Fragmenta in epistulam ii ad Corinthios (in catenis) 583 2 Kor 1,5-7 Οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις. περισσεύουσι μὲν, φησίν, ἐν ἡμ

 εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα,

 καὶ διατάττεσθαι· καὶ γάρ φησιν· ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. καὶ τῶν σαρκικῶν δὲ τὰ μέν ἐστιν οἷον

 ἕνεκα τῆς πίστεως λαβὼν ἐξουσίαν καὶ κυριότητα ἐφ' ὑμᾶς καὶ τοῦ κολάζειν καὶ τοῦ φείδεσθαι, ἀλλὰ φειδόμενος εἶπον μὴ θέλων ὑμᾶς λυπηθῆναι. εἰ γὰρ ἦλθο

 πεφανερώμεθα. συμβουλῆς καὶ παραινέσεως τὸ πείθωμεν, διὸ καὶ διὰ τοῦ μακροῦ ˉω γραπτέον. 2 Kor 5,11-13 Τὸ εἴτε ἐξέστημεν καὶ ἑξῆς, καλῶς ἐπήνεγκε τοῖς

 ἀπενέγκω. ὁ γὰρ ἀληθῶς ἀγαπῶν πάσης ὑποψίας πονηρᾶς περὶ τοὺς ἀγαπωμένους ἀπήλλακται καὶ λοιπὸν θαρρούντως ἅπαντα καὶ ποιεῖ καὶ λέγει. Ἢ καὶ οὕτως· πό

 Τίτος ὡμολόγει· ἐκ γὰρ τοῦ χαίρειν ἐκεῖνον τήν τε ὑπερβολὴν τῆς ἀναπαύσεως καὶ τὴν ὑπερβολὴν τῆς εὐχαριστίας αὐτοῦ τῆς εἰς αὐτοὺς δηλοῖ. διὸ καὶ προκρ

 κατορθώματος ἐπάγει· διὰ θελήματος θεοῦ, ἀντὶ τοῦ μὴ θαυμάσῃς, ἄνθρωπε· θεὸν 596 εἶχον συνεργόν, τοῦτον διὰ τῆς προαιρέσεως ἐφελκυσάμενοι. ἔνθα δὲ θεὸ

 οὐχὶ θέατρον, φησί, τοὺς ἔξωθεν συνιόντας ποιούμενοι τῆς ἰδίας συγκρίσεως καὶ ἐξετάσεως, ἀλλὰ αὐτοῖς ἑαυτοὺς κριτὰς καὶ δικαστὰς προκαθίζοντες, ὅπερ ἐ

 ἀλλ' οὐ τῇ γνώσει, τοῦ δὲ τρίτου· ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει πάσῃ. Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐσμέν λείπει γὰρ τὸ ἐσμέν οἷον· ἐν πα

 ἁρπαγῆς ἄμφω τιθείς, ἀλλὰ τὸ μὲν τίθησιν ἐπὶ τῆς πρὸς οὐρανοὺς ἁρπαγῆς, τὸ δὲ πάλιν ἐπὶ τῆς ἐκεῖθεν ἁρπαγῆς τῆς εἰς τὸν παράδεισον, εἰ δὲ καὶ ἐπὶ τῆς

 ἀμφιβάλλειν καὶ περὶ ἑαυτῶν; μᾶλλον δὲ καὶ ἀγνοεῖν ἐστιν ὅλως ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ γὰρ οὐκ ἐν τῷ διδασκάλῳ ὁ Χριστός, πολλῷ μᾶλλον οὐδ' ἐν τοῖς μαθ

