Commentarii in evangelium Joannis

 «πόθεν ἦλθον καὶ ποῦ ὑπάγω. * * * ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, «ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀλη «θινή ἐστιν, ὅτι μόνος

 δικαιοσύνην». εἰ δέ τις οἴεται ἡμᾶς βιάζεσθαι λέγοντας μὴ ταὐτὸν εἶναι τὸ πιστεύειν τῷ γινώσκειν, καὶ ἐνδέχεσθαι πιστεύειν μὲν οὐκ ἔχειν δὲ γνῶσιν τοῦ

 οὐκ ἔγνω τὸν κύριον (υἱὸς γὰρ ὢν οὐ πεπείραται τοῦ πατρὸς δεσπότου), οὕτω τηροῦντες τὸν αὐτὸν θεὸν οὐδὲν ἄτοπον παραδεξό μεθα λέγοντες ὅτι τῷ μὲν υἱῷ

 ἀλλὰ πρότερον τὴν ἀλήθειαν, ἵν' οὕτως ἔλθῃ ἐπὶ τὸ ἐνιδεῖν τῇ οὐσίᾳ ἢ τῇ ὑπερέκεινα τῆς οὐσίας δυνάμει καὶ 19.6.38 φύσει τοῦ θεοῦ. καὶ τάχα γε ὥσπερ κα

 ὠφεληθῆναι τὸ κοινὸν διχῶς, ἀπό τε λό γων καὶ ἀπὸ πράξεων, ὧν ὁ δίκαιος πράττει, καλῶς καὶ αὐταὶ ἀναφέρονται εἰς τὸ νοητὸν γαζοφυλάκιον. ἀλλ' ἐπεὶ οὐκ

 τελείοις λαλουμένης σοφίας, ἐν μυστηρίῳ ἀποκεκρυμμένης, «ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς τὴν» τῶν δικαίων «αὐτοῦ δόξαν», καὶ δυναμένοις ἐνορᾶν

 χωροῦσι τὴν ἐλευθερίαν. τίνες δέ εἰσιν οἱ γνωσό μενοι ἢ οἱ ὑψοῦντες αὐτόν; ὡς αὐτὸς διδάσκει λέγων· «Ὅταν ὑψώ «σητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσ

 «Ἀποθανεῖσθε» κατὰ τὸν ἐχθρὸν τοῦ χριστοῦ θάνατον λαμβάνεται, ὡς τοῦ πρὸς θάνατον ἡμαρτηκότος ἀποθνήσκοντος, δῆλον ὅτι οἷς ταῦτα ἐλέγετο οὐδέπω 19.13.

 ἀφθαρσίᾳ γεγόνασιν; δύνανται οὖν οἱ ἐν ἀγνοίᾳ καὶ ἐν ἀπιστίᾳ καὶ ἐν ἁμαρτήμασιν γενόμενοι γενέσθαι ἐν ἀφθαρσίᾳ εἰ μεταβάλλοιεν, δυνατὸν αὐτοὺς μεταβαλ

 ἐξαίρετον τῆς ἐντεῦθεν αὐτοῦ ἀπαλλαγῆς εἰρηκέναι τὸ «Οὐδεὶς «αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ»· τοῦτο γὰρ οὔτ' ἂν Μωϋσῆ

 ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ». 19.18.110 Τί δὲ πιθανὸν πρὸς τὸ ἀποκτενεῖν ἑαυτὸν μετὰ τοὺς μεγαλοφυέστερον εἰρημένους τοῦτον τὸν τ

 ἁπλούστερον αὐτοὺς εἰρηκέναι τὸ «Μήτι ἀποκτενεῖ ἑαυτόν;» ὡς τοῦ μὲν Ἰησοῦ ἀποκτενοῦντος ἑαυτὸν καὶ ἐσομένου ἐν χώρᾳ τῶν ἑαυτοὺς διαχειρισαμένων καὶ κο

 γὰρ περίγεια κάτω ἐστίν, τὰ δὲ οὐράνια ἄνω, ὡς κατὰ τοῦτο τὸν μὲν ἐκ τῶν κάτω πάντως εἶναι ἐκ τοῦ κόσμου τούτου, τὸν δὲ ἐκ τοῦ κόσ 19.20.134 μου τούτο

 ἐπιπλεῖον <οὖν> νοητῶς † καταβαι 19.22.145 νουσῶν νοήσεις. ἅμα δὲ ὅρα εἰ μὴ μυστικώτερον καὶ οὐ τοπικῶς περὶ τῆς Ἰησοῦ ψυχῆς ἀκούσει τὸ· «Ἀναβὰς ὑπερά

