Epistula canonica

 ὀφθαλμῶν λαβόντες, ἐνδειξάμενοί τε καρπὸν ἄξιον τῆς μετανοίας ἐν τῷ διαστήματι τοῦ τοσούτου χρόνου, μᾶλλον ὠφεληθήσονται.

 Οἱ δὲ ἐλεύθεροι ἐν τρισὶν ἔτεσιν ἐξετασθήσονται ἐν μετανοίᾳ, καὶ ὡς ὐποκρινάμενοι καὶ ὡς καταναγκάσαντες τοὺς «ὁμοδούλους» θῦσαι, ἅτε δὴ παρακούσαντες

 ταύτην». Οὕτως Ἰάκωβος δεύτερος, συλληφθεὶς ὑπὸ Ἡρώδου, μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη· Οὕτως ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος, πολλάκις συλληφθεὶς καὶ

 ὑπὲρ τῶν ἐν φυλακῇ κατατιμωρη-θέντων καὶ προδεδομένων ὑπὸ λιμοῦ καὶ δίψους, ἤτοι ὑπὲρ τῶν ἔξωθεν τῆς φυλακῆς ἐπὶ τοῦ δικαστηρίου καταβασανισθέντων διὰ

 ἀπαχθῆναι»· δι' οὓς οὐδεμία αἰτία τῷ Πέτρῳ προσ-άπτεται, ἐξῆν γὰρ καὶ αὐτοὺς ἑω- ρακότας τὸ γενόμενον ἐκφυγεῖν· ὡς καὶ πάντα τὰ παιδία τὰ ἐν Βηθλεέμ,

Epistula canonica

ΤΟΥ ΑΓΙΟΥ ΠΕΤΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΚΑΙ ΜΑΡΤΥΡΟΣ

ΚΑΝΟΝΕΣ ΦΕΡΟΜΕΝΟΙ ΕΝ ΤΩ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ ΑΥΤΟΥ ΛΟΓΩ

Περὶ τῶν μετὰ πολλὰς βασάνους ἀρνη-σαμένων τὸν Χριστόν.

Ἐπεὶ τοίνυν τέταρτον ἤδη πάσχα ἐπικατείληφε τὸν διωγμόν, αὐτάρκως ἔχει τοῖς μὲν προσενεχθεῖσι καὶ φυλακισθεῖσι, βασάνους τε ἀνηκέστους ὑπομεμενηκόσι καὶ ἀφορήτους μάστιγας καὶ πολλὰς ἑτέρας δεινὰς ἀνάγκας, ὕστερον δὲ προδεδομένοις ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, εἰ καὶ μὴ ἐξ ἀρχῆς παρεδέχθησαν διὰ τὴν παρακολουθήσασαν μεγίστην πτῶσιν, ὅμως διὰ τὸ πολλὰ αὐτοὺς ἠθληκέναι καὶ ἐπὶ πολὺ ἀντιμαχέσθαι, οὐ γὰρ κατὰ προαίρεσιν ἐν τούτῳ ἐληλύθασιν, ἀλλὰ καταπροδοθέντες ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἐπειδὴ καὶ «στίγματα τοῦ Ἰησοῦ» ἐνδείκνυνται ἐν τοῖς σώμασιν ἑαυτῶν, καὶ ἤδη τινὲς τρίτον ἔτος ἔχουσι καταπενθοῦντες, προσεπιτιμηθῆναι αὐτοῖς ἀπὸ τῆς προσελεύσεως καθ' ὑπόμνησιν ἄλλας τεσσαράκοντα ἡμέρας, ἃς καίπερ νηστεύσας ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ βαπτισθῆναι, ἐπειράσθη ὑπὸ τοῦ διαβόλου· εἰς ἃς καὶ αὐτοὶ κατὰ περισσὸν διαγυμνασθέντες, εὐτονώτερόν τε νήψαντες, γρηγορήσουσιν εἰς προσευχάς, τοῦ λοιποῦ καταμελετῶντες τὸ λεγόμενον ὑπὸ τοῦ κυρίου πρὸς τὸν πειράζοντα αὐτόν, ἵνα προσκυνήσῃ αὐτῷ· «Ὕπαγε σατανᾶ, γέγραπται γάρ· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις».

2 Περὶ τῶν μετὰ τὸ φυλακισθῆναι μόνον ἀρνησαμένων. Τοῖς δὲ μετὰ τὸ φυλακισθῆναι μόνον καὶ ὑπομεμενηκέναι τὰς ἐν τῷ

δεσμωτηρίῳ ὡσὰν ἐν πολιορκίᾳ θλίψεις τε καὶ δυσωδίας, ὕστερον δὲ χωρὶς πολέμου βασάνων γενομένοις αἰχμαλώτοις, κατὰ πολλὴν πτωχείαν δυνάμεως καὶ κατά τινα τυφλότητα τεθραυσμένοις, ἐπαρκέσει ἐνιαυτὸς πρὸς τῷ ἑτέρῳ χρόνῳ, ἐπεὶ ὅλως καὶ αὐτοὶ ἐπιδεδώκασιν ἑαυτοὺς ὑπὲρ τοῦ ὀνόματος θλιβῆναι, εἰ καὶ ἀπήλαυσαν ἐν τῷ δεσμωτηρίῳ τῆς παρὰ τῶν ἀδελφῶν πολλῆς ἀναπαύσεως, ἅπερ πολλαπλασίονα ἀποδώσουσι, ποθοῦντες λυτρωθῆναι ἀπὸ τῆς πικροτάτης αἰχμαλωσίας τοῦ διαβόλου, μεμνημένοι μάλιστα τοῦ λέγοντος· «Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως».

3 Περὶ τῶν μηδὲ φυλακισθέντων. Τοῖς δὲ μηδόλως μηδέν τι τοιοῦτο πεπονθόσι, μηδὲ ἐνδειξαμένοις καρπὸν

πίστεως, ἀλλ' αὐτομολήσασι πρὸς τὴν κακίαν, προδεδομένοις ὑπὸ δειλίας καὶ φόβου, νῦν δὲ εἰς μετάνοιαν ἐρχομένοις, ἀναγκαῖόν ἐστι καὶ ἁρμόζον τὴν τῆς ἀκάρπου συκῆς παραβολὴν παραθέσθαι, ὡς ὁ κύριος λέγει· «Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν· εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ἀφ' οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω τὰ περὶ αὐτὴν καὶ βάλω κόπρια· κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μή γε εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν». Ἣν πρὸ