Homiliae in Ezechielem 319 Οὐ πάντες οἱ ἐν αἰχμαλωσίᾳ «ἀπαχθέντες εἰς Βαβυλῶνα» διὰ τοῦ Ναβουχοδονόσορ, δι' ἁμαρτίας εἰς «Βαβυλῶνα» ἦλθον. Τὸ μὲν πλῆθ

 ἀριστερῶν», ἀλλὰ δηλονότι τῶν τριῶν «ἀνωτέρω». Τοῦτο δέ ἐστιν, ὡς φαίνεται, τὸ πνεῦμα τοῦ «ἀνθρώπου» τὸ ἐν αὐτῷ, τὸ βοηθοῦν τῇ ψυχῇ ... Οὕτως οὖν ἐλαύ

 τοῦτο εἰδὼς ὁ Παῦλος ἔλεγε· «μὴ δότε τόπον τῷ διαβόλῳ». 450 Πολλὰς «πύλας» διαγράφει «ὁ υἱὸς τοῦ ἀνθρώπου Ἰεζεχιὴλ» καὶ περὶ ἑκάστης διηγήσατό τι· 451

Homiliae in Ezechielem 319 Οὐ πάντες οἱ ἐν αἰχμαλωσίᾳ «ἀπαχθέντες εἰς Βαβυλῶνα» διὰ τοῦ Ναβουχοδονόσορ, δι' ἁμαρτίας εἰς «Βαβυλῶνα» ἦλθον. Τὸ μὲν πλῆθος τοῦ λαοῦ δι' ἁμαρτίας, οἱ δὲ ἐν αὐτοῖς δίκαιοι οὔ, οἷον ∆ανιήλ, Ἀνανίας, Ἀζαρίας, Μισαήλ, Ἰεζεκιὴλ οὗτος, Ζαχαρίας, Ἀγγαῖος καὶ οἱ ὅμοιοι. Ἀγαθὸς ὢν ὁ Θεὸς καὶ κολάζων τοὺς ἁμαρτωλοὺς καὶ εἰς αἰχμαλωσίαν παραδιδοὺς τοὺς μὴ δυναμένους εἶναι ἐν τῇ ἁγίᾳ γῇ διὰ τὰς ἁμαρτίας-ἀσυνύπαρκτα γὰρ τἀναντία-, προφήτας ὁμοῦ πέμπει, μὴ τελέως ἀβοήθητοι γέ 320 νωνται οἱ ἁμαρτωλοὶ αἰχμάλωτοι γενόμενοι. Τῇ γὰρ ὑποθέσει τῆς ἁμαρτίας τῶν ἁμαρτωλῶν «ἀπαχθέντων εἰς Βαβυλῶνα» καὶ δικαίων μὴ γενομένων παρ' αὐτοῖς θεραπεία οὐδεμία τοῖς ἁμαρτωλοῖς ἐγίνετο. Ἀφάτου οὖν ἀγαθότητος τοῦτο. Οὐ γὰρ ἀκράτῳ ἐγκαταλείψει παραδίδωσι τοὺς ἁμαρτωλούς, ἀλλ' ἐπισκέπτεται αὐτοὺς διὰ τῶν ἁγίων αὐτοῦ, περὶ ὧν εἶπεν, ὅτι «ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου τούτου, καὶ τὸ ἅλας τῆς γῆς», οὐ μόνον περὶ τῶν Ἀποστόλων, ἀλλὰ καὶ περὶ τῶν ὁμοίων αὐτοῖς. 323 «ὁ ἡνίοχος τῶν τεσσάρων τούτων ζώων» οὐχ ὅλος ἦν «πῦρ», ἀλλ' «ἀπὸ ὀσφύος ἐπὶ τὰ κάτω», καὶ «ἀπὸ ὀσφύος καὶ ἕως ἄνω ἤλεκτρον». Οὐ γὰρ μόνα κολαστήρια ἔχει ὁ λόγος, ἀλλ' ἔχει καὶ δι' ὧν ἀναπαύει, κολάζει δὲ διὰ τῶν κάτω δυνάμεων. Οὐ γὰρ εἶδε «πῦρ» περὶ τὴν κεφαλήν, οὐδὲ «ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ ἄνω» «ἡνίοχος πῦρ» ἦν, ἀλλὰ «ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ κάτω» «πῦρ» ἦν· ἵνα δηλώσῃ, ὅτι οἱ ἐν γεννήσει τυγχάνοντες οὗτοι δέονται «πυρός». «Ὀσφὺς» γὰρ γεννήσεως σύμβολον. 