 <ἂν> ἀλό 19.23.156 γως ποιήσαι. πρὸς τούτοις ὁ πιστεύων ὅτι «Αὐτός ἐστιν ἡ εἰρήνη «ἡμῶν», οὐκ ἄν τι πολέμου καὶ στάσεως ἐνεργοίη. ἀλλὰ καὶ εἴπερ Χριστ

 [αὐτῶν] ἐγκατασπαρέντων αὐτῶν ταῖς ψυχαῖς τῷ βίῳ τῶν ἀνθρώπων ἐπι 20.2.6 δεδημήκασιν. τὴν δὲ τούτων αἰτίαν κατὰ μεγάλας κρίσεις καὶ δυσ διηγήτους, θεω

 ἀμφοτέρων τῶν ἀδελφῶν ἐλάττων γεγονέναι. 20.3.14 Ἔξεστιν τοίνυν μὴ ὄντα σπέρμα τοῦ Ἀβραάμ, τῷ πάντως διὰ τὴν κατὰ τὸν κατακλυσμὸν ἱστορίαν ἀπὸ Νῶε τοὺ

 κυβερνήσασα». τὸ αὐτὸ δέ μοι δοκεῖ παριστάνειν καὶ ὁ Σοδόμων ἐξαφανισμὸς καὶ τῆς γῆς αὐτῶν, ὧν «ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε 20.4.

 εἴρηται παρα πλησίως. 20.6.40 Ἐοίκασιν δὲ οὗτοι, πρὸς οὓς ὁ λόγος, μὴ χωρεῖν τὸν λόγον, οὐ δυνάμενον εἰς αὐτοὺς δι' ὑπερβολὴν μεγέθους ἰδίου τοῦ ὑπὲρ

 πρὸς τὸν σωτῆρα τὸν ἀκούσαντα παρὰ τοῦ πα τρὸς καὶ μεμαθηκότα παρ' αὐτοῦ· τὸ δὲ «Καὶ ὑμεῖς οὖν ἃ ἠκού «σατε παρὰ τοῦ πατρὸς ποιεῖτε» ἀπαγγελλόμενον πρ

 «Ἐπίστευσεν «δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην», καὶ τοῦτο νομίζοντες εἶναι ἐφ' ὃ ἀναφέρεται τὸ «Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε» ἵνα καὶ

 «αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ 20.10.74 «παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι». περὶ ὧν ἑκάστου σοφοῦ τινος καὶ ἐπὶ τὰ βάθη τῆς γραφῆς

 γέγονεν ἄνθρωπος. εἰ μὲν γὰρ γέγονεν ἄνθρωπος, δύναται αὐτὸς ἐζητῆσθαι ἀναιρεθῆναι· εἰ δὲ μὴ γέγονεν ἄνθρωπος, καὶ ὁ γενόμενος σὰρξ λόγος οὐκ ἀναιρεθε

 ποιεῖν», κἂν σαφῶς οὐκ 20.13.98 ἐγνώκειμεν τὸ βούλημα τοῦ εἰρημένου. οὐ θαυμαστὸν δὲ εἰ τοῖς πεπιστευκόσιν αὐτῷ Ἰουδαίοις, μηδέπω μείνασιν αὐτοῦ ἐν τῷ

 Ἰωάννης εἶπεν τὸ «Πᾶς ὁ ἁμαρτάνων οὐχ «ἑώρακεν αὐτόν» <δηλῶν> διὰ τοῦ «Ἑώρακεν αὐτὸν» ὡς ἀεὶ δυνα μένων εἶναι τῶν ὁρώντων τὸν υἱὸν τοῦ θεοῦ καὶ ἐκ τοῦ

 ἐπιφέρεται τὸ «Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς «ὑμῶν», ζητοῦμεν μήποτε διὰ τὴν τῷ Ἀβραὰμ πρώτην δεδομένην 20.15.124 ἐντολὴν τοῦτο ἀναγέγραπται. ὁ πρῶ

 ἓν σῶμά ἐστιν· ὁ δὲ κολλώμενος «τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν». 20.17.n Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ

 Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ «κυρίῳ τοὺς ὅρκους σου· ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως»· <τὸ> «Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖ

 ὑπὸ τοῦ θείου βουλήματος προπεμφθεῖσαι. 20.20.n ∆ιὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 20.20.163 Αἴτιον,

 εἶναί τινα <οὐ> τῇ ὑποστάσει ἐκ κατασκευῆς, ἀλλὰ ἐκ μεταβολῆς καὶ ἰδίας προαιρέσεως τοιοῦτον γεγενημένον, καὶ οὕτως, ἵνα καινῶς ὀνο 20.21.175 μάσω, πε

