In Jesu Nave homiliae 290 «τετελεύ τηκε Μωυσῆς», ἀπέθανεν ὁ νόμος, Μωυσῆς χρηματίζων, κατὰ τό· «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας». 291 ἐπὶ μὲν οὖν Μωϋσ

 ὑπολέλειπται πολλὴ σφόδρα». Καίτοι προεῖπε· «καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη» καὶ ὅτι «ὁ Ἰησοῦς ἔλαβε πᾶσαν τὴν γῆν». Νόει τοίνυν τοῦ Κυρίου Ἰησοῦ προτ

 καὶ δυνηθῇ λαβεῖν ὅρια ἐν τῇ φυλῇ τῇ βασιλικῇ, περὶ ἧς γέγραπται· «πρόδηλον γάρ, ὡς ἐξ Ἰούδα ἀνατέ ταλκεν ὁ Κύριος». -»Καὶ προσαναβῆναι τὴν ἀνάβασιν Ἀ

 παρὰ σοφῶν τῶν ἁγίων προφητῶν. Μὴ ἐκκακῶμεν οὖν ἀκούοντες γραφῶν, ἃς οὐ νοοῦμεν, ἀλλὰ «γενηθήτω ἡμῖν κατὰ τὴν πίστιν ἡμῶν», ἣν καὶ πιστεύομεν, ὅτι «πᾶ

 μὴ τοιούτου τυγχάνοντος· ἦν γὰρ «υἱὸς Ἰεφοννὴ» τῆς ἐπιστροφῆς. Ὃς «δίδωσί» μοι «τὴν θυγατέρα» κατὰ τὸ γεγραμμένον· «Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ

 «ὅ» τε «Χαναναῖος» καὶ «ὁ υἱὸς Ἐφραῒμ» ὁ καρποφορῶν. Ὁ δὲ τοιοῦτος καὶ ὡς «ηὐλογημένος ὑπὸ Κυρίου» μείζονος ἐπιδικάζεται κλήρου καὶ «δρυμὸν» λαβὼν ἀκά

 πόνον 449 δηλοῖ, τὴν αἰτίαν ἐπήνεγκε· «καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφραῒμ ἐπ' αὐτούς». Αἱ γὰρ ἀγαθαὶ πράξεις βαρεῖαι ταῖς πονηραῖς ἄγαν δυνό μεσι βουλομέν

 ἐγκληθέν τες ἀπολογοῦνται, ὡς τὸ θυσιαστήριόν ἐστιν, ὅπου Ἰησοῦς ἄρχει, ἐκείνου 461.20 δὲ τοῦτο μίμημά τε καὶ σύμβολον· ὡς ἂν μὴ τοὺς ἐκτὸς Ἰορδάνου ξ

