Fragmentum ex commentariis in Osee

Fragmentum ex commentariis in Osee

ΕΚ ΤΩΝ ΕΙΣ ΤΟΝ ΩΣΕΕ ΕΞΗΓΗΤΙΚΩΝ. 13.825 Ἐπειδὴ τὰ σολοικοειδῶς εἰρημένα κατὰ τὴν Γραφὴν ὅσα κατὰ τὴν λέξιν συγχύνει τὸν ἐντυγχάνοντα, ὡς ὑπονοεῖν οὐκ ὀρθῶς, οὐδὲ ἀκολούθως, οὐδὲ ὡς ἔχει, γεγράφθαι τὰ ῥητά· ὡς καὶ τολμᾷν τινας, προφάσει διορθώσεως, ἀλλοιοῦν, μετατιθέντας τὸν ἐγκείμενον περὶ τὰ δοκοῦντα ἀκολούθως γεγράφθαι ῥητὰ νοῦν· ἀναγκαίως καὶ ἐνθάδε τοῦ ὁμοίου ἐμπεσόντος, ὅσον κατὰ τὴν λέξιν περὶ τὰ προκείμενα ῥητὰ, ἴδωμεν τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν. Πληθυντικῶς γὰρ εἰπὼν, Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καὶ πάλιν πληθυντικῶς τὸ ἑξῆς δηλώσας, Ἐν τῷ οἴκῳ ὢν, εὗρόν με, τὸ ἑξῆς ἐπὶ ἑνικοῦ ἐπιφέρει, λέγων· Καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν. Τῇ γὰρ λέξει ψιλῇ τις ἐνιδὼν κατὰ πλάνην δοκῶν γεγράφθαι, ἢ καὶ τὸ τελευταῖον πληθυντικῶς γράψει· ἢ τὰ προά 13.828 γοντα εἰς ἑνικὸν μεταθείη. Ἀναγνοὺς γὰρ, Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καὶ, Ἐν τῷ οἴκῳ ὢν, εὗρόν με, εἴποι ἂν, ὅτι καὶ τὸ ἑξῆς οὖν ἐστιν, Ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς· τουτέστι τοὺς κλαύσαντας καὶ δεηθέντας, καὶ ἐν τῷ οἴκῳ ὢν, εὑρόντας τὸν Θεόν. Ἐκ παρατηρήσεως δὲ ὁμοίων ῥητῶν καὶ τοῦτο ἀκολούθως εἰρῆσθαι δείξομεν. Ἐν τῇ Γενέσει ὁ Θεὸς τῷ Ἀδὰμ ἐντολὴν διδοὺς, οὕτω φησίν· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Ἀρξάμενος γὰρ κἀκεῖ ἀπὸ ἑνικοῦ ἐν τῷ εἰρηκέναι, παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ, ἐπιφέρει πληθυντικῶς, εἰπὼν, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φά- γεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Ὅτε γὰρ περὶ τῆς ἐντολῆς δι' ἧς αὐτὸν ἐν ζωῇ ταύτην τηροῦντα ἠθέλησεν εἶναι, ἑνικῶς ἐντέλλεται, καὶ φησίν· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ. Οἱ γὰρ κατὰ Θεὸν περιπατοῦντες καὶ τῶν ἐντολῶν αὐτοῦ ἀντεχόμενοι, κἂν πολλοὶ ὦσι, τῷ ὁμόφρονες εἶναι οἱ πολλοὶ ἕν εἰσι. ∆ιὰ τοῦτο ὅτε περὶ ἀγαθοῦ ἐντολὴ δίδοται, ἑνικῶς αὐτὸ λέγεται τὸ, βρώσει φαγῇ· ὅτε δὲ ἤδη περὶ παραβάσεως διαστέλλεται, οὐχ ἑνικῶς, ἀλλ' ἤδη πληθυντικῶς φησιν· Οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Οὕτως οὖν καὶ ἐνθάδε, ὅτε ἔτι κλαίουσι καὶ δέονται πρὸς Θεὸν, πληθυντικῶς λέγεται τὸ, Ἔκλαυσαν καὶ ἐδεήθησαν· ὅτε δὲ εὑρίσκουσι τὸν Θεὸν, οὐκέτι πληθυντικῶς φησι τὸ, Ἐκεῖ ἐλαλήθη πρὸς αὐτοὺς, ἀλλὰ, πρὸς αὐτόν. Ἤδη γὰρ ἐν γεγόνασιν οἱ πολλοὶ ἐν τῷ εὑρηκέναι τὸν Θεὸν, καὶ ἐν τῷ ἀκούειν λόγον αὐτοῦ. Ὁ γὰρ εἷς, ὅτε ἁμαρτάνει, πολλοστός ἐστιν, ἀποσχιζόμενος ἀπὸ Θεοῦ καὶ μεριζόμενος, καὶ τῆς ἑνότητος ἐκπίπτων· οἱ δὲ πολλοὶ ταῖς ἐντολαῖς ἑπόμενοι ταῖς τοῦ Θεοῦ, εἷς εἰσι· καθὼς καὶ ὁ Ἀπόστολος μαρτυρεῖ, εἰπών· Ὅτι εἷς ἄρτος καὶ ἓν σῶμα οἱ πολλοί ἐσμεν· καὶ πάλιν· Εἷς Θεὸς, καὶ εἷς Χριστὸς, καὶ μία πίστις, καὶ ἓν βάπτισμα· καὶ ἀλλαχοῦ· Ὅτι πάντες ἕν ἐσμεν ἐν Χριστῷ Ἰησοῦ· καὶ αὖθις· Ἡρμοσάμην γὰρ ὑμᾶς τοὺς πάντας ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Κυρίῳ. Καὶ ὅτι οἱ εὐαρεστοῦντες τῷ Κυρίῳ ἕν εἰσιν, ἀπὸ τῆς προσευχῆς ἧς ὁ Σωτὴρ εὔχεται πρὸς τὸν Πατέρα περὶ τῶν μαθητῶν αὐτοῦ, ἔστιν ἰδεῖν· Πάτερ γὰρ, φησὶν, ἅγιε, δὸς ἵνα, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν. Ὅταν δὲ καὶ ἀλλήλων μέλη λέγωνται εἶναι οἱ ἅγιοι, τί ἄλλο εἰ μὴ ἓν σῶμά εἰσι; Καὶ ἐν τῷ Ποιμένι δὲ τὴν οἰκοδομὴν τοῦ πύργου διὰ πολλῶν μὲν λίθων οἰκοδομουμένην, ἐξ ἑνὸς δὲ λίθου φαινομένην εἶναι τὴν οἰκοδομὴν, τί ἄλλο ἢ τὴν ἐκ πολλῶν συμφωνίαν καὶ ἑνότητα σημαίνει ἡ Γραφή;