Historia ecclesiastica (fragmenta e passione Artemii)

 Θεοδώρας ἕτεροι γεγόνασιν αὐτῷ παῖδες ὅ τε προρρηθεὶς ∆αλμάτιος καὶ Ἀναβαλλιανὸς καὶ Κωνστάντιος· οὓς καὶ Καίσαρας ὁ Κωνσταντῖνος καὶ νοβελλησίμους ἐτ

 μόνον τὰ πρὸς θεὸν σπουδαῖός τε καὶ ἐράσμιος ὑπῆρχεν, εἰ καὶ πρὸς τὴν Ἀρειανικὴν ἀπέκλινεν αἵρεσιν, ὑπὸ τοῦ δυσσεβοῦς τε καὶ ἀθεωτάτου Εὐσεβίου τοῦ τῆ

 Γάλλος ὡς τότε παρὰ τοῦ Κωνσταντίου πεμφθεὶς ἐπὶ τῆς Ἑῴας εἴχετο τῶν πραγμάτων· ὃν αὐτίκα μαθόντες οἱ Πέρσαι κατωρρώδησαν νέον τε αὐτὸν καὶ θερμουργὸν

 τοῦ πάθους ἀνακαλούμενον. ὁ δὲ Εὐσέβιος καὶ οἱ σὺν αὐτῷ πείθουσι τὸν πεμφθέντα μαγιστριανὸν μὴ πρότερον ἐπιστῆναι δεικνύντα τὸ γράμμα, πρὶν ἂν πύθοιτο

 φθάσειεν αὐτὴν ὑφ' ἑαυτὸν ποιησάμενος, ἠπείγετο οὖν κατὰ τὸ δυνατὸν προκαταλαβεῖν. ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνελέγετο κατὰ τὰς πόλεις τῆς Ἑῴας ἐσκεδα

 τούτων τεμένη καὶ τοὺς βωμοὺς ἀνιστᾶν μετὰ πολλῆς σπουδῆς τε καὶ προθυμίας. Artemii Passio 35 Artemius' Rede an Julian: Γίνωσκε τοίνυν ὡς ἡ τοῦ Χριστο

 τῆς Ἑῴας ὃν καλοῦσι κόμητα ἐξέπεμψεν, ἐντειλάμενος τὰ μὲν τῶν ἐκκλησιῶν πράγματα κακοῦν τε καὶ διαφθείρειν, πανταχοῦ δὲ καὶ διὰ πάσης ἰδέας τὸν Ἑλληνι

 πολλὴ τοῖς θεησομένοις· ὑάκινθοί τε αὐτῷ δύο λίθοι μεγάλοι τὸν τῶν ὀφθαλμῶν ἐξεπλήρουν τύπον κατὰ μνήμην τοῦ Ἀμυκλαίου παιδὸς Ὑακίνθου. καὶ ἀεὶ τὸ τῶν

 νέους, ὑπ' αὐτῷ ἀνατρεφομένους, ἁρπαγῆναί τε καὶ αὐτοὺς ὑπὸ τοῦ βασιλέως καὶ ὡς οὐδ' αὐτοὶ θύειν ἤθελον, καίτοι παντοίας ἀνάγκης αὐτοῖς προσαγομένης,

 πάντα δημοσιοῦν. ∆έδωκε δὲ καὶ τοῖς Ἕλλησιν ἄδειαν ὥστε εἰσέρχεσθαι αὐτοὺς εἰς τὰς τῶν Χριστιανῶν ἐκκλησίας καὶ ποιεῖν ὅσα καὶ βούλονται. τούτων οὖν π

 κατακόψαντες τῷ θανάτῳ παρέπεμψαν· εὐθέως δὲ καὶ μετὰ τῆς τηλικαύτης ταλαιπωρίας προσπίπτουσιν ἄκοντες τῷ τῶν Περσῶν στρατεύματι καὶ συμβολῆς γενομένη

Historia ecclesiastica (fragmenta e passione Artemii)

