Libri x in Canticum canticorum 90 Μὴ διὰ προφητῶν με μνηστευσάτω, φησίν, δι' ἑαυτοῦ δὲ ὁμιλησάτω κατ' αἴσθησιν πνευματικήν· (δι' ἧς ὁ Ἰωάννης φησί· «κ

 συνορῶντι ὅτι, ἡνίκα «κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ», οὔτε «ἀπὸ τῆς πλινθείας» οὔτε «ἀπὸ τοῦ πηλοῦ» οὔτε «ἀπὸ τῶν ἀχύρων κατεστένα ξαν», ἀλλ' «ἀπὸ τῶν ἔ

 ἐγερθῇ». -Καὶ μετὰ ταῦτα. Τότε γὰρ «οἱ σύμμορφοι γεγενημένοι τῆς ἀναστάσεως αὐτοῦ» παραλήψονται παρ' αὐτοῦ ἀνθ' «ὁμοιωμάτων» χρυσόν, πλη θυνθήσονται τ

 ζησόμεθα ἐν τοῖς ἔθνεσι». Πῶς γὰρ οὐκ ἔμελλε ζωῆς ἡμῖν αἰτία «ἡ σκιὰ αὐτοῦ» γενέσθαι γενομένοις ἐλευθέροις «τῆς τοῦ νόμου σκιᾶς» («σκιὰν γὰρ εἶχεν ὁ ν

 «ὑετὸν» γεγονέναι τὸν πρὸ τῆς ἐπιδημίας «καιρὸν τοῦ Θεοῦ ἐντειλαμένου ταῖς νεφέλαις ὕειν» τὸν νομικὸν καὶ προφητικὸν λόγον, πεπαῦσθαι δὲ τοῦτον, ἐπειδ

