Commentarii in Genesim (fragmenta)

 μαρμένης τόπον τῇ τῶν πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τοῦ περὶ ἕκαστον ἀν

 αὐτόπται τῶν πραγμάτων γενόμενοι, ἀποφαίνονται τάδε τινὰ ὑγιῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν πεπονθότων, ἢ ἐνεργησάντων θεασάμενοι, ἢ ἀπαγγελλόντων

 ἀποκρύφους, ἀορά 12.60 τους ἀνοίξω σοι, ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ

 Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα, καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σώζεσθαι, εἰ ὁ Θεὸς προ γινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀνα δέξασθαι

 ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα, ὅτι τόδε ποιήσει· οὐ γὰρ ὥσπερ ὁ Θεὸς εἴποι ἂν, Οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω 12.68 χρη

 τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶν δέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον, (ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον·) οὐκ ἂν ὁ σήμερον, φέρε ε

 «Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.» Ἴδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύναν ται οἱ ἀστέρες εἶναι ποιητικοὶ, ἀλλ' εἰ ἄρα σημαντι κοί. Ἀπὸ τ

 ποστημορίου αὐτῆς. Ἐν γοῦν τοῖς διδύμοις γεν νωμένοις πολλάκις τὸ μεταξὺ καὶ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττ

 ὥστε μηδὲ τὸ τυχὸν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα 12.84 αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὕτως αὐτὸν ἐμπεριειληφέν

 τῶν ἀστέρων γέγονε, μαθεῖν ἤθελον. Καὶ ἐρεῖ, ὅτι τοὺς χρόνους κακοποιὸς διε δέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστα τικὸς ἐγένετο, ἢ τὸν ἐνιαυτὸ

 τιμούμενος Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν προσηγορίαν καὶ τὸ κατηγόρημα. Ἐπιστησάτω δ' ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα, ἢ φ

Commentarii in Genesim (fragmenta)