 ἐπιλαθόμενοι τῆς ἐν ἡμῖν κρείττονος οὐσίας ὑποτάξομεν ἑαυτοὺς τῷ ἀπὸ τοῦ χοῦ πλάσματι, καὶ τὸ κρεῖττον τὴν εἰκόνα τοῦ χοϊκοῦ λήψεται· εἰ δὲ συνέντες τ

 λέγοι ὡς ἄρα ἀρκεῖ πρὸς τὸ εἶναι υἱὸν θεοῦ τὸ θέλειν αὐτοῦ ποιεῖν τὰς ἐπι 20.23.196 θυμίας, κἂν μὴ προσῇ τούτῳ <τὸ> ποιεῖν τὰ ἔργα τοῦ θεοῦ. ἀλλὰ λεκ

 φήσουσιν. ἀλλ' ὅρα μήποτε κἂν πάνυ πιθανὸς εἶναι ὁ λό γος οὗτος δοκῇ, συναρπάζειν μᾶλλον καὶ σοφίζεσθαι δύναται ἀνομοίως παραβεβλημένος ἤπερ πείθειν τ

 ἠπάτησεν καὶ ἡ Εὔα δέδωκεν τῷ ἀν 20.25.222 δρὶ ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγεν ὁ ἀνήρ. κατὰ μέντοι γε τὰ βαθύ τερα τῶν δογμάτων νοήσας τὸ «Οὐκ ἀποθανοῦμαι ἀ

 κυρίου, οὐ μὴ «φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν «φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, «καὶ οἱ

 ἄνθρωποι ἀποθνήσκετε» εἴ τις οὖν καὶ ἄλλος 20.27.243 οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, δῆλον ὅτι καὶ ὁ διάβολος ὁ ἀπ' ἀρχῆς ἀν θρωποκτόνος, καὶ ἡ αἰτία γε το

 νῦν ἐκείνοις. πᾶν πνεῦμα πονηρὸν καὶ ἀπατηλὸν νομίζω εἶναι ψεῦδος, καὶ ἕκαστον τούτων ὅταν λαλῇ, ἐκ τῶν ἰδίων καὶ μηδαμῶς ἐκ τῶν τοῦ θεοῦ λαλεῖν· 20.2

 <αὐτὸν> 20.30.271 πιστεύουσι καὶ οὐ πιστεύουσι. πάλιν τε αὖ οἱ πιστεύοντες μὲν εἰς τὸν πατέρα Ἰησοῦ Χριστοῦ, μὴ πιστεύοντες δὲ εἰς τὸν δημιουργὸν καὶ

 ἀληθείας ὄψεις θεωρητικαὶ οὐκ εἰσὶν κεκαθαρμέναι, τῷ ἐπικεκαλύφθαι ἢ πε 20.32.285 παχύνθαι ἢ τεθολῶσθαι αὐτὰς ὑπὸ τῆς κακίας. κατανοοῦντες δὲ τί τὸ κυ

 οὐκ ἄλλως γίνε ταί τις υἱὸς τοῦ ἐν οὐρανοῖς πατρὸς ἢ ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς ἑαυτοῦ καὶ προσεύχεσθαι ὑπὲρ τῶν διωκόντων αὐτόν, δῆλον ὅτι οὐδεὶς τῷ

 καὶ ἐξ ὅλων γεγονέναι ἐκ τοῦ θεοῦ τὸν εἰδότα πάντα τὰ μυ στήρια καὶ πᾶσαν τὴν γνῶσιν, καὶ μετὰ τούτων τὰ τῆς τελείας 20.34.306 ἀγάπης κατορθωκότα. ὅρα

 «∆αιμόνιον ἔχεις» εἰπών· «Ἐγὼ «δαιμόνιον οὐκ ἔχω». 20.35.317 Καὶ ὅρα εἰ δύναται πρὸς τοῦτο γενέσθαι τὸ τῆς ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ παραβολῆς περὶ

 θεραπείας, ἐν αἷς εἰσιν καὶ τῶν δαιμονίων ἀπελάσεις, ἐροῦμεν πάν των ἀεὶ ἀπελαύνεσθαι τοὺς δαίμονας ὑπὸ Ἰησοῦ τῶν παρὰ τὸ τεθεραπεῦσθαι ὑπὸ τοῦ λόγου

 ὑμῶν». δῆλον οὖν ὅτι κυριώτατα καὶ τελειότατα εἰπόντος τοῦ Ἰησοῦ· «Ἐγὼ δαιμόνιον «οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου» οἱ μιμηταὶ αὐτοῦ, ἕκαστος κατὰ δύ

