἓν μεθέξει τοῦ ἑνὸς γίνεται ἕν. αὐτὸ μὲν γὰρ οὐχ ἕν ἐστι, καθὸ δὲ πέπονθε τὴν μετοχὴν τοῦ ἑνός, ἕν ἐστιν. εἰ γὰρ γίνοιτο ἓν ἃ μὴ ἔστιν ἓν καθ' αὑτά, συν ιόντα δήπου καὶ κοινωνοῦντα ἀλλήλοις γίνεται ἕν, καὶ ὑπομένει τὴν τοῦ ἑνὸς παρουσίαν οὐκ ὄντα ὅπερ ἕν. μετέχει ἄρα τοῦ ἑνὸς ταύτῃ, ᾗ πάσχει τὸ ἓν γενέσθαι. εἰ μὲν γὰρ ἤδη ἐστὶν ἕν, οὐ γίνεται ἕν· τὸ γὰρ ὂν οὐ γίνεται ὃ ἤδη ἐστίν. εἰ δὲ γίνεται ἐκ τοῦ μὴ ἑνὸς πρότερον, ἕξει τὸ ἓν ἐγγενομένου τινὸς ἐν αὐτοῖς ἑνός. 4 Πᾶν τὸ ἡνωμένον ἕτερόν ἐστι τοῦ αὐτοενός. εἰ γάρ ἐστιν ἡνωμένον, μετέχοι ἄν πῃ τοῦ ἑνὸς ταύτῃ, ᾗ καὶ ἡνωμένον λέγεται· τὸ δὲ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστι καὶ οὐχ ἕν. τὸ δ' αὐτοὲν οὐχὶ καὶ ἕν ἐστι καὶ οὐχ ἕν. εἰ γὰρ καὶ τοῦτο ἕν τε καὶ οὐχ ἕν, καὶ τὸ ἐν αὐτῷ πάλιν ἓν τὸ συναμφότερον ἕξει, καὶ τοῦτο εἰς ἄπειρον, μηδενὸς ὄντος αὐτοενὸς εἰς ὃ στῆναι δυνατόν, ἀλλὰ παντὸς ἑνὸς καὶ οὐχ ἑνὸς ὄντος. ἔστιν ἄρα τι τὸ ἡνωμένον τοῦ ἑνὸς ἕτερον. ταὐτὸν γὰρ ὂν τῷ ἡνωμένῳ, τὸ ἓν πλῆθος ἄπειρον ἔσται, καὶ ἕκαστον ὡσαύτως ἐκείνων ἐξ ὧν ἐστι τὸ ἡνωμένον. 5 Πᾶν πλῆθος δεύτερόν ἐστι τοῦ ἑνός. εἰ γὰρ ἔστι πλῆθος πρὸ τοῦ ἑνός, τὸ μὲν ἓν μεθέξει τοῦ πλήθους, τὸ δὲ πλῆθος τὸ πρὸ τοῦ ἑνὸς οὐ μεθέξει τοῦ ἑνός, εἴπερ, πρὶν γένηται ἕν, ἐστὶν ἐκεῖνο πλῆθος· τοῦ γὰρ μὴ ὄντος οὐ μετέχει· καὶ διότι τὸ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστιν ἅμα καὶ οὐχ ἕν, οὔπω δ' ὑπέστη ἕν, τοῦ πρώτου πλήθους ὄντος. ἀλλ' ἀδύνατον εἶναί τι πλῆθος μηδαμῇ ἑνὸς μετέχον. οὐκ ἄρα πρὸ τοῦ ἑνὸς τὸ πλῆθος. εἰ δὲ δὴ ἅμα τῷ ἑνί, καὶ σύστοιχα ἀλλήλοις τῇ φύσει (χρόνῳ γὰρ οὐδὲν κωλύει), οὔτε τὸ ἓν καθ' αὑτὸ πολλά ἐστιν οὔτε τὸ πλῆθος ἕν, ὡς ἀντιδιῃρημένα ἅμα ὄντα τῇ φύσει εἴπερ μηδέτερον θατέρου πρότερον ἢ ὕστερον. τὸ οὖν πλῆθος καθ' αὑτὸ οὐχ ἓν ἔσται, καὶ ἕκαστον τῶν ἐν αὐτῷ οὐχ ἕν, καὶ τοῦτο εἰς ἄπειρον· ὅπερ ἀδύνατον. μετέχει ἄρα τοῦ ἑνὸς κατὰ τὴν ἑαυτοῦ φύσιν, καὶ οὐδὲν ἔσται αὐτοῦ λαβεῖν ὃ μὴ ἔστιν ἕν· μὴ ἓν γὰρ ὄν, ἐξ ἀπείρων ἄπειρον ἔσται, ὡς δέδεικται. πάντῃ ἄρα μετέχει τοῦ ἑνός. εἰ μὲν οὖν τὸ ἕν, τὸ καθ' αὑτὸ ἓν ὄν, μηδαμῇ μετέχει πλήθους, ἔσται τὸ πλῆθος πάντῃ τοῦ ἑνὸς ὕστερον, μετέχον μὲν τοῦ ἑνός, οὐ μετεχόμενον δὲ ὑπὸ τοῦ ἑνός. εἰ δὲ καὶ τὸ ἓν μετέχει πλήθους, κατὰ μὲν τὴν ὕπαρξιν