Scholia in Apocalypsem (scholia 28-38) 28 (Μετὰ τὸ ἐγνωκέναι μέ, φησιν, ὅτι ἡ ῥίζα ∆αυείδ, ὁ νικήσας λέων ἐκ τῆς φυλῆς Ἰούδα, εἴληφεν τὸ βιβλίον ἐπὶ τ

 ἀριθμῆαι τὸν Ἰραήλ· τῇ γὰρ ἐπέσεισε προσηγορίᾳ ἐχρήσατο καὶ τῇ δευτέρᾳ τῶν Βασιλειῶν καὶ τῇ πρώτῃ τῶν Παραλειπομένων, τῇ μὲν ἐπὶ τῆς ὀργῆ τοῦ κυρίου τ

 ἀριθμὸς ἰσάκις ἰσοσκελισθεὶς ἀπὸ τοῦ ιβʹ. δωδεκάκις γὰρ ιβʹ ρμδʹ. βεβαίας δὲ στάσεως σύμβολον τὸ τετράγ<ω>νον σχῆμα φέρει. 32 Παρακατιὼν λέγει ταύτας

 εἰσαγόμενοι εἰς εὐλάβειαν σημαίνονται τῷ φοβεῖσθαι τὸ ὄνομα τοῦ θεοῦ, οἱ δὲ αὐτὸν καὶ μὴ τὸ ὄνομα αὐτοῦ ἔτι φοβούμενοι τῇ τῶν ἁγίων προσηγορίᾳ· φοβήθη

Scholia in Apocalypsem (scholia 28-38) 28 (Μετὰ τὸ ἐγνωκέναι μέ, φησιν, ὅτι ἡ ῥίζα ∆αυείδ, ὁ νικήσας λέων ἐκ τῆς φυλῆς Ἰούδα, εἴληφεν τὸ βιβλίον ἐπὶ τῷ λῦσαι τὰς σφραγῖδας αὐτοῦ) Εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς <ὡς> ἐσφαγμένον. μετὰ τὴν ἀνάστασιν καὶ ἀνάληψιν ὀφθὲν τὸ ἀρνίον οὐκέτι ἐσφαγμένον <ἀλλ' ὡς ἐσφαγμένον> ὤφθη καὶ ἔτι ἑστός, τουτέστιν οὐκέτι ἀλλοιούμενον. εἰοὖν κατὰ καινὴν στάσιν ἔχει λοιπὸν ἑπτὰ κέρατα, ἁγίαν βασιλείαν καὶ εὐλογημένην ἔχει, ταύτης γὰρ σύμβολον τὰ ἑπτά. πρὸς τοῖς ἑπτὰ κέρασι καὶ ὀφθαλμοὺς ἑπτὰ ἔχει, οὐκ ἄλλους ὄντας τῶν ἑπτὰ τοῦ θεοῦ πνευμάτων ἃ πορεύεται ἐπὶ τῆς γῆς ἐπισκοποῦντα τὰ πρὸς ἀνθρώ πων πραττόμενα· συνᾴδει τούτοις τὸ Ἑπτὰ ὀφθαλμοὶ Κυρίου εἰὶν ἐπιβλέποντε ἐπὶ πᾶαν τὴν γῆν. 29 Εἴρηταί που Κατευθυνθήτω ἡ προευχή μου ὡ θυμίαμα ἐνώπιόν ου· πλήρεις τούτων τῶν θυμιαμάτων φιάλαι τυγχάνουσι τὰ ἡγεμονικὰ τῶν γνησίως εὐχομέ νων Χριστῷ. ἐρεῖς δὲ καὶ τὰς κιθάρας τὴν ἡρμοσμένην εὐμούσως καὶ εὐμελῶς δύναμιν αὐτῶν καθ' ἣν νοοῦσι καὶ ἀγαπῶσιν Χριστόν. τί δὲ κατὰ τὸ ᾄδειν τὴν καινὴν ᾠδὴν λέγουσιν ἢ τό Ἄξιος εἶ, ὦ δέσποτα σωτήρ, λαβεῖν τὸ βιβλίον καὶ τὰ ἑξῆς; προφανῶς δὲ περὶ τοῦ σταυρωθέντος ἐστὶ ταῦτα, ἀχθέντο ὡ πρόβατον ἐπὶ φαγήν· ἐκ τῆς οὕτω γεναμένης σφαγῆς τὸ ῥεῦσαν αἷμα τιμὴ δίδοται ὑπὲρ τῶν σεσωσμένων. καὶ ἐπειδὴ μὴ ὑπὲρ μέρους ἢ ἑνὸς ἔθνους τῶν ἀνθρώπων ἐσταυρώθη, ἠγόρασεν τῷ αἵματι αὐτοῦ ἀπὸ πάσης φυλῆς Ἰσραὴλ καὶ διαλέκτου πάσης τῶν ἀνθρώπων. ἔτι μὴν καὶ λαοῦ καὶ ἔθνους διαφορὰν διαφόρ<ως ἔστι> λαβεῖν φάσκοντα ὅτι ἐκ τῶν καθαρίων καὶ σοφῶν ἀνθρώπων ληφθέντες ἀπὸ λαοῦ, οἱ δὲ ἀπὸ τῶν χυδαιοτέρων καὶ πολλῶν ἀπὸ ἔθνους ἠγοράσθησαν. πιστοῦται ἡ προτέρα ὑπόθεσις τὸν ἀριθμὸν τῶν εἴκοσι τεσσάρων πρεσβυτέρων ἐκ τῆς προκειμένης λέξεως· αὐτοὶ γὰρ ὡμολόγησαν ὡς ἀπὸ τῶν ἀνθρώπων ἠγοράσθη σαν καὶ ἐξελέγησαν. ἡμεῖς οὖν οἱ ἀναγινώσκοντες ταῦτα καὶ μαθόντες ὅτι τὰ θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων, καὶ πνευματικαὶ θυίαι καὶ εὐπρόδεκτ<ο>ι θεῷ αἱ ἀγαθαὶ πράξεις, ὁρῶμεν ὅτι ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας ἐν παντὶ τόπῳ θυμίαμα προάγεται τῷ ὀνόματι Κυρίου καὶ θυία καθαρά· μέγα γὰρ αὐτοῦ τὸ ὄνομά ἐστιν ἐν τοῖ ἔθνει, διὰ τὴν τοῦ Χριστοῦ διδασκαλίαν, ὡς φησὶν ὁ προφήτης. 30 Ἐκ τῶν γραφῶν ἔστιν εὑρεῖν ὡς <ὥσ>περ σῶμα θεοῦ <ἐνερ>γίαι εἰσί τινες, οἷον αἱ ὑπηρετικαὶ χεῖρε, καὶ ἐποπτικαὶ ὀφθαλμοί, καὶ ἐπὶ τῶν εὐχῶν τεταγμέναι ὦτα, καὶ ἀπελαστικαὶ προνοίας θεοῦ πόδε, τοῖς κατὰ γῆν διαιτωμένοις. ἐπεὶ οὖν μέλλει ἐρεῖν ὀργὴν θεοῦ μεγάλην, οὐ τὸ συμβεβηκὸς πάθος ὀνομάζεται, θεοῦ ὀργὴ καλούμενον, ἔξω ὑπάρχον αὐτοῦ, πλὴν εἰς χρείαν κατατασσόμενον τοῖς δεομένοις, ᾧ καὶ παραδίδονται, ὡς ἀνάξιοι θεοῦ, ἵνα ποθήσωσι τὸν θεὸν οὗ καταπεφρονήκασιν ὅτε ὑπὸ τὴν τοῦ χείρονος ἐξουσίαν γίνονται. καί ἐστιν ὀργὴ θεοῦ ὁ διάβολος. καὶ γὰρ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν εἴρηται Καὶ προέθετο ὀργὴν Κυρίου ἐκκαῆναι ἐπὶ Ἰραὴλ καὶ ἐπέειε τὸν ∆αυῒδ λέγων· Βάδιζε καὶ ἀρίθμηον τὸν Ἰραὴλ καὶ τὸν Ἰούδαν. καί ἐστιν ἡ ὀργὴ τοῦ θεοῦ ἡ ἐπιείαα τὸν ∆αυῒδ οὐχὶ λέγουα ἀλλὰ λέγων· παρὰ αὐτὸν ἄρα τὸν θεόν, τὸν λεγόμενον εἰρηκέναι πολλά τινα πρὸς τοὺς ἁγίους, ἑτέρα τίς ἐστιν ἡ ὀργὴ αὐτοῦ ἡ ταῦτα λέγουσα καὶ κελεύουσα ἁμαρτάνειν ἁμαρτίαν ἐφ' ᾗ κόλασις ἀπὸ θεοῦ ἀκολουθεῖ τῷ πεισθέντι τῇ τοιάδε εἰρηκυίᾳ ὀργῇ- καὶ πῶς ἡ κολάζουσα ἐπὶ τοῖς ἁμαρτήμασι καὶ δικαίως κολάζουσα ἀνασείει ἐπὶ ἁμαρτίαν, ἵνα πείσασα ἐπὶ τὸ ἁμαρτάνειν κολάσῃ δικαίως; ἀδίκως γὰρ κολάσει ἡ αἰτία τῆς ἁμαρτίας τὸν ἡμαρτηκότα. ἀλλά, καθὼς εἴρηται, ὀργὴν θεοῦ οἶμαι εἶναι τὸν διάβολον τῷ ἀναπείθειν ἁμαρτάνειν, βουλόμενον ὑποχείριον λαβεῖν τὸν ἡμαρτηκότα ἐκ τοῦ ἁμαρτάνειν. καὶ γὰρ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων τὴν αὐτὴν αἰτίαν τοῦ ∆αυῒδ ἱστορῶν οὕτω φησίν Καὶ ἔτη ὁ διάβολο ἐν τῷ Ἰραὴλ καὶ ἐπέειε τὸν ∆αυῒδ τοῦ