 εἰρη μένον τὸ «Πάντα τὰ ἐμὰ σά ἐστι», δῆλον ὅτι καὶ αὐτὴ ἡ κρίσις περὶ ἧς φησιν· «Ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν» τοῦ πατρός ἐστιν κρίσις. 20.38.355 εἰ δ

 κωλύειν θεωρεῖσθαι τὸν θάνατον. οὕτω δὲ ἀκουστέον τοῦ «Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς «τὸν αἰῶνα», ὡς εἰ χαρισάμενος ὁ ταῦτα

 τηρήσῃ, οὐ μὴ γεύσηται θάνατον εἰς τὸν αἰῶνα. μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς; 2

 τοῦτο ταλανιζόμενοι. εἰ καὶ ἀπέθανεν οὖν Ἀβραάμ, ἀλλ' ἔζησεν καὶ οὐκέτι τὸν θάνατον ἐθεώρει 20.42.395 ἀφ' οὗ ἰδὼν τὴν Ἰησοῦ ἡμέραν ἠγαλλιάσατο καὶ ἐχά

 κύριος γευστὸς καὶ ὁρατός, 20.43.408 οὕτως καὶ ὁ ἐχθρὸς αὐτοῦ θάνατος γευστός ἐστι καὶ ὁρατός. καὶ τὸ μὲν γευστὸν αὐτοῦ παρίστησιν τὸ «Εἰσίν τινες τῶν

 αὐτόν. καὶ τὸ «Τίνα οὖν σεαυτὸν ποιεῖς;» μὴ τεθεωρηκότων ἦν φωνὴ ὅτι οὐχ ἑαυτὸν ὁ Ἰησοῦς πεποίηκεν ὅπερ 20.44.421 ἐστίν. διόπερ καὶ πρὸς τοῦτο δοκεῖ μ

 τὸν Ἰησοῦν. εἰ δὲ δύνασαι, ἐπίστησον τί δήποτε ἐπὶ μὲν τοῦ σπηλαίου οὐ κεκύλισται ὁ ἐπικείμενος αὐτῷ λίθος ἀλλὰ αἴρεται, ἐπὶ δὲ τοῦ φρέατος οὐ παντελῶ

 μίμησιν τῆς Χριστοῦ εὐχῆς εὐξόμενον, ἄραντα τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἄνω καὶ ἀναβιβάσαντα αὐτοὺς ἀπὸ τῶν τῇδε πραγ μάτων καὶ μνήμης καὶ ἐννοιῶν καὶ λο

 ἑαυτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων, μετενόουν, πεῖραν μὲν προσαγαγόντες τῇ γυναικὶ μὴ τυχόντες δὲ τοῦ ἐπιθυμουμέ

 πατρικοῦ βουλήματος ἐπα κούσαντος τῷ Ἰησοῦ, καὶ ἰδὼν αὐτὴν εἰσιοῦσαν διὰ τοῦ τόπου, ὅθεν ἤρθη ὁ λίθος, εἶπεν· «Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου».

 τῶν ἰδίων ἁμαρτημάτων δεδεμένος καὶ ἐσφιγμένος, διὰ μὲν τὴν μετάνοιαν καὶ τὸ ἀκηκοέναι τῆς Ἰησοῦ φωνῆς ζῶν, διὰ δὲ τὸ μηδέπω ἀπολελύσθαι τῶν τῆς ἁμαρτ

 πατέρα πεποιηκέναι τὴν Λαζάρου ψυχὴν ἐπανελθεῖν 28.9.69 ἐπὶ τὸ ἐν τῷ μνημείῳ ἀποκείμενον αὐτοῦ σῶμα· εἴποι γὰρ ἄν τις ὅτι ὁ μὲν ἀκούσας εὐξαμένου τοῦ

 ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν ἐπίστευσαν εἰς 28.11.81 «αὐτόν». καὶ μάλιστα διὰ τὴν ἀναγωγὴν κινοῦμαι μήποτε πάντες οἱ θεασάμενοι,

 γίνεσθαι δυνά μεως· ὥστε διὰ τοῦτο μὴ πάντα αὐτὸν δυνηθῆναι, μηδὲ αὑτὸν ῥύ 28.12.90 σασθαι ἀπὸ τῆς ἐξ ἐκείνων ἐπιβουλῆς. ἐκεῖνοι μὲν οὖν ἐσκόπουν μὴ ἀ

 διώξῃ7 καὶ 7σοφῶς τὸ σοφὸν διώξῃ7 καὶ 28.13.104 τὰ ἀνὰ λόγον ἐπὶ τῶν λοιπῶν ἀρετῶν. ταῦτα δ' εἴπομεν ὑπὲρ τοῦ παραβαλεῖν ὅμοιόν τι τῷ προφητεύειν μ

 γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ «συνέδριον αὐτῶν». 28.14.115 Ὁ δὲ Μάρκος φησὶν ὅτι «Ἰούδας Ἰσκαριώτης, εἷς τῶν δώδεκα,»προσῆλθεν πρὸς τοὺς ἀρχιε

 «ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη». καὶ εἴπερ οὐκ ἦν πνεῦμα οὐδὲ ἐν τοῖς ἀποστόλοις πρὸ τοῦ Ἰησοῦν δοξασθῆναι, πόσῳ πλέον οὐκ ἦν ἐν τῷ Καϊάφᾳ; ἀναστὰς δὲ ὁ σω

 ἑαυτοῦ τὰ ἀκόλουθα τοῖς ἐκτεθεῖσιν ῥητοῖς σκοπῆσαι περὶ τοῦ πῶς προεφήτευσεν ὁ Καϊάφας. μήποτε δὲ καὶ ταῦτα εἰς τὴν προφη τείαν αὐτοῦ λεκτέον, ὅτι ἐπε

 χωρὶς) θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου», καὶ ἐπιστήσει 28.18.155 τῷ «Ὑπὲρ παντός» ἢ τῷ «Χωρὶς θεοῦ ὑπὲρ παντός». συγχρήσε ται δὲ καὶ τῷ «Ὅς ἐστιν σω

 μέχρι θανάτου, θανάτου δὲ σταυροῦ», ἡ κρίσις ἤρθη· οὕτω γὰρ ἀκούω τοῦ· «Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐ «τοῦ ἤρθη»· ὡς εἶναι τὰ ἑξῆς Ἐν τῇ ταπεινώσει αὐτ

 νοσούντων φησίν· «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ' οἱ «κακῶς ἔχοντες», καὶ ὡς ὄντων δικαίων λέγει· «Οὐκ ἐλήλυθα κα 28.21.184 «λέσαι δικαίους

 γὰρ ἐμπεσόντα τὸν περὶ τοῦ ὁμολογεῖν τὸν Ἰησοῦν ἀγῶνα μὴ ἀναδύεσθαι τὴν ὁμολο 28.23.194 γίαν, μηδὲ μέλλειν περὶ τὸ ὑπεραποθανεῖν τῆς ἀληθείας. οὐκ ἔλα

 μὲν «εἶπεν αὐτοῖς· Ἐγώ 28.23.207 «εἰμι, [δυνάμεως] ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί». εἶτα μετὰ τοῦτο, ὅτι ἐβουλήθη ἀναδέξασθαι τὴν ἐν τῷ πάθει ο

 ἔμεινεν μετὰ 28.24.222 τῶν μαθητῶν. καὶ ἔστιν μέχρι τοῦ δεῦρο μετὰ τῶν μαθητῶν αὐτοῦ Ἰησοῦς ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν· πάρεστιν 28.

 ἁμαρτίαν τοῦ κόσμου. καὶ ἐζήτουν γε οὗτοι οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, οὐχ ἵνα ὠφεληθῶσιν, ἀλλ' ἵνα αὐτὸν ἀποκτείνωσιν πρὸς οὓς εἶπεν ἄν· «Νῦν δὲ ζητεῖτέ μ

 Ἰσκαριώτης, εἰδὼς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησ

 θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν «καὶ δειπνήσω μετ' αὐτοῦ, καὶ αὐτὸς μετ' ἐμοῦ», μήποτε ὁ Ἰησοῦς οὔτε ἀριστᾷ μετά τινος (οὐ γὰρ δεῖται εἰσαγωγῆς καὶ πρώ

 ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται, οὐ συγχεῖται ἡ δικαιοσύνη τοῦ θεοῦ καὶ τὸ κατ' ἀξίαν ἕκαστον οἰκονομεῖσθα

 δείπνου ἐγείρεται, καὶ ἐπὶ ποσὸν τοῦ δειπνεῖν παύεται, ἕως τοὺς τῶν μαθητῶν καθαρίσῃ πόδας, οὐ δυνα μένων ἔχειν μέρος μετ' αὐτοῦ, ἐὰν μὴ αὐτὸς αὐτοὺς

 λεγομένοις ἐν καιρῷ χρησόμεθα παραδείγματος ἕνεκεν, εἴ που δέοι, ὅτι ἐστὶν δυνατόν τινα κατὰ πρόθεσιν βελτίστην λέγειν διὰ τὸ ἀνεπίστημον τὰ μηδαμῶς ἑ

 μαθητῶν πόδας, ἀλλὰ καὶ τῶν συμφοιτητῶν. εἰ γὰρ αὐτὸς μέν, ὡς ᾠήθη, τὸ καθῆκον ἐν τῷ κωλύειν ἐθέλειν ἐποίησεν, ἐκεῖνοι δὲ μὴ ἑωράκασιν αὐτό, κατηγόρησ

