Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 1 1, 1. ∆οῦλον δὲ ἑαυτὸν λέγει ἢ διὰ τὴν ἐπαινετὴν ταπεινο φροσύνην οὐκ ἐκ τοῦ ἔχειν τὸ π

 ἁγίου πνεύματος αὐτοῦ πρὸς ἀθανασίαν ἐκ νεκρῶν ἀναστάς· ἐθανατώθη μὲν γάρ, φησί, σαρκί, ἐζωοποιήθη δὲ πνεύματι, καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ

 ἐγκαλεῖται, ἢ ἀποστερῶν οὗ ἂν ὀφείλῃ, εἰκότως ἂν ἐγκληθείη. 12 1, 17. Ἀποκαλύπτεται δὲ ἡ τοῦ θεοῦ δικαιοσύνη τοῖς ἐκ πίστεως παλαιοτέρας εἰς νέαν ἥκου

Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 1 1, 1. ∆οῦλον δὲ ἑαυτὸν λέγει ἢ διὰ τὴν ἐπαινετὴν ταπεινο φροσύνην οὐκ ἐκ τοῦ ἔχειν τὸ πνεῦμα τὸ εἰς φόβον τὸν τῆς δουλείας ἄγον ἀλλὰ τὸ πνεῦμα τὸ εἰς υἱοθεσίαν ἀνάγον, ἢ καὶ κατὰ τὸν τῆς διακονίας λόγον. διὸ καὶ ἔφασκε δοῦλος Ἰησοῦ Χριστοῦ ἢ καὶ ὡς μορφούμενος κατὰ θεόν· παραπλησίως ἐκείνῳ ἀναλαμβάνει τὴν τοῦ δούλου μορφήν, καὶ γίνεται τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα τοὺς Ἰουδαίους κερδήσῃ,καὶ πᾶσιν ἑαυτὸν ποιεῖ δοῦλον ἐλεύθερος ὢν ἐκ πάντων κατὰ τὴν ὑψηλοτάτην δουλείαν τὴν πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ καθὸ ἄγαμος ὡς μὴ δοῦλος ὢν τῆς γυναικὸς ἀλλ' ἐλεύθερος, ἐν τούτῳ δοῦλός ἐστι Χριστοῦ ὡς μὴ μεριζόμενος τῇ κἀκεῖσε ἀλλὰ μόνα μεριμνῶν τὰ τοῦ κυρίου, καὶ οὐ περισπώμενος ἀπὸ τῆς πρὸς τὸν λόγον δουλείας, καὶ καθὸ δουλεύει τῷ ὠνησαμένῳ αὐτὸν ἰδίῳ αἵματι, δοῦλός ἐστι αὐτοῦ. ταὐτὸν δὲ εἰπεῖν δοῦλος Ἰησοῦ Χριστοῦ καὶ δοῦλος λόγου καὶ ἀληθείας καὶ δικαιοσύνης καὶ σοφίας καὶ εἰρήνης καὶ ἤ τι ἄλλο ὄνομα ἀνα γέγραπται τοῦ υἱοῦ τοῦ θεοῦ. 2 1, 1. Κληθείη δ' ἂν κλητός γενικῶς μὲν <ὁ> παραλαβὼν χάρισμα, ἰδικῶς δὲ καὶ ὁ λαβών τι ἐξαίρετον παρὰ τοὺς ἄλλους οἷον δια κονίαν ἢ προφητείαν ἢ διδασκαλίαν ἤ τι τοιοῦτον. ὡς οὖν ἐν γενικῷ λόγῳ πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί, ὡς Ἰούδας γέγονε κλητὸς ἀλλ' οὐκ ἐκλεκτός, ὁ οὖν Παῦλος κληθεὶς καὶ κλητὸς γέγονε κατὰ τὸ γενικόν, ἔτυχεν εὐθὺς καὶ τοῦ ἰδικοῦ τουτέστι τῆς ἀποστολῆς. ἀπὸ κοινοῦ δὲ ἁρμόζει εἰπεῖν· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ καὶ κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ γέγονεν. εἰωθὼς μὲν ὡς τὰ πολλὰ τὸ ἀπόστολος συνάπτειν εὐθὺς τῷ ὀνόματι τῷ ἰδίῳ, νῦν προστέταχε τὸ δοῦλος Ἰησοῦ Χριστοῦ· τίνος ἕνεκεν; ἐμοὶ δοκεῖν βουλόμενος εἰς πολλὴν εὐ λάβειαν Ῥωμαίους ἐναγαγεῖν, ὥστε περὶ παντὸς ποιεῖσθαι τῷ δοῦλος ὅλως ὀνομάζεσθαι τοῦ Χριστοῦ, καὶ μὴ πεφυσῆσθαι τοῖς ἄλλοις ἐκ τοῦ δοκεῖν πάντων κατακρατεῖν· εἰς τοσοῦτον γὰρ ἐντεῦθεν τότε φρονήματος ἤρθησαν, ὥστε λόγος αὐτοὺς εἰωθότας κατὰ ψῆφον τῆς συγκλήτου θεοὺς ἀναγορεύειν οὓς ἂν βουληθεῖεν, ἐπὶ τοῦ σωτῆρος ἡμῶν τοὐναντίον ποιῆσαι· γνωρίσαι μὲν γὰρ αὐτοῖς τὸν [τὸ] τηνικαῦτα τῆς Ἰουδαίας ἄρχοντα δι' ἐκείνων, ὅτι περ Ἰησοῦν ἄνθρωπόν τινα θαυματοποιητὴν γενόμενον οἱ τῇδε μετὰ θάνατον ἐγηγέρθαι κηρύττοντες θεὸν εἶναι παραδιδόασιν, τούσδε δυσχεράναντας ἀποψηφίσασθαι τοῦτο κοινῷ συνεδρίῳ διὰ τὸ παρὰ γνώμην αὐτῶν τετολμῆσθαι. ἦν δ' ἄρα καὶ τοῦτο τῆς θείας χάριτος ἔργον πρὸς τὸ μέλλον οἰκονομησάσης τὸ δέον, ἵνα μὴ κατὰ σπουδὴν ἀνθρωπίνην ὡς πολλὰ πολλάκις καὶ τοῦτο κεκρατηκέναι δοκῇ. διὰ τοῦτό τε οὖν τὸ δοῦλος Χριστοῦ πρὸ τοῦ ἀποστόλου τέθεικε καὶ ἅμα διότι τὸ τῆς ἀποστολῆς οἷς ἂν προσείη ἀξίωμα, χρείας ἄλλων ἕνεκα πρόσεστι, τὸ δὲ Χριστοῦ δοῦλον εἶναί τινα, τοῦτο ἴδιον τοῦ κεκτημένου κέρδος ἐστίν. 3 1, 1. Ἀφορίζεται μέντοι καὶ ἐκ κοιλίας μητρὸς εἰς τὸ εὐαγγέλιον τοῦ θεοῦ, οὐ διὰ τὴν φύσιν ἔχουσαν τὸ ἐξαίρετον ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους, ἀλλὰ διὰ τὰς προεγνωσμένας μὲν τῷ θεῷ πρότερον πράξεις ὕστερον δὲ γενομένας ἐκ τῆς παρασκευῆς καὶ <τῆς> προαιρέσεως τῆς ἀποστολικῆς. 4 1, 1. Οὐκοῦν θεοῦ ἐστι τὸ εὐαγγέλιον εἰς ὃ ἀφωρίσθη Παῦλος, ὁ δὲ Μάρκος τὸ εὐαγγέλιον Ἰησοῦ Χριστοῦ λέγει καὶ ὁ αὐτὸς Παῦλος ἐν τῇ πρὸς Γαλάτας. 5 1, 4. Τινὲς δὲ τὸ δυνάμει τῷ ἁγίῳ πνεύματι ἐπισυνάπτουσι καὶ οὕτως ἀναγινώσκουσιν· ἐν δυνάμει κατὰ πνεῦμα ὡς ἐν τῷ Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει τουτέστι τῷ δυνατῷ πνεύματι, καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη ἐν ὑμῖν ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ. φησὶ τοίνυν ὅτι ἀφωρίσθη ἀπὸ θεοῦ εἰς τὸ εὐαγγελίζεσθαι πάντας περὶ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ ὃς ἐκ σπέρματος μὲν ∆αυὶδ γέγονε κατὰ σάρκα, υἱὸς δὲ ὡρίσθη εἶναι θεοῦ τουτέστιν ἐκυρώθη τοῦτο ὤν, μάλιστα καὶ πλέον ἐφανερώθη τῇ δυνάμει τοῦ