Scholia in Canticum canticorum

 ἐκλογὴν χάριτος λεῖμμα ἀναλαμβανόμενοι· ἐγὼ δὲ τὴν κατὰ τὴν ἄνω Ἱερουσαλὴμ διαθήκην λαβοῦσα, καὶ ἐξ ἐπαγγελίας ἀναγεννωμένη. Οὐ πρότερον δὲ ταύτην ἔθε

 οἰκίαν ὅλην ἐπλήρωσε τῆς μαθητρίας τὸ μῦρον. Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοὶ, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται Εἰποῦσα τὴν νάρδον τοῦ ν

 ἀποστόλους τε καὶ προφήτας· μο νονουχὶ λέγουσα, Συγκεράσατέ με τῷ σώματι τοῦ Χριστοῦ. Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀ

 Ἡσαΐας περίτειχον ὀνομάζει, λέγων· θήσει τεῖχος, ἢ περίτειχος· βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν, οὐ μόνον ἐν τῷ τείχει γενέσθαι, ὅπερ εἶναι τὸ

 ἁρμόττουσαν ἀναλαβεῖν ὁμοιότητα πρὸς μὲν τὸν δόρ κωνα, διὰ τὸ διορατικόν· πρὸς δὲ νεβρὸν ἐλάφων, δι' ἀφανισμῶν τοῦ τῶν ὄφεων γένους· ταῦτα δὲ ποιῶν ἐν

 ἐξ ἐρήμου λέγεται ἀναβαίνειν· τὸ δὲ τὸν δίκαιον εἶναι Χριστοῦ εὐωδίαν ἐν παντὶ τόπῳ τοῖς σωζομένοις, τεθυμιαμένη νοεῖται παραπλησίως στελέχεσι, καπνὸν

 νυμφίου· διὸ παρὰ τοῖς τρισὶν εὐαγγελισταῖς ἐπιτιμηθῆναι τῷ ἀνέμῳ εἴρηται· οἱ δὲ ἄνεμοι ἁπλῶς ὑπακούουσιν αὐτῷ· Χριστὸς οὖν ἐξωθουμένους τοῦ διαβόλου,

 τῷ παντὶ καταστάσεσιν· ὁ δὲ Σύμμαχος· οὐ τεταγμέ ναι παρατάξεις· θάμβος γάρ εἰσιν ὡς τάγμα παρεμ βολῶν τοὺς πολεμίους ἐκπλήττοντα. Ἀπόστρεψον τοὺς ὀφθ

 ἐπί μοχθον ταύτην ζωὴν, ἰδεῖν παράδοξόν τι γέννημα τοῦ χειμῶνος ῥέοντος μαύρου ποταμοῦ· ἢ, κατὰ Σύμμα χον, κατέβη μαθεῖν εἰ ἡ φάρυγξ τοῦ βίου ὀπώρας ἔ

 γὰρ ἀπὸ κακίας τραχὺ ἐν τῷ τῆς νύμφης τραχήλῳ· οὐκέτι δὲ περὶ τῶν νεκρῶν εἶπεν, οἱ νεμόμενοι ἐν κρίνοις· ὑπεράνω γὰρ ἐγεγόνεισαν κρίνων τῶν ἐν μέσῳ ἀκ

 παραλήψομαί σε· εἰσάξω σε εἰς οἶ κον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλα βούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. Εὑρίσκο