 εἰρημένον· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ 32.7.79 «ἀγαθά». εἰ δὲ πόδας μαθητῶν νίπτων ὡραίους αὐτοὺς ποιεῖ, τί φήσομεν ἀπὸ τοῦ ἀληθινοῦ κά

 γάρ· «Πᾶς ἄνθρωπος ψεύ στης»· εὐκαίρως δέ ποτε χρησόμεθα τῷ ῥητῷ ἐπὶ τῶν προπετέστερον καὶ ἀκρίτως εἰπόντων τι ποιήσειν ὅπερ αὐτοῖς μὴ λυσιτελεῖ ἐμμέ

 ἀρκεσθησόμεθα»· τὰ δὲ εἰς πλοῦτον καὶ τρυφὴν συμβαλλόμενα ἐκ περιουσίας τοῖς ἁβροδιαίτοις περιγίνεται, οὐχ ὡς χρειώδη καὶ ὧν οὐκ ἄνευ, ἀλλ' ὡς περισσά

 μολύνοντα 32.10.117 τοὺς πόδας ἀποβάλλεται. καὶ οὐκ ἄν τις εὖ φρονῶν λέγοι ᾗ θύρα ἐστὶν τὸν Ἰησοῦν, ἢ ᾗ ποιμήν, ἢ ᾗ ἰατρός, νίπτειν τοὺς πόδας τῶν μαθ

 μαθητευομένῳ τοῖς ψεύδεσιν. 32.12.131 Πλὴν καὶ ἅγιον ὄντα ἐνδέχεται δεῖσθαι τῆς νίψεως τῶν ποδῶν, ἐπεὶ καὶ ἡ καταλεγομένη εἰς ἐκκλησιαστικὴν τιμὴν χήρ

 ἐκείνην τὴν ἀναφορὰν ἔχει. τὰ δὲ κατὰ τὸν τόπον μαθήματα, πῶς τε πόδες μαθητῶν μολύνονται ἤδη λουσαμένων, καὶ τίνα τρόπον πλύνονται, εἰδέναι ὡς ὁ λόγο

 ἤλπισα, ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνι 32.14.158 «σμόν». οὐκοῦν ὁ σωτὴρ τὸ ῥητὸν τοῦτο περὶ τοῦ Ἰούδα καὶ ἑαυτοῦ φησιν εἰρῆσθαι. ἐν ᾧ ζ

 τῷ κυρίῳ, οὐχ ἑαυτῶν κατη γοροῦντες ὡς ἀπίστων ἔλεγον αὐτῷ τὸ «Κύριε, πρόσθες ἡμῖν «πίστιν»· καὶ γὰρ ἐν τῷ «πρόσθες» σαφῶς παρίσταται ὅτι πίστιν 32.15

 πάντα κτίσας καὶ καταρτίσας καὶ ποιήσας ἐκ τοῦ μὴ 32.16.188 «ὄντος εἰς τὸ εἶναι τὰ πάντα». χρὴ δὲ καὶ πιστεύειν ὅτι κύριος Ἰησοῦς Χριστός, καὶ πάσῃ τῇ

 ἔστι δοῦλος μείζων «τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν». 32.17.202 κατὰ τοῦτο δὲ οὐχ ἁμαρτήσει καὶ τὸν Ἰωάννην ἀπόστολον λέγω

 ἀνάλογον τῷ «Νῦν ἡ ψυχή μου τετάρακται» τὸ «τὸ πνεῦμα τοῦ Ἰησοῦ τετά «ρακται», ἢ ἀνάλογον τῷ «Ἐταράχθη τῷ πνεύματι» τὸ «Νῦν ἡ «ψυχή μου τετάρακται»; κ

 μιμούμενοι τὴν ἐκείνου 32.18.234 πτῶσιν πίπτουσιν οἱ ἁμαρτάνοντες. ὡς γὰρ ἐκεῖνος ἐν θεότητι τυγχάνων πέπτωκεν, οὕτω καὶ πρὸς οὓς ὁ λόγος φησὶ τὸ «Ἐγὼ

 διηγούμενος ὅτι εὐλόγως οἱ μαθηταὶ ἐπὶ τῷ τοῦ κυρίου 32.19.247 λόγῳ «ἔβλεπον εἰς ἀλλήλους, ἀπορούμενοι περὶ τίνος λέγει». ἀρκεῖ δὲ παραθέσθαι καὶ προφ

 εὐαγγελίου γέγραπται ὡς «Ἐπιστρα»φεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολου «θοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ,

