Selecta in Leviticum

 τῆς εὐσεβείας. ∆ιπλοῦν δέ ἐστι τὸ κέρδος τὸ ἀπὸ τοῦ θύειν· καὶ ὅτι Θεῷ προσάγεται τιμὴ, καὶ ὅτι ἃ θύει τις οὐκ ἂν προσκυνήσειεν, οὐδὲ ἂν οἰηθείη Θεὸν

 τοῦ Σωτῆρος. Ξύλον δὲ κέδρινόν φησι τὸ τῆς σωτηρίας ἡμῶν ξύλον. Τὸ δὲ κεκλω- σμένον κόκκινον τύπος ἦν τοῦ τιμίου αἵματος, δι' οὗ καθαίρεται ὁ κόσμος ὅ

Selecta in Leviticum

ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΛΕΥΙΤΙΚΟΝ.

12.397 Καὶ ἀνεκάλεσε Μωϋσῆν. Λευϊτικὸν ὠνόμασται, ἐπειδὴ τὸ τῆς ἱερωσύνης καὶ τὰ τῶν θυσιῶν καὶ ὅσα τοιαῦτα προσέταξεν ὁ Θεὸς, ἐν τούτῳ Λευϊτικῷ φέ ρεται. Ἔχει μὲν οὖν καὶ ἡ Ἔξοδος τοῦ Θεοῦ νομοθεσίας· ὅπως δὲ ἐτελέσθησαν οἱ ἱερεῖς χρισθέντες, καὶ ὅπως κατεσκευάσθη ἡ σκηνὴ καὶ σύμπηξιν ἔλαβεν ἁρμόνιον, καὶ ἄλλα πλείονα ἱστορεῖ τὸ Λευϊτικόν. Εἰ δὲ καὶ ἕτερά τινα περιέχει, οὐ θαυμαστὸν, ἐπιγραφὴ γάρ ἐστι, Λευϊτικὸν, τοῦ ἐν αὐτῷ καιριωτέρου δηλω τικόν. Τοῦ αὐτοῦ. Τὸν περὶ θυσιῶν λόγον οἱ μὴ ὀρθῶς ἐνορῶντες καταφρονοῦσιν ἢ ὡς εὐτελοῦς νομοθεσίας, καὶ μηδὲν ἄξιον τοῦ ∆ημιουργοῦ ἐχούσης, ἢ αὐτοῦ τοῦ ∆ημιουργοῦ ὡς εὐτελῆ νομοθετοῦντος ἀσεβῶς κα ταψηφίζονται. Ὁ δὲ νοήσας τὸ τοῦ ∆αυῒδ καὶ τοῦ Ἀποστόλου, τοῦ μὲν λέγοντος· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου·» τοῦ δὲ βοῶντος· «Ὁ νόμος πνευματι κός ἐστι,» δύναται διαβλέψαι ὡς ἄξια Θεοῦ ἐστιν ἀποκεκρυμμένα ἐν τούτοις μαθήματα. Ἄνθρωπος ἐξ ὑμῶν, ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ. Τετηρήκαμεν δὲ πολλαχοῦ τῶν Γραφῶν τὰ μὲν δῶρα ἐπὶ τῶν ζώων λέγεσθαι, τὰς δὲ θυσίας ἐπὶ τῶν ἀψύχων κατὰ τὸ ἐν τῇ Γενέσει λεγόμενον· «Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσ έσχεν.» Ἔτι δὲ καὶ τοῦτο ῥητέον, ἐπὶ μὲν τῶν ἐμ ψύχων· «Ἄνθρωπος, φησὶν, ἐξ ὑμῶν, ἐὰν προσαγάγῃ δῶρα·» ἐπὶ δὲ τῶν ἀψύχων, «ἐὰν ψυχή.» Τὸ ἄψυ χον ἡ ψυχή· ἵνα τοῦ μὲν ἀλόγου τὸ λογικὸν μόνον καταλείπηται, καὶ τοῦ ἀψύχου ὑπὸ τοῦ πυρὸς νενικη μένου ἀπομείνοι τὸ ἔμψυχον μόνον. Προχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον. Θυ σιαστήριον καρπώσεως ὁ βωμὸς λέγεται, ἐφ' οὗ θυ σίαι ὁλοκαυτώσεως· θυσιαστήριον δὲ θυμιάματος, τὸ ἔσω θυσιαστήριον. Τοῦ αὐτοῦ. Ἐπειδὴ ἔχαιρον ταῖς θυσίαις οἱ Ἰουδαῖοι ἐν Αἰγύπτῳ ταύταις προσεθίσαντες, ὡς καὶ ἡ ἐν τῇ ἐρήμῳ μοσχοποιία μαρτυρεῖ, ἐπέτρεψεν ὁ Θεὸς ταύτας αὐτῷ προσαγαγεῖν, ταύτῃ χαλινώσας τῆς πολυθεΐας τὰς ἀτάκτους ὁρμὰς καὶ τοῦ μὴ θύειν δαί μοσι. 12.400 Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως. Ἀκούσιόν ἐστιν ὅπερ ἄν τις ποιῇ κακόν. Σημειωτέον ὅτι τὸ ἀ γνόημα τὸ ἀκούσιον, ἁμαρτίαν καλεῖ ἡ Γραφή. Καὶ ἄλλων τινῶν μέμνηται ὁ μακάριος Παῦλος φάσκων· Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων. Τοῦ αὐτοῦ. «Ψυχὴ ἐὰν ἁμάρτῃ ἀκουσίως, φησὶ, καὶ μὴ ποιήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου,» κατὰ φύσιν ἔχει. Ἔστι γὰρ τάχα τινὰ καὶ προστά γματα Κυρίου, ἃ οὐ δεῖ ποιεῖν κατὰ τό· «Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά.» Ψυχὴ οὖν ἁμαρτά νει ἀκουσίως, ὅτε προφάσει εὐσεβείας τὸ μὴ δέον τηρεῖ. Καὶ δεῖται θυσίας πρὸς ἄφεσιν· οὐ δεομέ νου θυσίας τοῦ δρῶντος ἐξεπίτηδες· ὡς ὁ γεγονὼς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν τὸν Τιμόθεον. Ἡ ψυχὴ ἐκείνη ἥτις ἐὰν ἅψηται παντὸς πρά γματος ἀκαθάρτου, ἢ θνησιμαίου. Θνησιμαῖον δέ φησι τὸν ἀποθανόντα τῷ Θεῷ ἄνθρωπον, ᾧ χρὴ μηδὲ συνεσθίειν· ὁ γὰρ ἁπτόμενος αὐτοῦ ἀκάθαρτός ἐστι. Καὶ τοῦτο ἀκάθαρτόν ἐστι τὸ θηρευθὲν ὑπὸ τοῦ ἀν τιδίκου ἡμῶν διαβόλου. Κτήνη ἀκάθαρτα εἴη ἂν, οἱ προσελθόντες μὲν τῷ λόγῳ κτηνώδεις, πρὸς θάνατον δὲ ἁμαρτήσαντες, καὶ μὴ γενόμενοι ἄξιοι σωθῆναι κἂν μετὰ κτηνῶν, κατὰ τὸ λέγον ῥητόν· «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.» Πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν ἁγιασθήσεται. Τινὲς τὸ «ἁγιασθήσεται,» μολυνθήσεται, φασὶν, οὐ διὰ τὴν θυσίαν, οἶμαι, ἀλλὰ διὰ τὸ τολμηρὸν αὐτοῦ ἁπτομένου. Ἀγγαῖος γάρ φησιν· «Ὃς ἂν ἅψηται, μιανθήσεται.» Τοῦ αὐτοῦ. Λέγομεν ὡς διατροφῆς ἀφορμὴ μᾶλλον τοῖς ἱερεῦσιν ἦσαν αἱ θυσίαι καὶ σκιὰ