Scholia in Canticum canticorum

ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΑ ΑΣΜΑΤΑ ΤΩΝ ΑΣΜΑΤΩΝ. 17.253 ΚΕΦΑΛΑΙΟΝ Αʹ. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Μὴ διὰ προφητῶν με μνηστευσάτω, φησὶν, δι' ἑαυ τοῦ δὲ ὁμιλησάτω, κατ' αἴσθησιν πνευματικήν· δι' ἧς ὁ Ἰωάννης φησί· Καὶ αἱ χεῖρες ἡμῶν ἐψηλά φησαν περὶ τοῦ Λόγου τῆς ζωῆς· ταῦτα δέ φησιν ὡς τῶν προφητῶν εἰπόντων ἀκούσασα· Ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου· καὶ ἀλλαχοῦ· Ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφην, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί. Ὁσάκις δέ τι ζητοῦντες θεῖον δόγμα καταλαμβάνομεν, καταπε φιλῆσθαι ἀπὸ τοῦ στόματος τοῦ νυμφίου νομίσωμεν· ἐν ὅσῳ δὲ ἀποροῦμεν, ὑπολάβωμεν ἐχόμενοι λέγειν τὸ, Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον, καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. Ἤγουν αἱ ἀρεταί σου ὑπὲρ τὰς παρ' ἡμῖν ἀρετὰς κατὰ τὸ, Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ἔστι γὰρ αὐτοσοφία καὶ δικαιοσύνη· ἡμεῖς δὲ κατὰ μέθεξιν σοφοί τε καὶ δίκαιοι, κατὰ προαίρεσίν τε καὶ δύναμιν, ἐν τῇ τούτων εὐωδίᾳ γινόμενοι Μῦρον ἐκκενωθὲν ὄνομά σου. ∆ιὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. Τάχα προφητεύου τοῦ ὀνόματος τοῦ Χριστοῦ τὴν τὸν κόσμον πληρώσασαν δύναμιν, κατὰ τὴν αὐτοῦ παρουσίαν· ὥστε γενέσθαι κατὰ τὸν Παῦλον οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ζωῆς εἰς ζωὴν, εἶπεν ἂν ἡ νύμφη, ∆ιὰ τοῦτο πάντες ἠγάπη σάν σε· ἀλλ' οὐ μόνον αἱ νεάνιδες ὁσημέραι ἀνανε ούμεναι, καὶ μὴ ἔχουσαι ῥυτίδα ἢ σπῖλον· ἐξεκε νώθη δὲ, ὡς μηκέτι σιωπᾶσθαι κατακεκλεισμένον ἐν ἀποῤῥήτοις. Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. Ἤγουν ἀδύνατον τὴν ἀξιέραστον λέγει ψυχὴν ἢ Ἐκκλησίαν ἢ τὸ ἡγεμονικὸν τοῦ Χριστοῦ· εἰς ὃ Παῦλος εἰσελθὼν ἔφη· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἴδωμεν τὰ ὑπὸ Θεοῦ χαρισθέντα ἡμῖν· τίνα δὲ 17.256 ταῦτα; Ἃ ὀφθαλμὸς οὐκ οἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ταῦτα γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἐν γὰρ τῷ ταμιείῳ τοῦ νυμφίου πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι· αὕτη μὲν γὰρ ὡς προλαβοῦσα τὰς νεάνιδας εἰσήχθη, καὶ παρέστη ὡς βασίλισσα ἐκ δεξιῶν τοῦ βασιλέως, ἐν ἱματισμῷ διαχρύσῳ, κατὰ τὸν ∆αυΐδ· περὶ δὲ τῶν νεανίδων, ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, καὶ τὰ ἑξῆς. Ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέ σε. Ἤγουν εἰ καὶ νῦν δι' ἀσθένειαν ὑπὲρ τοὺς σοὺς μαστοὺς ἀγαπῶμεν, ὦ νυμφίε, τὸν οἶνον, ὅταν βελτιω θῶμεν, ὑπὲρ τοῦτον αὐτοὺς ἀγαπᾷν. -Οἶνος μὲν οὖν εὐφραίνων νεάνιδας, τὰ νομικά· ἡ δὲ τελειότης, τοῦ νυμφίου μαστοί· εἶτα εἰς ἀπολογίαν τοῦ μὴ εἴδη ἀγαπᾷν, φησίν· Εὐθύτης ἠγάπησέ σε· ἡμεῖς δὲ οὔπω τὰς ἑαυτῶν πορείας εὐθείας ἐποιησάμεθα. Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ· ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σαλομών. Λέγει δὲ ἡ ἐξ ἐθνῶν Ἐκκλησία ταῦτα πρὸς τὰς ἐξ Ἱερουσαλὴμ ψυχὰς, ἤτοι τὴν Ἱερουσαλὴμ, ὁμολογοῦσαν τὸ μέλαν, διὰ τὸ μὴ ἐκ λαμπρῶν μηδὲ πεφωτι σμένων πατέρων· διὸ καὶ σκοτασμῷ παραβάλλεσθαι· καλὴ δὲ διὰ τὸν λόγον ὃν παρεδέξατο· καὶ δέῤῥεσιν ἐοικέναι τοῦ Σαλομὼν ἃς εἶχεν, μεθ' ὧν ἄλλων ἐκέ κτητο ἐν τῇ δόξῃ αὐτοῦ. Μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος. Ἢ ὅτι σκοτισθεῖσάν με τῇ ἁμαρτίᾳ, Χριστὸς παρεῖδε διὰ τὴν ἀπιστίαν· ὃν ἥλιον δικαιοσύνης ἀνα γορεύουσιν αἱ Γραφαί. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. Ἤγουν οἱ διδάσκοντες μαθηταὶ τοῦ Χριστοῦ, κα θᾶραί με τῶν πρὸς τούτου βουλόμενοι πονηρῶν λογι σμῶν, καὶ τῶν συνεργούντων ταῦτα δαιμόνων, ἐμαχέσαντο τούτοις ἐν ἐμοὶ, τῆς αὐτῆς μοι μητρὸς ὄντες υἱοὶ, τῆς ἐλευθερίας φημί· οἱ μὲν εἰς τὸ κατ'