Libri x in Canticum canticorum 90 Μὴ διὰ προφητῶν με μνηστευσάτω, φησίν, δι' ἑαυτοῦ δὲ ὁμιλησάτω κατ' αἴσθησιν πνευματικήν· (δι' ἧς ὁ Ἰωάννης φησί· «καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς». Ταῦτα δέ φησιν ὡς 91.30 τῶν προφητῶν εἰπόντων ἀκούσασα· «ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου», καὶ ἀλλαχοῦ· «ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφην, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί».) 92 Ὁσάκις δέ τι ζητοῦντες θεῖον δόγμα καταλαμβάνομεν, «καταπεφιλῆσθαι ἀπὸ τοῦ στόματος» τοῦ νυμφίου νομίσωμεν· ἐν ὅσῳ δὲ ἀποροῦμεν, ὑπολάβωμεν εὐχόμενοι λέγειν τό· «φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ». 96 Πολλῶν ὄντων οἴνων ἐν τῇ γραφῇ κρειττό νων τε καὶ χειρόνων, νῦν τοῖς κρείττοσιν οἱ τοῦ νυμφίου «μαστοὶ» παρατίθενται· οὐ γὰρ ἂν τοῖς χείροσι συνεκρίθησαν. Ἡ τοίνυν νύμφη πολλοῖς καὶ διαφόροις οἴνοις εὐφρανθεῖσα καὶ ἔχουσα παρασκευὴν εἰς τὸ δέξασθαι τοὺς κρείττονας τούτων τοῦ νυμφίου μαστοὺς τοῦτό φησι προτιμῶσα τούτους οἴνου τοῦ «ἐν νόμῳ τε καὶ προφήταις». 98 Ὅρα δέ, ὡς ἐπὶ μὲν τῆς εὐαγγελι κῆς πολιτείας ὀσμὴν ἔφη· ἐπὶ τῆς νομικῆς λατρείας αὐτὰ τέθεικε τὰ ἀρώματα, δηλῶν ἐκείνης τὸ ὑπερέχον καὶ πνευματικόν, ταύτης δὲ τὸ πάχυ. 101 Τάχα προφη τεύει τοῦ ὀνόματος τοῦ Χριστοῦ τὴν τὸν κόσμον πληρώσασαν δύνα μιν κατὰ τὴν αὐτοῦ παρουσίαν, ὥστε γενέσθαι κατὰ τὸν Παῦλον «οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ἐκ ζωῆς εἰς ζωήν». Εἰ γὰρ πᾶσιν ἦν «εἰς ζωὴν», εἶπεν ἂν ἡ νύμφη· διὰ τοῦτο πάντες «ἠγάπησάν σε», ἀλλ' οὐ μόνον «αἱ νεάνιδες» «ὁσημέραι ἀνανεούμεναι», καὶ «μὴ ἔχουσαι ῥυτίδα ἢ σπῖλον». «Ἐξεκενώθη» δέ, ὡς μηκέτι σιωπᾶσθαι κατακεκλεισμένον ἐν ἀπορρήτοις. 108 «Εἰσήγαγέ με ὁ βασι λεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ». Ἤγουν «ἄδυτον» τὴν ἀξιέραστον λέγει ψυχὴν ἢ ἐκκλησίαν ἢ τὸ ἡγεμονικὸν τοῦ Χριστοῦ, εἰς ὃ Παῦλος εἰσελ θὼν ἔφη· «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα εἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν». Τίνα δὲ ταῦτα; Ἃ «ὀφθαλμὸς οὐκ εἶδε καὶ 109 οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ταῦτα γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». Ἐν γὰρ «τῷ ταμιείῳ» τοῦ νυμφίου «πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι». Αὕτη μὲν γὰρ ὡς προλαβοῦσα τὰς νεάνιδας εἰσήχθη καὶ «παρέστη ὡς βασίλισσα ἐκ δεξιῶν τοῦ βασιλέως ἐν ἱματισμῷ διαχρύσῳ» κατὰ τὸν ∆αυΐδ· περὶ δὲ τῶν νεανίδων· «ἀπενεχθήσονται τῷ βασιλεῖ παρ θένοι ὀπίσω αὐτῆς» καὶ τὰ ἑξῆς. 111 «Ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον». Ἤγουν, εἰ καὶ νῦν δι' ἀσθένειαν ὑπὲρ τοὺς σοὺς «μαστοὺς ἀγαπῶμεν», ὦ νυμφίε, «τὸν οἶνον», ὅταν βελτιωθῶμεν, «ὑπὲρ» τοῦτον αὐτοὺς «ἀγαπήσομεν». «Οἶνος» μὲν οὖν εὐφραίνων «νεάνιδας» τὰ νομικά, ἡ δὲ τελειότης τοῦ νυμφίου «μαστοί». Εἶτα εἰς ἀπολογίαν τοῦ μὴ ἤδη ἀγαπᾶν φησιν· «εὐθύτης ἠγάπησέ σε». Ἡμεῖς δὲ οὔπω τὰς ἑαυτῶν πορείας εὐθείας ἐποιησάμεθα. 126 «Σκοτισθεῖσάν» με τῇ ἁμαρτίᾳ Χριστὸς «παρεῖδε» διὰ τὴν ἀπιστίαν, ὃν «ἥλιον δικαιοσύνης» ἀναγορεύουσιν αἱ γραφαί. 128 Πρόσχες δὲ καὶ τούτοις εἰς τὸν τόπον, ὅτι «ὁ ἥλιος» λευκὸς καὶ λαμπρὸς ὢν δοκεῖ τὴν αἰτίαν ἔχειν τοῦ «μελανοῦν», οὐ παρ' ἑαυτὸν, ἀλλὰ παρὰ τόν, ὡς ἀποδεδώκαμεν, «μελανούμενον». Οὕτω δὲ μήποτε καὶ «σκλη ρύνει Κύριος τὴν καρδίαν Φαραώ», τῆς αἰτίας τούτου οὔσης περὶ αὐτὸν «κατοδυνῶντα τὴν τῶν Ἑβραίων ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοις», οὐχὶ τοῖς ἐν ὄρεσι καὶ βουνοῖς, ἀλλὰ «τοῖς ἐν τοῖς πεδίοις»· ὑλικὸς γάρ τις ἀπὸ τῆς ἑαυτοῦ κα κίας γεγενημένος καὶ κατὰ σάρκα κατὰ πάντα ζῶν, «πηλῷ» φίλος τυγχάνων βούλεται καὶ τοὺς Ἑβραίους πηλοποιεῖν τὸ ἡγεμονικὸν ἔχων οὐ καθαρὸν «πηλοῦ», ὅπερ ὡς πηλὸς ὑπὸ ἡλίου σκληρύνεται, 129 οὕτως ὑπὸ τῶν αὐγῶν τοῦ Θεοῦ ἐπισκοπουσῶν τὸν Ἰσραὴλ «ἐσκλη ρύνθη». Ὅτι δὲ τοιαῦτά ἐστιν ἐν τοῖς κατὰ τὸν τόπον καὶ οὐχ ἱστο ρίαν ψιλὴν πρόκειται ἀναγράφειν τῷ θεράποντι, δῆλον ἔσται τῷ