Commentariorum series in evangelium Matthaei 4 τὴν οὖν πρώτην ἐρωτηθεὶς ἐπήγαγε καὶ τὴν δευτέραν, οὐδὲν αὐτῆς ἀπο δέουσαν. εἰ δὲ ἔστι τις πρώτη ἐντολὴ

 οἰκονομίαν τοῦ πάθους πτῶμα πεσόντος τοῦ Ἰησοῦ, ἵνα τοὺς πεσόντας στήσῃ, συναχθήσονται οὐχ οἱ τυχόντες, ἀλλ' οἱ πτεροφυοῦν τες μαθηταὶ καὶ κατὰ τὸν Σο

 ἑκάστῳ δὲ ἡμῶν ταῦτα γενέσθαι μυστικῶς δεῖ, ἐὰν ἀπὸ τῆς διδασκαλίας ἕως τέλους ἐν πᾶσι τις διαρκέσας μείνῃ ἀπαθὴς ἄχρι τῆς ἐνδόξου Χριστοῦ παρουσίας.

 145 βρύξουσι δὲ τοὺς ὀδόντας λογιζό μενοι τὸ τέλος τοῦ πόνου καὶ τὴν ὑπερβολὴν τῆς κολάσεως οἱονεὶ θέ λοντες αὐτὰ γενναίως φέρειν. δέκα παρθένους εἶνα

 τέσσαρας εἶναι τὰς γυναῖκας περὶ ὧν ἀνέγραψαν οἱ εὐαγγελισταί. ἐγὼ δὲ μᾶλλον προστίθημι τῷ τρεῖς αὐτὰς εἶναι, καὶ μίαν μὲν περὶ ἧς ἀνέ γραψε (ἀνέγραψα

 οἰόμενοι θανα τώσαντες τὸν Ἰησοῦν σβέσαι αὐτοῦ τὴν διδασκαλίαν καὶ παύσειν τοὺς πιστεύοντας. αὐτοὶ μὲν οὖν ἔδησαν τὸν «λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθετ

 ἐδείχθη, ἀλλ' ἵνα σωθῇ ἡ γυνή. μακαρία δὲ ἀπέχουσα ἐν ὀνείροις τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. 258 εἰ δὲ σύμβολόν ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομ

 ἡμέρᾳ καὶ ἕκτῃ ὥρᾳ Theophyl.) εἰκὼν δὲ τὸ σκότος τοῦ σκοτίζεσθαι τοὺς ἐπιβαλόντας χεῖρα τῷ φωτί· ὡς γὰρ Αἰγυπτίοις σκότος καὶ τοῖς υἱοῖς 278 Ἰσραὴλ φῶ