327.20 Ὁ Ἰεζεκιὴλ τύπον φέρει τοῦ Χριστοῦ κατὰ πολλὰ καὶ ἄρξῃ θεωρεῖν τοῦτο ἐν τοῖς προοιμίοις τῆς προφητείας. «Ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, τετάρτῳ μηνί, πεμπτῇ τοῦ μηνός, κἀγὼ» φησιν «ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ ποταμοῦ Χοβάρ· καὶ ἠνοίχθησαν οἱ οὐρανοί». Ταῦτα καὶ περὶ τοῦ Χριστοῦ γέγραπται, ὅτε ἦν ἐν τῷ κόσμῳ τούτῳ, ἐν «τῇ αἰχμαλωσίᾳ» ταύτῃ ἐπὶ τοῦ Ἰορδάνου, ὅτι «Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα», καὶ ὅτι «ἠνοίχθησαν αὐτῷ οἱ οὐρανοί». Τὰ δὲ τριάκοντα ἔτη τὰ ἐν τῇ προφητείᾳ κατὰ τὸ αἰσθητόν ἐστιν ὁ χρόνος τῆς ζωῆς τοῦ προφήτου, «τῆς» δὲ «αἰχμαλωσίας», ἀφ' οὗ κατῆλθον, πέμπτον ἔτος. Ἀλλὰ μὴν κατὰ τὴν προσηγορίαν καὶ σύμβολον ἔχει 328 τοῦ Χριστοῦ ὁ Ἰεζεκιήλ, ὃς ἑρμηνεύεται "3κράτος Θεοῦ"3. Καὶ τό· «υἱὲ ἀνθρώπου» λακὸν εἰς ἀναγωγὴν τοῦ χρηματίσαντος «υἱοῦ ἀνθρώπου». 329 Οἱονεί φησιν· «ἐγὼ» ὁ μηδὲν αἰχμαλωσίας ἔχων «ἐν μέσῳ αἰχμαλωσίας ἤμην» δι' οἰκονομίαν. Οὕτω καὶ ὁ Χριστὸς οὐκ αἰχμαλωτισθεὶς ἦν ἐν τῷ τόπῳ τῶν αἰχμαλώτων, ἀλλὰ λυτρώσεως αὐτῶν χάριν, ὡς καὶ ὁ προφήτης οὐ δι' ἁμαρτίας «ἦν ἐν μέσῳ τῆς αἰχμαλωσίας», ἀλλ' ἰατρείας. 336 «Νεφέλη μεγάλη ἐν τῷ ἐξαίροντι πνεύματι». Ὅταν ὠφεληθῇς ἐκ «τοῦ ἐξαίροντος πνεύματος», ὃ «ἐξῆρεν» ἀπὸ σοῦ πᾶν φαῦλον τὸ ἐνυπάρχον τῇ ψυχῇ σοῦ, τότε 337 ἀπολαύσεις τῆς «νεφέλης» τῆς ἐνυπαρχούσης ἐν «τῷ ἐξαίροντι πνεύματι». Καὶ ἔστιν αὕτη ἡ «νεφέλη» συγγενὴς τῆς ἐν τῷ εὐαγγελίῳ «νεφέλης», ἀφ' ἧς «ἦλθε φωνὴ λέγουσα»· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». «Πνεῦμα» οὖν «ἐξαῖρον», εἶτα «νεφέλη μεγάλη ἐν αὐτῷ», εἶτά τι λαμπρὸν «φέγγος κύκλῳ αὐτοῦ». «Ἦρταί» σου τὸ φαῦλον, δέδοταί σοι «νεφέλη», ὥστε «βρέξαι ὑετὸν ἐπὶ τὸν ἀμπελῶνα». «Πῦρ ἐξαστράπτον καὶ ἐν μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου». ∆ιχῶς «ἐξαίρει» τὰ φαῦλα ἀφ' ἡμῶν ὁ Θεός, «πνεύματι» καὶ «πυρί». Ἐὰν καλοὶ καὶ ἀγαθοὶ γενώμεθα καὶ λόγῳ παιδευώμεθα, «πνεύματι» τὰ φαῦλα «ἐξαίρεται» κατὰ τὸ γεγραμμένον· «εἰ δὲ πνεύ- ματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε». Εἰ δὲ «τὸ πνεῦμα» οὐκ «ἐξῆρε» τὰ φαῦλα ἀπ' ἐμοῦ, χρεία, οἶμαι, «τοῦ πυρός». 340.20 ἔστιν ἰδεῖν ἐν ἑκάστῳ «ζώῳ» τὴν ψυχήν, ἐν ἑκάστῳ δὲ «προσώπῳ» τὰς δυνάμεις αὐτῆς, τὸ λογιστικὸν ἐν τῷ «ἀνθρώπῳ», τὸ θυμικὸν ἐν τῷ «λέοντι», τὸ ἐπιθυμητικὸν ἐν τῷ «μόσχῳ», ἐν δὲ τῷ «ἀετῷ» τὴν βοηθοῦσαν δύναμιν. Ὅθεν οὔτε «ἐκ δεξιῶν» ταῦτα εἶπεν οὔτε «ἐξ