 πνευματικὸν νόμον, καθαρὰν ἀποδεικνύουσαν τὴν πολιτείαν καὶ 32.21.269 ἀποκαθιστανομένην εἰς τὸ βούλημα τῆς φύσεως τοῦ λόγου. καὶ τήρει γε ὅτι ἐπιφέρετ

 κύριος τῷ Ἰούδᾳ, ἐκεῖνος δὲ τότε ἀπέθετο κρεῖττόν τι ἐνυπάρχον ἐν αὐτῷ, καὶ τάχα τὴν εἰρήνην, ὑποστρέφουσαν ἀπὸ τοῦ ἀκούσαντος καὶ μὴ παραδεξα μένου ἐ

 τῶν μὴ νοησάντων τίνα τρόπον εἶπε· «Πάτερ, εἰ δυνατόν, «παρελθέτω τὸ ποτήριον τοῦτο», ἀλλὰ θαρραλεώτατα ἐπὶ τὸν 32.23.296 ἀγῶνα, ἵν' οὕτως εἴπω, ἀποδυ

 ποτηρίῳ ὑποκειμένῃ μὲν διαθέσει κρείττονι ἐνεργαζομένης τὸ βέλτιον, χείρονι δὲ ἐμποιούσης τὸ κρῖμα· οὕτω τὸ ἀπὸ τοῦ Ἰησοῦ ψωμίον ὁμογενὲς ἦν τῷ δοθέντ

 ἐδοξάσθη ἐν αὐτῷ». πλὴν ἡ διὰ τὸν ὑπὲρ ἀνθρώπων θάνατον δόξα οὐ τοῦ μὴ πεφυκότος ἀποθνήσκειν ἦν μονογενοῦς λόγου καὶ σοφίας καὶ ἀληθείας, καὶ ὅσα ἄλλα

 ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλεν πληροῦν 32.27.336 «ἐν Ἱερουσαλήμ». καὶ ὁ Παῦλος δὲ ὅρα ἐπὶ τίσι τὸ ὄνομα τῆς δόξης παραλαμβάνει· ὅπου μὲν γὰρ λέγει

 δὲ τολμητέον ὑποβάλλειν τὸν ἐν 32.28.350 τῷ τόπῳ ζητηθῆναι δυνάμενον. ζητῶ δὲ εἰ ἔνεστιν δοξασθῆναι τὸν θεὸν παρὰ τὸ δοξάζεσθαι ἐν υἱῷ, ὡς ἀποδεδώκαμε

 υἱὸν τοῦ ἀνθρώπου ἐν 32.29.364 τῷ θεῷ, τὸν ἐλάττονα ἐν τῷ κρείττονι. καὶ πολλῷ γε ὑπερέχουσα ἡ δόξα ἐν τῷ υἱῷ ἐστιν ὅτε δοξάζει αὐτὸν ὁ πατήρ, ἢ ἐν τῷ

 αἰῶνος») ἀλλὰ τῷ, πληρωθέντος τοῦ «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν «ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, «καὶ διασκορπισθήσοντα

 «Ὅπου ἐγὼ ὑπάγω «ὑμεῖς οὐ δύνασθε ἐλθεῖν» τὸ «Καθὼς εἶπον τοῖς Ἰουδαίοις» κἂν ἁπλούστερον ἐδοκοῦμεν ταῦτα εἰρῆσθαι, ἀναφερόμενα ἐπὶ τὴν ἀπὸ τοῦ βίου ἔ

