De paschate ad Tricentium

De paschate ad Tricentium

ΤΟΥ ΑΥΤΟΥ ΕΚ ΤΟΥ ΛΟΓΟΥ ΕΙΣ ΤΟ ΠΑΣΧΑ ΙΕ

Περὶ νηστείας τετράδος καὶ παρασκευῆς.

Οὐκ ἐγκαλέσει τις ἡμῖν παρατηρουμένοις τετράδα καὶ παρασκευήν, ἐν αἷς καὶ νηστεύειν ἡμῖν κατὰ παράδοσιν εὐλόγως προστέτακτο· τὴν μὲν τετράδα, διὰ τὸ γενόμενον συμβούλιον ὑπὸ Ἰουδαίων ἐπὶ τῇ προ58 δοσίᾳ τοῦ κυρίου· τὴν δὲ παρασκευήν, διὰ τὸ πεπονθέναι αὐτὸν ὑπὲρ ἡμῶν. Τὴν γὰρ κυριακὴν χαρμοσύνης ἡμέραν ἄγομεν διὰ τὸν ἀναστάντα ἐν αὐτῇ, ἐν ᾗ οὐδὲ γόνατα κλίνειν παρειλήφαμεν.