Commentariorum series in evangelium Matthaei 4 τὴν οὖν πρώτην ἐρωτηθεὶς ἐπήγαγε καὶ τὴν δευτέραν, οὐδὲν αὐτῆς ἀπο δέουσαν. εἰ δὲ ἔστι τις πρώτη ἐντολὴ καὶ ἄλλη δευτέρα, εἴη ἄν τις καὶ τρίτη καὶ ἄλλη τετάρτη καὶ καθεξῆς. 21 (ἀκούσαντες γὰρ) γεγραμμένου ἐν τῷ νόμῳ περὶ τῶν θείων ῥημάτων ὅτι «ἀφάψατε αὐτὰ ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτα πρὸ ὀφθαλμῶν ὑμῶν» οἱ τὰ ἔργα αὐτῶν ποιοῦντες «πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις», γράψαντές τινα τοῦ νόμου ῥητὰ εἰς περικομμάτια διφθε ρίων δύο καὶ περιδήσαντες τὸ μὲν ἕτερον φοροῦσιν ὡς στέφανον ἐπὶ τῆς 22 κεφαλῆς τιθέντες κατὰ τοῦ μετώ που τὸ γεγραμμένον, τὸ δὲ ἕτερον κατὰ τοῦ βραχίονος τῆς ἑτέρας τῶν χειρῶν· καὶ καλοῦσι ταῦτα «φυλα κτήρια». οὕτω δὲ καὶ περὶ κρασπέδου τι εὑρόντες ἐν τῷ ∆ευτερονομίῳ οἴονται τηρεῖν τὸν νόμον κράσπεδόν τι ποιήσαντες ἐπί τινος κλώσματος ὃ φοροῦσιν ἐπὶ τοῖς ἐνδύμασι. 42 Οὐ δύνανται γὰρ τὸν ἐν τοῖς δώδεκα τεταγμένον Ζαχαρίαν υἱὸν Βαραχίου ἀνῃ ρηκέναι οἱ νῦν ὑπὸ τοῦ σω τῆρος ὀνειδιζόμενοι. ἀλλ' εἰ κὸς [καθώς φησιν Ἰώσηππος] Ζαχαρίαν νῦν λέγεσθαι τὸν Ἰωάννου πατέρα, περὶ οὗ ἀπὸ μὲν γραφῶν δεῖξαι οὐκ ἔχομεν οὔτε ὅτι υἱὸς ἦν Βαραχίου, οὔτε ὅτι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἐφόνευσαν αὐτὸν «μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου». ἀλλ' ἦλθεν εἰς ἡμᾶς τοιαύτη τις παρά δοσις, ὡς ἄρα ὄντος τινὸς περὶ τὸν 43 ναὸν τόπου, ἔνθα ἐξῆν τὰς μὲν παρθένους εἰσιέναι καὶ προσκυνεῖν τῷ θεῷ, τὰς δὲ ἤδη πεπειρα μένας κοίτην ἀνδρὸς οὐκ ἐπ έτρεπον ἐν ἐκείνῳ. ἡ οὖν Μαρία μετὰ τὸ γεννῆσαι τὸν σωτῆρα [ἡμῶν] ἐλθοῦσα προσκυνῆσαι ἔστη ἐν τῷ τόπῳ τῶν παρθένων. καὶ κω λυόντων τῶν εἰδότων αὐτὴν γεννήσασαν ὁ Ζαχαρίας ἔλεγε τοῖς κωλύουσιν ἀξίαν αὐτὴν εἶναι τοῦ τόπου τῶν παρ θένων ἔτι παρθένον οὖσαν. ὡς οὖν σαφῶς παρανομοῦντα καὶ εἰς τὸν τόπον τῶν παρθένων ἐπι τρέποντα γυναῖκα γίνεσθαι ἀπέ κτειναν «μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυ σιαστηρίου» οἱ τῆς γενεᾶς ἐκείνης. ὀνειδίζονται γοῦν ὑπὸ τοῦ σω τῆρος οὐχ ὡς υἱοὶ τῶν τοὺς προφή τας ἀποκτεινάντων καὶ τὸν Ζαχαρίαν μετὰ τῶν προφητῶν, ἀλλ' ὡς αὐτοὶ φονεύσαντες. οὐ θαυμαστὸν δέ, εἰ ἔτυχεν ὥσπερ ὁμωνύμους εἶναι τὸν πατέρα Ἰωάν νου Ζαχαρίαν τοῦ ἐν τοῖς δώδεκα. οὕτω καὶ τὸν πατέρα τοῦ πατρός. 54 εἰ γὰρ καὶ ὤφθη τισὶν ἁγίοις μετὰ τὴν ἀνάστασιν, ἀλλ' οὐχὶ τοῖς ἀπίστοις Ἰουδαίοις. 83 ἐπεὶ δὲ καὶ ἀναγωγῆς δεῖται τὸ ῥητόν, (βδέλυγμα ἐρημώ σεως) κατὰ ἀναγωγὴν ἑτερόδοξος λόγος καὶ ἀσεβὲς δόγμα εἰσαγόμε νον ἀπὸ τῶν ῥητῶν τῆς γραφῆς, οἷς χρῶνται οἱ ἑτερόδοξοι. τὸ δὲ «ἑστὸς» δηλοῖ ὅτι κατασκευαῖς βε βαιοῦν θέλει τὰ ἑαυτοῦ δόγματα ὁ Ἀντίχριστος λόγος. 84 ἀεὶ μὲν οὖν τὸν ἀναγινώσκοντα [μάλιστα] δεῖ σπεύδειν νοεῖν τὰς γρα φάς, <μάλιστα κλ> ὅτε δόγμα φανε ρὸν εἰς ἐρήμωσιν τῆς ψυχῆς πρόκειται (φέρον εἰς ἐρήμωσιν τὴν ψυχὴν κτl. Β). 86 ἀποτιθεμένους τὸν παλαιὸν ἄνθρωπον (τοῦτο γάρ φησι τὸ ἱμάτιον) 93 (οἱ κατὰ θεωρίαν ἐκλαμβάνοντες τὰ εἰρημένα φασί) τὸ βδέλυγμα ἕστηκε, πῶς ἔστιν ὧδε ἢ ὧδε; 94 καὶ ὁ μὲν ἔξω τῆς πίστεως καὶ τοῦ τῆς ἐκκλησίας κανόνος καὶ τῆς γραφῆς λέγει· ἰδοὺ ἐν τῇ ἐρήμῳ. 95 διὸ ἐπιφέρεται· μὴ ἐξέλθητε· ὁ γὰρ σοφίᾳ κοσμικῇ πιστεύσας ἐξῆλθε καὶ γέγονεν ἐθνικός. ὁ δὲ ἀπόκρυφα ἐπαγγελλόμενος ἐρεῖ· ἰδοὺ ἐν τοῖς ταμείοις, διὸ ἐπιφέρεται· μὴ πιστεύσητε. τροπικῶς ἡ τῆς ἀληθείας ἀστραπή, ᾗ ἔοικεν ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἐν πάσῃ ἐξομαλίζεται νο μικῇ, προφητικῇ, εὐαγγελικῇ, ἀπο στολικῇ γραφῇ. καὶ ἐξελθοῦσα ἀπὸ ἀνατολῶν, τῶν ἀρχῶν τοῦ Χριστοῦ, φαίνεται ἕως τῶν κατὰ τὴν οἰκονομίαν τοῦ πάθους δυσμῶν. 96 ὅρα δὲ εἰ μία ἀνατολὴ ὁ νόμος, μία δύσις τὸ πέρας τοῦ νόμου· ἄλλη ἀνατολὴ ἕως δύσεως Ἰησοῦς Χριστὸς ἕως Παύλου, ᾧ ἐσχάτῳ πάντων «ὡσπερεὶ ἐκτρώματι ἐφάνη». καὶ γενι κῶς μὲν εἷς Ἀντίχριστος, ὡς τὸ ψεῦ δος ἕν· <ε>ἰδικῶς δὲ πολλοὶ καὶ πολλὰ ψευδῆ διδάγματα καὶ δόγματα. 97 ὡς δὲ Χριστοῦ, ἀληθοῦς λόγου, προφῆται, καὶ Ἀντιχρίστου, ὄντος ψευδοῦς λόγου, ψευδοπροφῆται. 98 ὅπου γὰρ τὸ κατὰ τὴν