ΤΟΜΟΥ Αʹ ΤΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ. 12.45 Οὐ γὰρ ὁ Θεὸς Πατὴρ εἶναι ἤρξατο, κωλυόμενος, ὡς οἱ γινόμενοι πατέρες ἄνθρωποι, ὑπὸ τοῦ μὴ δύνα σθαί πω πατέρες εἶναι. Εἰ γὰρ ἀεὶ τέλειος ὁ Θεὸς, καὶ πάρεστιν αὐτῷ δύναμις τοῦ πατέρα αὐτὸν εἶναι, καὶ καλὸν αὐτὸν εἶναι Πατέρα τοῦ τοιούτου Υἱοῦ, τί ἀναβάλλεται, καὶ ἑαυτὸν τοῦ καλοῦ στερίσκει, καὶ, ὡς ἔστιν εἰπεῖν, ἐξ οὗ δύναται Πατὴρ εἶναι Υἱοῦ; Τὸ αὐτὸ μέντοιγε καὶ περὶ τοῦ ἁγίου Πνεύματος λεκτέον. 12.48 ΑΠΟ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ Εἰ δέ τινι προσκόπτει διὰ τοὺς ἀνθρωπίνους τε χνίτας μὴ δύνασθαι παραδέξασθαι τὸν Θεὸν χωρὶς ὕλης ἀγεννήτου ὑποκειμένης κατασκευάζειν τὰ ὄντα, ἐπεὶ μηδὲ ἀνδριαντοποιὸς χωρὶς χαλκοῦ τὸ ἴδιον ἔργον ποιῆσαι δύναται, μηδὲ τέκτων χωρὶς ξύλων, μηδὲ οἰκοδόμος χωρὶς λίθων· ζητητέον πρὸς αὐτοῦ περὶ δυνάμεως Θεοῦ, εἰ θελήσας ὑποστῆσαι ὅ τι βούλεται ὁ Θεὸς, τῆς θελήσεως αὐτοῦ οὐκ ἀπορουμένης, οὐδὲ ἀτονούσης, δύναται ὑποστῆσαι ὃ βούλεται. Ὧ γὰρ λόγῳ τὰς ποιότητας, κατὰ πάντας τοὺς Πρόνοιαν εἰσάγοντας τῷ ἰδίῳ λόγῳ, οὐκ οὔσας ὡς βούλεται εἰς διακόσμησιν τοῦ παντὸς ὑφίστησι τῇ ἀφάτῳ αὑτοῦ δυνάμει καὶ σοφίᾳ, τούτῳ τῷ λόγῳ καὶ τὴν οὐσίαν, ὅσης χρῄζει, ἱκανή ἐστιν αὐτοῦ ἡ βούλησις ποιῆσαι γενέσθαι. Ἀπορήσομεν γὰρ πρὸς τοὺς οὐ βουλομένους ταῦθ' οὕτως ἔχειν, εἰ μὴ ἀκολουθεῖ αὐτοῖς εὐτυχη κέναι τὸν Θεὸν, ἀγέννητον εὑρόντα τὴν οὐσίαν, ἣν εἰ μὴ τὸ ἀγέννητον αὐτῷ ὑποβεβληκὸς ἦν, οὐδὲν ἔρ γον δυνατὸς ἦν ποιῆσαι, ἀλλ' ἔμενεν οὐ δημιουργὸς, οὐ πατὴρ, οὐκ εὐεργέτης, οὐκ ἀγαθὸς, οὐκ ἄλλο τι τῶν εὐλόγως λεγομένων περὶ Θεοῦ. Πόθεν δὲ καὶ τὸ μετρεῖν τῆς ὑποκειμένης οὐσίας τὸ τοσόνδε, ὡς διαρ κέσαι τῇ τηλικούτου κόσμου ὑποστάσει; οἱονεὶ γὰρ 12.49 πρόνοιά τις πρεσβυτέρα Θεοῦ, ἀναγκαίως τὴν ὕλην ἔσται ὑποβεβληκυῖα τῷ Θεῷ, προνοουμένη τὴν τέχνην τὴν ἐνυπάρχουσαν αὐτῷ μὴ κενοπαθῆσαι, οὐκ οὔσης οὐσίας, ᾗ ὁμιλῆσαι δυνάμενος κατεκόσμησε τὸ τηλι κοῦτο κόσμου κάλλος. Πόθεν δὲ καὶ δεκτικὴ γεγένη ται πάσης ἧς βούλεται ὁ Θεὸς ποιότητος, μὴ αὐτοῦ τοῦ Θεοῦ ἑαυτῷ τοσαύτην καὶ τοιαύτην ποιήσαντος, ὁποίαν ἔχειν ἐβούλετο; Καθ' ὑπόθεσιν γοῦν ἀποδε ξάμενοι τὸ ἀγέννητον εἶναι τὴν ὕλην, ταῦτα ἐροῦμεν πρὸς τοὺς τοῦτο βουλομένους, ὅτι εἰ Προνοίας οὐχ ὑποβαλλούσης τὴν οὐσίαν τῷ Θεῷ, τοιαύτη γεγένηται, εἰ Πρόνοια ἦν ὑφεστῶσα, τί ἂν πλέον πεποιήκει τοῦ αὐτομάτου; καὶ εἰ αὐτὸς μὴ οὔσης ὕλης ἐβούλετο κατασκευάσαι αὐτὴν, τί ἂν πλέον ἡ σοφία, καὶ ἡ θειότης αὐτοῦ πεποιήκει τοῦ ἐξ ἀγεννήτου ὑποστάντος; Εἰ γὰρ εὑρίσκεται ταυτὸν γενόμενον ἂν ὑπὸ τῆς Προ νοίας, ὅπερ καὶ χωρὶς Προνοίας ὑπέστη, διὰ τί οὐχὶ καὶ ἐπὶ τοῦ κόσμου ἀθετήσομεν τὸν δημιουργὸν καὶ τὸν τεχνίτην; Ὥσπερ γὰρ ἄτοπον ἐπὶ τοῦ κόσμου εἰ πεῖν οὕτω τεχνικῶς κατεσκευασμένου τὸ χωρὶς τε χνίτου σοφοῦ τὸν αὐτοτοιοῦτον γεγονέναι, οὕτω καὶ τὸ τὴν ὕλην τοσαύτην καὶ τοιαύτην καὶ οὕτως εἰκτικὴν τῷ τεχνίτῃ λόγῳ Θεοῦ, ὑφεστηκέναι ἀγεννήτως, ἐπί σης ἐστὶν ἄλογον. Πρὸς μέντοιγε τοὺς παραβάλλον τας, ὅτι οὐδεὶς δημιουργὸς χωρὶς ὕλης ποιεῖ, λεκτέον, ὅτι ἀνομοίως παραβάλλουσι. Πρόνοια γὰρ παντὶ τε χνίτῃ ὑποβάλλει τὴν ὕλην, ἀπὸ προτέρας τέχνης, ἢ ἀνθρωπίνης, ἢ θείας ἐρχομένην. Ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει πρὸς τοὺς διὰ τὸ λέγεσθαι· «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος,» οἰομέ νους ἀγέννητον εἶναι τὴν σωματικὴν φύσιν. ΤΟΜΟΥ Γʹ ΤΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ. Περὶ τοῦ εἰς σημεῖα γεγονέναι τοὺς φωστῆρας οὐκ ἄλλους ἡλίου καὶ σελήνης, καὶ τῶν ἄστρων τυγχάνοντας, τῶν σφόδρα ἀναγκαιοτάτων ἐστὶ δια λαβεῖν, οὐ μόνον πολλῶν ἐθνῶν τῶν τῆς Χριστοῦ πί στεως ἀλλοτρίων, σφαλλομένων εἰς τὸν περὶ τῆς εἱ 12.52