1.6a zu Z. 1-7 Artemii Passio 45 Artemius' Rede an Julian: Ἀπέκλινε δὲ (ὁ Κωνσταντῖνος) πρὸς τὸν Χριστόν, οὐρανόθεν ἐκείνου καλέσαντος, ὅτε τὴν πρὸς Μαξέντιον δριμεῖάν τε καὶ βαρυτάτην διηγωνίσατο μάχην, δείξας αὐτῷ τὸ τοῦ σταυροῦ σημεῖον μεσούσης ἡμέρας, ὑπὲρ τὸν ἥλιον ταῖς αὐγαῖς ἐξαστράπτον, καὶ γράμμασιν ἀστεροτύπως Ῥωμαϊκοῖς διασημήνας αὐτῷ τὴν τοῦ πολέμου νίκην· ἡμεῖς τε γὰρ αὐτοὶ τὸ σημεῖον ἐθεασάμεθα τῷ πολέμῳ παρόντες, καὶ τὰ γράμματα ὑπανέγνωμεν· ἀλλὰ καὶ τὸ στρατόπεδον ἅπαν τεθέατο, καὶ πολλοὶ τούτου μάρτυρες ἐν τῷ σῷ στρατοπέδῳ τυγχάνουσιν, εἴ γε ἄρα ἐρωτῆσαι θελήσειας. Dies aus Euseb. V. C. I 28 vom Hagiographen gescho+fṭ̣ 2.4βArtemii Passio 43 Julians Rede: Ὁ γὰρ Κωνσταντῖνος, ὡς καὶ αὐτὸς ἐπίστασαι, εὐεξαπάτητος ἀνδρῶν ἀμαθής τε καὶ ἀνόητος εὑρεθείς, περὶ τὴν θρησκείαν ἐνεωτέρισεν, καὶ τοὺς Ῥωμαίων νόμους ἐξαθετήσας, ἐπὶ τὸν Χριστιανισμὸν ἐξέκλινε, τὰς ἀνοσίους αὐτοῦ πράξεις δεδιττόμενος, καὶ ὅτι οἱ θεοὶ αὐτὸν ἀπεβουκόλησαν ὡς ἐξάγιστον καὶ τῆς αὐτῶν θρησκείας ἀνάξιον, αἵματος ὁμογνίου γενόμενον ἔμπλεων· τούς τε γὰρ ἀδελφοὺς ἀπέκτεινε μηδὲν πράξαντας ἄτοπον, καὶ τὴν γυναῖκα Φαῦσταν καὶ τὸν αὐτοῦ υἱὸν Πρίσκον τὸν χρηστόν τε καὶ ἀγαθὸν ἄνδρα τυγχάνοντα. ταῦτα τοίνυν τὰ ἀνοσιουργήματα μυσαχθέντες οἱ θεοὶ τοῦτον ἀπεβουκόλησαν καὶ τῆς ἱερᾶς αὐτῶν καὶ παναγεστάτης θρησκείας πόρρω που καὶ μακρὰν ἀπεπλάνησαν, καὶ σπέρμα τὸ ἐναγὲς αὐτοῦ καὶ παμμίαρον καὶ γένος ὅλον ἐξ ἀνθρώπων ἠφάνισαν. Ebd. 45 Artemius' Antwort: Ὅτι δὲ τὸν μακάριον Κωνσταντῖνον τὸν πάντων βασιλέων ὑπέρτερον καὶ τὸ τούτου γένος ἐξεμυκτήρισας, ἐχθρὸν τοῖς σοῖς ἀποκαλέσας θεοῖς καὶ μανιώδη καὶ φόνου μεστόν, τοῦ τε ὁμογνίου ἀνάπλεων αἵματος, ταῦτά σοι ὑπὲρ ἐκείνου ἀπολογήσομαι ὅτι μᾶλλον ὁ σὸς πατὴρ Κωνστάντιος καὶ οἱ τούτου ἀδελφοὶ προκατῆρξαν τοῦ ἀδικήματος, φάρμακον αὐτῷ δηλητήριον κερασάμενοι καὶ θάνατον ὀλέθριον προξενήσαντες, μηδὲν πρὸς αὐτοῦ πεπονθότες ἄδικον. ἐκεῖνος δὲ τὴν γυναῖκα Φαῦσταν καὶ πάνυ δικαίως ἀπέκτεινεν, ὡς μιμησαμένην τὴν πάλαι Φαίδραν καὶ διαβαλοῦσαν τὸν τούτου υἱὸν Πρίσκον ὡς ἐρωτικῶς αὐτῇ διακείμενον καί τι πρὸς βίαν ἐπιχειροῦντα, καθάπερ κἀκείνη τὸν τοῦ Θησέως Ἱππόλυτον· καὶ δὴ κατὰ τοὺς τῆς φύσεως νόμους ὡς πατὴρ τὸν υἱὸν ἠμύνατο. ὕστερον μέντοι μαθὼν τὴν ἀλήθειαν καὶ αὐτὴν προσαπέκτεινε, δίκην ἐπ' αὐτῇ δικάσας πασῶν δικαιοτάτην. 2.16α zu Z. 1-S. 27 Artemii Passio 7: Ὁ γοῦν φιλόχριστος βασιλεὺς Κωνσταντῖνος εἰς τὸ πρῶτον καὶ τριακοστὸν ἔτος προελθὼν τῆς αὐτοῦ βασιλείας καὶ τοῦ δευτέρου ἐπιβάς, ἐπειδὴ ἐπύθετο τοὺς Πέρσας εἰς πόλεμον ἐπ' αὐτὸν παρασκευαζομένους, ἄρας ἐκ τῆς ἑαυτοῦ πόλεως ἄχρι τῆς Νικομηδείας ἔφθη τῶν Βιθυνῶν· ἔνθα καὶ τελευτᾷ τὸν βίον ἐξ ἐπιβουλῆς τῶν ἑαυτοῦ ἀδελφῶν φάρμακον αὐτῷ δηλητήριον ἐκχεαμένων, ἀστέρος ὥς φασι κομήτου τὸν θάνατον αὐτοῦ προμηνύσαντος. ἦσαν δὲ τῷ Κωνσταντίνῳ ἀδελφοὶ πρὸς πατρὸς οἵδε· ∆αλμάτιος, Ἀναβαλλιανὸς καὶ Κωνστάντιος· αὐτὸς γὰρ ἐξ Ἑλένης μόνος ἦν τῷ πατρὶ Κώνσταντι ἔτι ἰδιωτεύοντι, ἐκ δὲ τῆς θυγατρὸς Μαξιμιανοῦ τοῦ Ἐρκουλλίου ἐπονομαζομένου