Fragmenta in epistulam ii ad Corinthios (in catenis) 583 2 Kor 1,5-7 Οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις. περισσεύουσι μὲν, φησίν, ἐν ἡμῖν οἱ πειρασμοὶ καὶ αἱ θλίψεις, ἀλλὰ καὶ τούτων ἔτι μᾶλλον περισσεύουσιν αἱ παρακλήσεις. πῶς; ὅτι οὐ μόνον διασκεδάζουσι τὰς θλίψεις, ἀλλὰ καὶ χαίρειν παρασκευάζουσι καὶ στεφάνους καὶ βραβεῖα προξενοῦσιν. Ἢ καὶ οὕτως· Εἴτε δὲ θλιβόμεθα. ἀπὸ κοινοῦ τὸ θλιβόμεθα· εἴτε γὰρ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας θλιβόμεθα. Καὶ ἡ ἐλπὶς ἡμῶν ὑπὲρ ὑμῶν. ποία ἐλπίς; ὅτι ἐνεργουμένη ἔσται ἐν ἡμῖν ἡ σωτηρία, κἂν τὰ αὐτὰ ἡμῖν καὶ ὑμῖν συνενεχθείη παθήματα. Ἢ οὕτως· πῶς παρακαλούμενοι ὑπὲρ τῆς ὑμῶν σωτηρίας παρακαλούμεθα; ἀπόδειξιν, φησίν, ἐντεῦθεν καὶ γνῶσιν ἀναμφισβήτητον λαμβάνοντες, ὅτι καὶ ὑμεῖς παρακληθήσεσθε, ὥστε οὐδὲν ἧττον ἐν οἷς αὐτοὶ ῥυόμεθα τῶν πειρασμῶν παρακαλούμεθα, ἀλλ' ὁμοίως καὶ ἐν οἷς σαφῶς ἴσμεν καὶ πεπείσμεθα ὅτι παρακληθήσεσθε καὶ ὑμεῖς. πόθεν δὲ τοῦτο δῆλον; αὐτόθεν, φησίν· ὥσπερ γάρ ἐστε κοινωνοὶ τῶν πειρασμῶν καὶ τῶν θλίψεων, οὕτως ἔσεσθε καὶ τῆς παρακλήσεως. Εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως. κἀνταῦθα ὁμοίως ἀπὸ κοινοῦ τὸ παρακαλούμεθα. Ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως. ὁρῶντες γὰρ ἡμᾶς παρακαλουμένους 584 εὐέλπιδες ἔσεσθε καὶ ὑμεῖς, ὅτι ἐπειδὰν πειρασμοῖς περιπέσητε, παρακληθήσεσθε καὶ ὑμεῖς ὥσπερ καὶ ἡμεῖς· ὥσπερ γὰρ κοινωνοὶ γίνεσθε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως κοινωνήσετε. παράκλησις δὲ εἴη ἂν ἢ τὸ περιαιρεθῆναι τοὺς πειρασμοὺς καὶ ἀπροσδοκήτως ἐκ τῶν περιεστηκότων δυσχερῶν ἀπαλλαγῆναι, ἢ καὶ τὸ ἐν αὐτοῖς μέσοις ὄντα τοῖς δεινοῖς εὐψύχως καὶ γενναίως φέρειν τὰ συμπίπτοντα, τῇ τῶν μελλόντων ἐλπίδι νευρούμενον, ὃ οὐκ ἂν γένοιτο, μὴ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν χεῖρα ὑπερέχοντος. 2 Kor 1,9-12 Ὥσπερ λέγομεν· ἀπεκρίθη ἡ νόσος εἰς ὑγίειαν ἢ εἰς θάνατον, τοῦτ' ἔστιν ἐξέβη, ἐτελέσθη, ἀπετελεύτησεν, οὕτως καὶ νῦν ἀπόκριμα θανάτου τὸ τέλος αὐτοῦ χρὴ νοεῖν καὶ τὴν ἔκβασιν· ἠπορήθημεν γάρ, φησί, τοῦ ζῆν καὶ μετὰ νεκρῶν ἐλογίσθημεν, οὐχ ὑφ' ἑτέρων ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἔσχατον καὶ τὸ τέλος τοῦ θανάτου κατιδόντες καὶ λογισάμενοι. ὁ δὲ οὐδὲ λογισάμενοι φησίν, ἀλλ' ἐσχήκαμεν τὸ ἀναμφίβολον τοῦ θανάτου καὶ παρεστηκὸς ἐνδεικνύμενος. οὕτως ἦν ἡ θλῖψις καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν, ὥστε ὁ Παῦλος ἤδη τεθνηκὼς ἦν ὅσον τῇ δυνάμει αὐτοῦ. γεγονὼς δὲ τοῦτό φησιν· καὶ παρ' ἐλπίδας ἐζήσαμεν, ἵνα ἐν μηδενὶ ὦμεν τεθαρρηκότες ἑαυτοῖς ἀλλ' ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. τῷ ἐγείροντι, φησίν, ὃς καὶ ἡμᾶς νεκρωθέντας νῦν ἤγειρεν· καὶ γὰρ τὸ ἀπόκριμα, φησί, τοῦ θανάτου ἐν ἑαυτοῖς ἐσχήκαμεν, καὶ τοῦτο οὐχὶ ἄλλων περὶ ἡμῶν ὑπολογισαμένων ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς, καὶ οὐκ ἐλογισάμεθα ἀλλ' ἐσχήκαμεν ὅπερ ἀδίστακτος καὶ βεβαία κρίσις· ὥστε δῆλον εἰ μὴ ὁ θεὸς ἤγειρεν, φησί, τεθνεῶτες ἂν εἴημεν. εἰ δὲ ταῦτα Παῦλος ὁ ἐν ταῖς θλίψεσι πλατυνόμενος, ὁ καθάπερ στεφάνοις καὶ ἀναρρήσεσι ταῖς θλίψεσι σεμνυνόμενος, εἰ ταῦτα ἐκεῖνος λέγει καὶ τὸ πᾶν τῆς σωτηρίας εἰς τὸν θεὸν ἀνατίθησιν, ἡμεῖς τί δρᾶν ὀφείλομεν ἕτερον; ἢ πῶς ἑαυτοῖς θαρρεῖν ὑπαχθέντες οὐκ ἐγκαταλειφθησόμεθα δικαίως ὑπὸ τοῦ σώζοντος καὶ ὑπερασπίζοντος θεοῦ; Ἵνα ἐκ πολλῶν προσώπων, τοῦτ' ἔστι τῶν ὑμετέρων τὴν δέησιν προσδεχόμενος καὶ ἔτι ῥύσεται ἡμᾶς, καὶ ἅμα εὐχαριστηθῇ τὸ εἰς ἡμᾶς αὐτοῦ γεγονὸς χάρισμα. οὐκ εἶπεν δὲ ἵνα ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ εὐχαριστηθῇ ἢ ἡ βοήθεια, ἀλλὰ τὸ χάρισμα, ὅπερ εἰώθαμεν λέγειν ἐπὶ τῶν ὑψηλῶν καὶ παραδόξων καὶ τὴν ἀνθρωπίνην φύσιν ὑπερκειμένων. εἶπεν δέ· τὸ εἰς ἡμᾶς αὐτοῦ χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ, πρότερον εἰπών· ἐκ πολλῶν προσώπων. τί δήποτε; ἢ δηλονότι τῷ μὲν ἐκ πολλῶν προσώπων τοὺς 585 εὐχαριστεῖν ὀφείλοντας δηλῶν, τῷ δὲ διὰ πολλῶν τοὺς τρόπους καθ' οὓς δεῖ εὐχαριστεῖν· οὐ γὰρ ἀρκεῖται δι' ἑνὸς αὐτοὺς τρόπου