De engastrimytho

 Σαμουὴλ ὑπὸ ἐγγαστρι μύθου ἀνάγεται ὁ ἐξαίρετος τῶν προφητῶν, ὁ ἀπὸ τῆς γενέσεως ἀνακείμενος τῷ θεῷ, ὁ πρὸ γενέσεως ἐν τῷ ἱερῷ λεγόμενος ἔσεσθαι, ὁ ἅμ

 καίγε ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις ἐκάλεσα τοῦ δηλῶσαί μοι τί ποιήσω». πάλιν ἡ γραφὴ οὐκ ἄλλως εἶπεν, ἀλλ' ὅτι αὐτὸς Σαμουὴλ ἔφη· «καὶ

 ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. διεσκορ πίσθησαν τὰ ὀστᾶ μου». μεμνήμεθα, εἴγε μεμνήμεθα τῶν ἱερῶν γραμμάτων· μέμνημαι

 μου». οὗτος οὖν ὁ σκιρτήσας πρὸ γενέσεως Ἰωάννης, ὁ εἰπών· «οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν» καί· «ὁ πέμψας

 τοῦ πνεύματος τοῦ ἁγίου, ὥστ' ἐγκα ταλιπεῖν αὐτὸν καὶ φυγεῖν ἀπὸ τοῦ ἡγεμονικοῦ αὐτοῦ· ὅπερ ἐφοβεῖτο τότε μετὰ τὴν ἁμαρτίαν καὶ ὁ ∆αβίδ, καὶ ἔλεγεν· «