In Jesu Nave homiliae 290 «τετελεύ τηκε Μωυσῆς», ἀπέθανεν ὁ νόμος, Μωυσῆς χρηματίζων, κατὰ τό· «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας». 291 ἐπὶ μὲν οὖν Μωϋσέως ἄγοντος διὰ θαλάττης, ὕδατος ἁλμυροῦ, οὐδεμία τάξις ἐγί νετο, ἣν νῦν ὁρῶμεν Ἰησοῦ στρατηγήσαντος καὶ τοῦ Κυρίου πλη ροῦντος τὸ σύμβολον. τῷ μέλλοντι διαβῆναι τὸν Ἰορδάνην ἐπισιτισμοῦ χρεία ... Θεοῦ γὰρ ὁδὸς ἐργασίαν ἀρετῆς ἀπαιτεῖ. 293 Μωυσῆς δὲ οὐκ εἶπεν· «Στήτω ὁ ἥλιος», οὐκ ἀνέβλεψεν εἰς τὸν οὐρανόν, οὐκ ἔδειξε σημεῖον οὐράνιον. Ὁ δὲ Ἰησοῦς φησι· «Στήτω ὁ ἥλιος». Καὶ ἡ Γραφὴ μαρτυρεῖ, ὡς «οὐδέποτε Θεὸς οὕτως ἀνθρώπων ὑπήκουσεν». Ἔστησεν οὖν τὸν ἥλιον καὶ Ἰησοῦς ὁ ἐμὸς καὶ ἐπὶ τῆς παρουσίας αὐτοῦ μείζονά μοι τὴν ἡμέραν κατὰ τῶν πολεμίων πεποίηκεν, ἵνα στρατηγούμενος ὑπὸ τοῦ Ἰησοῦ τοὺς ἀντιπάλους τροπώσωμαι. 298 «Τὴν ἔρημον» ὑπέταξεν ὁ Πατὴρ τῷ Χριστῷ. Περὶ ἧς εἴρηται· «εὐφράνθητι ἔρημος ἡ διψῶσα» καί· «πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα». Καὶ 299 οὐ τὸν Λίβανον ὑπέταξεν Ἰησοῦ, τὸν Ἰσραήλ, οὕτως ἐν προφήταις καλούμενον, ὃς καὶ «καλλιέλαιος» εἴρηται· ἀλλὰ τὰ ἔθνη, «τὸν Ἀντι λίβανον», «ἐγκεντρισθέντα» μὲν ἐν Ἰσραήλ, ἀντ' αὐτοῦ δὲ γενόμενα. 300 (οὗτοι διὰ Μωϋσέως ἐκληρώθη σαν τὴν γῆν, ἐπειδὴ πολλοὶ διὰ τοῦ νόμου πρὸ τῆς χάριτος ἐτελειώ θησαν. Καὶ ἐπεὶ πρωτότοκος Ἰσραὴλ ὀνομάζεται), διὰ Μωυσέως οἱ πρωτότοκοι τοὺς κλήρους ἐδέξαντο, Ῥουβὴν καὶ Γὰδ καὶ Μανασσῆς. ∆ιαβαίνουσι μέντοι καὶ οὗτοι εὔζωνοι πρὸ τῶν ἄλλων. Οἱ γὰρ ἐξ Ἰουδαίων πεπιστευκότες ἡγήσαντο τῆς τῶν ἐθνῶν σωτηρίας. 301 αὐτοὶ δὲ τὸν λαὸν ὁδηγοῦσι «περι ζωσάμενοι τὴν ὀσφῦν αὐτῶν ἐν ἀληθείᾳ». Καὶ μετὰ βίον γὰρ συνα γωνίζονται τοῖς πιστοῖς ὅσοι ἄνδρες γεγόνασιν «τὰ τοῦ νηπίου καταρ γήσαντες». 302 ∆ιὰ τί δὲ μὴ γʹ καὶ θʹ φυλαί, ἀλλὰ «δύω ἥμισυ φυλαὶ» ὑπὸ Μωϋσέως καὶ «ἐννέα ἥμισυ» κληροδοτοῦνται ὑπ' Ἰησοῦ; ... τάχα δέ, φασι, καὶ οἱ πρότεροι ἥψαντο μὲν τῆς τριά δος, οὐ μὴν καθαρῶς. Οὔπω γὰρ τὸ τῆς οἰκονομίας προσέκειτο, εἰ καὶ Χριστὸν προεκήρυττον. 305 τύπος ὄντως οὖσα τῆς Ἐκκλη σίας ****, ἣ πρότερον πορνείᾳ τῇ τῶν δαιμόνων ἐφύρετο κατὰ τό· «ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀπειθεῖς»· καὶ τοῦ Χριστοῦ τοὺς κατα σκόπους Ἀποστόλους ἐδέξατο «ἑτοιμάζοντας Κυρίῳ λαὸν κατεσκευασμέ νον». «Καὶ ἐπὶ τὸ δῶμα τούτους ἀνήγαγεν»· οὐδεὶς γὰρ κατάσκοπος Ἰησοῦ δύναται εἶναι χαμαὶ οὐδὲ μεῖναι κάτω. 308 ὥσπερ δὲ τῷ ἁμαρτωλῷ πᾶσα ἡ κτίσις πολεμεῖ, ὡς ἐπὶ τῶν Αἰγυπτίων, οὕτω γίνεται πάντα τῷ δι καίῳ βατὰ Ἐρυθρὰν διοδεύοντι θάλατταν καὶ τὴν ἔρημον, τὴν πολ λὴν τὴν ἐξ οὐρανοῦ χορηγουμένῳ τροφήν· καὶ ὁ ἀὴρ δὲ τούτῳ βα τὸς κατὰ τό· «Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀέρα». Καθόλου γὰρ ἤκουσε μὴ φοβεῖσθαι· «ἐὰν γὰρ διέλθῃς διὰ πυρός, φλὸξ οὐ κατα καύσει σε». 310 τῶν γὰρ μετὰ τὸ βάπτισμα ἀπολ λυμένων τὸ ὕδωρ τοῦ Ἰορδάνου «εἰς τὴν θάλασσαν ἄπεισι τῶν ἁλῶν»· τὸ δὲ ἄλλο τὸ ὕδωρ ἐστὶ τῶν δικαίων. 312 διαπερῶσι δὲ τὸν Ἰορδάνην τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐν ᾧ καὶ τὸ Πάσχα. 394 «Καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν». Οὐχ ἁπλῶς οἱ πολυ χρόνιοι λέγονται «πρεσβύτεροι» τῇ Γραφῇ, ἀλλ' οἱ φρόνημα ἔχοντες ἄξιον τιμῆς ἐπουρανίου πρεσβυτερίου. Τοιγαροῦν οὔτε <τὸν> Ἀδὰμ οὔτε τὸν Μαθουσάλα οὔτε τὸν Νῶε «πρεσβύτερον» εἴρηκεν, οὓς μᾶλλον ἐχρῆν, ἀλλὰ τὸν ὀλιγοχρονιώτερον Ἀβραὰμ πρῶτον εἶπε «πρεσβύτερον». Καὶ πρὸς Μωϋσέα δέ φησι Κύριος· «ἐκλέξαι σεαυτῷ ἀπὸ παντὸς τοῦ λαοῦ πρεσβυτέρους, οὓς αὐτὸς σὺ οἶδας, ὅτι πρεσβύτεροί εἰσιν». Εἰ δέ που λέγοι τοῦτο περὶ ἁμαρτωλοῦ ἡ Γραφή, μεθ' ὑποτιμήσεώς 395 φησιν, οἷον· «αὐτὸς ὁ Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων καὶ μετὰ τῶν ἀρχόντων τοῦ λαοῦ». Ὁμοίως δὲ καὶ τὸ «προβεβηκέναι ταῖς ἡμέραις» ἐπὶ ἁγίων φησίν. Οὐδεὶς γὰρ «στρεφόμενος εἰς τὰ ὀπίσω» «προβέβηκεν», ἀλλ' εἴ «τις τοῖς ἔμπροσθεν ἐπεκτείνεται τῶν ὄπισθεν ἐπιλανθανόμενος». 396 «Καὶ ἡ γῆ