Epigramma

Epigramma

ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ἄλλοι δέ φασιν ΛΕΟΝΤΟΣ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ

Ἔρωτα πικρόν, ἀλλὰ σώφρονα βίον ὁ Κλειτοφῶντος ὥσπερ ἐμφαίνει λόγος· ὁ Λευκίππης δὲ σωφρονέστατος βίος ἅπαντας ἐξίστησι, πῶς τετυμμένη κεκαρμένη τε καὶ κατηχρειωμένη, τὸ δὴ μέγιστον, τρὶς θανοῦσ' ἐκαρτέρει. εἴπερ δὲ καὶ σὺ σωφρονεῖν θέλῃς, φίλος, μὴ τὴν πάρεργον τῆς γραφῆς σκόπει θέαν, τὴν τοῦ λόγου δὲ πρῶτα συνδρομὴν μάθε· νυμφοστολεῖ γὰρ τοὺς ποθοῦντας ἐμφρόνως.