De engastrimytho

̓Ωριγένους εἰς τὴν τῶν Βασιλειῶν αʹ. 1 Τὰ ἀναγνωσθέντα πλείονά ἐστιν, καὶ ἐπεὶ χρὴ ἐπιτεμνόμενον εἰπεῖν, δʹ εἰσὶν περικοπαί. ἀνεγνώσθη τὰ ἑξῆς τῶν περὶ Νάβαλ τὸν Καρμήλιον. εἶτα μετὰ τοῦτο ἡ ἱστορία ἡ περὶ τοῦ κεκρύφθαι τὸν ∆αβὶδ παρὰ τοῖς Ζιφαίοις καὶ διαβεβλῆσθαι αὐτὸν ὑπ' αὐτῶν, ἐλη λυθέναι δὲ τὸν Σαοὺλ βουλόμενον λαβεῖν τὸν ∆αβὶδ καὶ ἐληλυθότα ἐπιτηρῆσαι καιρόν, ἐπεληλυθέναι τε τῷ Σαοὺλ τὸν ∆αβὶδ καὶ εἰλη φέναι, κοιμωμένου αὐτοῦ καὶ τῶν φρουρούντων αὐτόν, «τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος» καὶ μετὰ τοῦτο ἔλεγχον προσενηνοχέναι τοῖς πεπιστευμένοις μὲν φυλάττειν αὐτόν, ἀποκοιμηθεῖσιν δέ. εἶτα [τὰ] ἑξῆς ἡ ἱστορία ἦν ἡ τρίτη, ὅτι κατέφυγε «πρὸς <Ἀγχοὺς υἱὸν> Ἀμμὰχ βασιλέα Γὲθ» ὁ ∆αβίδ, καὶ ὅσην εὗρε χάριν παρ' αὐτῷ μετὰ τὰ πολλὰ ἀνδραγαθήματα ὁ ∆αβίδ, πρὸς ὃν «ἀρχισωματοφύλακα θήσομαί σε» φησίν. ἑξῆς τούτοις ἦν ἡ ἱστορία ἡ διαβόητος ἡ περὶ τῆς ἐγγαστριμύθου καὶ περὶ τοῦ Σαμουήλ, ὅτι ἔδοξεν ἀνενηνοχέναι ἡ ἐγγαστρίμυθος τὸν Σαμουὴλ καὶ ὁ Σαμουὴλ προφητεύει τῷ Σαούλ. τεσσάρων οὐσῶν περικοπῶν, ὧν ἑκάστη πράγματα οὐκ ὀλίγα ἔχει, ἀλλὰ καὶ τοὺς δυναμένους ἐξετάζειν δυνάμενα ἀσχολῆσαι ὥρας οὐ μιᾶς συνάξεως ἀλλὰ καὶ πλειόνων, ὁτίποτε βούλεται ὁ ἐπίσκοπος προτεινάτω τῶν τεσσάρων, ἵνα περὶ τοῦτο ἀσχοληθῶμεν. τὰ περὶ τῆς ἐγγαστριμύθου, φησίν, ἐξεταζέσθω. 2 Ἔνιαι μὲν ἱστορίαι οὐχ ἅπτονται ἡμῶν, ἔνιαι δὲ ἀναγκαῖαι πρὸς τὴν ἐλπίδα ἡμῶν· οὕτω δ' εἶπον ἱστορίαι, ἐπεὶ οὐδέπω φθά νομεν ἐπὶ τὰ τῆς ἀναγωγῆς, παντὶ τῷ εἰδότι ἀνάγειν ἢ ἀκούειν ἀναγομένων χρήσιμα. <τῶν οὖν τῆς ἱστορίας τινὰ μὲν χρήσιμα> πᾶσιν, τινὰ δὲ οὐ πᾶσιν. οἷον, ὡς ἐπὶ παραδείγματος, ἡ ἱστορία ἡ περὶ τοῦ Λὼτ καὶ τῶν θυγατέρων αὐτοῦ εἰ μέν τι κατὰ τὴν ἀνα γωγὴν ἔχει χρήσιμον, θεὸς οἶδεν καὶ ᾧ ἂν χαρίσηται τοὺς λόγους ἐκείνους ἐξετάζειν· εἰ δὲ κατὰ τὴν ἱστορίαν, ζητήσαις ἄν· τί γὰρ ὄφελός μοι ἐκ τῆς ἱστορίας τῆς περὶ τοῦ Λὼτ καὶ τῶν θυγατέρων αὐτοῦ; ὁμοίως τί ὄφελός μοι ἁπλῶς λεχθεῖσα ἡ ἱστορία τοῦ Ἰούδα καὶ τῆς Θάμαρ καὶ τῶν κατ' αὐτήν; ἐπεὶ μέντοιγε ἡ ἱστορία ἡ περὶ τὸν Σαοὺλ καὶ τὴν ἐγγαστρίμυθον πάντων ἅπτεται, ἀναγκαία ἀλή θεια κατὰ τὸν λόγον. τίς γὰρ ἀπαλλαγεὶς τούτου τοῦ βίου θέλει εἶναι ὑπὸ ἐξουσίαν δαιμονίου, ἵνα ἐγγαστρίμυθος ἀναγάγῃ οὐ τὸν τυχόντα τῶν πεπιστευκότων, ἀλλὰ Σαμουὴλ τὸν προφήτην; περὶ οὗ φησιν ὁ θεὸς διὰ τοῦ Ἱερεμίου· «οὐδ' ἂν Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐδὲ τούτων εἰσακούσομαι», περὶ οὗ φησιν ἐν ὕμνοις ὁ προφήτης· «Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν, ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς», καὶ ἀλλαχοῦ «ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ καὶ προσεύξων ται» καὶ τὰ ἑξῆς. ἆρ' οὖν, εἰ ὁ τηλικοῦτος ὑπὸ τὴν γῆν <ἦν> καὶ ἀνήγαγεν αὐτὸν ἡ ἐγγαστρίμυθος, ἐξουσίαν ἔχει δαιμόνιον ψυχῆς προ φητικῆς; τί εἴπωμεν; γέγραπται ταῦτα· ἀληθῆ ἐστιν ἢ οὐκ ἔστιν ἀληθῆ; τὸ μὲν μὴ εἶναι ἀληθῆ λέγειν εἰς ἀπιστίαν προτρέπει (χω ρήσει ἐπὶ κεφαλὰς τῶν λεγόντων), τὸ δὲ εἶναι ἀληθῆ ζήτησιν καὶ ἐπαπόρησιν ἡμῖν παρέχει. 3 Καὶ μὴν γοῦν ἴσμεν τινὰς τῶν ἡμετέρων ἀδελφῶν ἀντι βλέψαντας τῇ γραφῇ καὶ λέγοντας· οὐ πιστεύω τῇ ἐγγαστριμύθῳ. λέγει ἡ ἐγγαστρίμυθος ἑωρακέναι τὸν Σαμουήλ, ψεύδεται. Σαμουὴλ οὐκ ἀνήχθη, Σαμουὴλ οὐ λαλεῖ. ἀλλ' ὥσπερ εἰσί τινες ψευδοπροφῆ ται λέγοντες· «τάδε λέγει κύριος» καὶ «κύριος οὐκ ἐλάλησεν», οὕτως καὶ τὸ δαιμόνιον τοῦτο ψεύδεται, ἐπαγγελλόμενον ἀνάγειν τὸν ὑπὸ τοῦ Σαοὺλ προστασσόμενον. «τίνα γὰρ ἀναγάγω;» φησίν· «Σαμουὴλ ἀνάγαγέ μοι». <καὶ> ταῦτα λέγεται ὑπὸ τῶν φασκόντων τὴν ἱστορίαν ταύτην μὴ εἶναι ἀληθῆ· Σαμουὴλ ἐν ᾅδου;