Commentarii in evangelium Joannis

ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ

ΤΟΜΟΣ ΙΘʹ. 19.1.n Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε. 19.1.1 Εἰ μὲν πρὸς τοὺς αὐτοὺς ὁ λόγος ἦν ὁ λέγων· «Κἀμὲ οἴδατε «πόθεν εἰμί» καὶ ὁ φάσκων· «Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου», ἄντικρυς ἂν ἔδοξεν ἐναντίον εἶναι τὸ λεγόμενον· νυνὶ δὲ τὸ μὲν «Κἀμὲ οἴδατε» πρός τινας τῶν Ἱεροσολυμιτῶν ἀπαγγέλλεται εἰρηκό τας· «Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χρι «στός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, «οὐδεὶς γινώσκει πόθεν ἐστίν»· τὸ δὲ ὅτι «Οὔτε ἐμὲ οἴδατε» καὶ τὸ ἑξῆς, πρὸς τοὺς εἰπόντας αὐτῷ Φαρισαίους· «Σὺ μαρτυρεῖς περὶ 19.1.2 «σεαυτοῦ ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής». πλὴν καὶ τοῖς Ἱεροσολυμίταις διὰ τῶν προτέρων, καὶ τοῖς Φαρισαίοις διὰ τῶν νῦν ἐξεταζο μένων φησὶν ὅτι τὸν πατέρα οὐκ οἴδατε· τοῖς μὲν Ἱεροσολυμίταις διὰ τούτων «Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθινὸς ὁ πέμψας «με, ὃν ὑμεῖς οὐκ οἴδατε· ἐγὼ οἶδα αὐτόν, ὅτι παρ' αὐτοῦ εἰμὶ κἀ «κεῖνός με ἀπέστειλεν»· τοῖς δὲ Φαρισαίοις διὰ τοῦ «Οὔτε ἐμὲ οἴδατε «οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε». 19.1.3 καὶ ζητήσαι ἄν τις εὐλόγως ὅπως, εἴπερ ἀληθὲς τὸ «Εἰ ἐμὲ ᾔδειτε «καὶ τὸν πατέρα μου ἂν ᾔδειτε», οἱ Ἱεροσολυμῖται, πρὸς οὕς φησι· «Κἀμὲ οἴδατε» οὐκ οἴδασι τὸν πατέρα. προσεπιτείνει δὲ τὴν εἰς τὸν τόπον ἀπορίαν καὶ ὁ Ἰωάννης ἐν τῇ καθολικῇ ἐπιστολῇ ταῦτα λέγων· «Ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν· πᾶς ὁ ἀρνούμενος τὸν 19.1.4 «υἱόν, οὐδὲ τὸν πατέρα ἔχει». εἰ γὰρ «Ὁ ἀρνούμενος τὸν πατέρα «καὶ τὸν υἱόν», καὶ «Ὁ ὁμολογῶν τὸν υἱόν καὶ τὸν πατέρα ἔχει», δῆλον ὅτι οἱ Ἱεροσολυμῖται, ὅσον ἐπὶ τῇ λέξει, τῷ μὴ γινώσκειν τὸν 19.1.5 πατέρα ἀρνούμενοι τὸν πατέρα ἀρνοῦνται καὶ τὸν υἱόν. εἰ δὲ ἀρ νοῦνται τὸν υἱόν, πῶς τὸ «Κἀμὲ οἴδατε» ἀληθές; πάλιν οἱ αὐτοὶ εἰ οἴδασιν τὸν υἱὸν διὰ τὸ «Καὶ ἐμὲ οἴδατε», (ἐπεὶ «Ὁ ὁμολογῶν τὸν «υἱὸν καὶ τὸν πατέρα ἔχει») ὁμολογοῦσιν τὸν πατέρα. εἰ δὲ ὁμολο γοῦσιν τὸν πατέρα, πῶς ἀληθὲς τὸ «Ἀλλ' ἔστιν ἀληθινὸς ὁ πέμψας «με, ὃν ὑμεῖς οὐκ οἴδατε»; 19.2.6 Λεκτέον δὲ πρὸς ταῦτα ὅτι ὁ σωτὴρ ὁτὲ μὲν περὶ ἑαυτοῦ ὡς περὶ ἀνθρώπου διαλέγεται, ὁτὲ δὲ ὡς περὶ θειοτέρας φύσεως καὶ ἡνωμένης τῇ ἀγενήτῳ τοῦ πατρὸς φύσει. ἐπὰν μὲν γὰρ λέγῃ· «Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν «λελάληκα», τοῦτό φησιν εἰδὼς τὸ ζητούμενον ἀναιρεθῆναι εἶναι οὐ θεὸν ἀλλὰ ἄνθρωπον· ἐὰν δὲ «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή» καὶ «Ἐγώ εἰμι ἡ ἀνάστασις» καὶ τὰ τούτοις ὅμοια, οὐ περὶ τοῦ ζητουμένου ἀναιρεθῆναι ἀνθρώπου διδάσκει. 19.2.7 οὕτως οὖν καὶ ἐπὶ τῶν κατὰ τὸ παρὸν ἡμῖν ζητουμένων ἐκ τῆς συμφράσεως κατανοητέον· τὸ μὲν «Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί» περὶ τοῦ ἀνθρώπου ἑαυτοῦ διαλέγεται, τὸ δὲ «Οὔτε ἐμὲ οἴδατε οὔτε «τὸν πατέρα μου» περὶ τῆς θεότητος· τοῦ μὲν γὰρ «Κἀμὲ οἴδατε καὶ «οἴδατε πόθεν εἰμί» ταῦτα προτέτακται· «Ἔλεγον οὖν τινες ἐκ τῶν «Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε «παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν «οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν «ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν»· 19.2.8 τοῦ δὲ «Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου» ταῦτα «Εἶπαν οὖν «αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ «ἔστιν ἀληθής. ἀπεκρίθη † ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ «μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα 19.2.9