Adnotationes in Numeros

Adnotationes in Numeros

ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ 17.21 ΚΕΦ. ΙΑʹ. Στίχ. ζʹ. Τὸ δὲ μάννα, ὡσεὶ σπέρμα κορίου. Τὸ δὲ ὡσεὶ σπέρμα κορίου, οἱ λοιποὶ βδελίου· ἄλλος φησὶν, ἐκ μέλιτος· Ἀκύλας καὶ Σύμμαχος, μαστοῦ ἔλαιον, μαστοῦ εἰς λίπας. ΚΕΦ. ΙΒʹ. Στίχ. αʹ, βʹ, ιʹ, ιεʹ. Λοιδορήσασα Μαριὰμ τὸν Μωσέα, ἐλεπρώθη, ἔξω τῆς παρεμβολῆς γενομένη ἑπτὰ ἡμέρας καθίσασα. Τοῦτο δὲ γέγονε πρὸς φόβον τοῦ λαοῦ. Εἰ γὰρ τῆς ἀδελφῆς οὐκ ἐφείσατο, οὐδὲ ἑτέρου. ΚΕΦ. Ι∆ʹ. Στίχ. λʹ. Καὶ οἱ ἄνθρωποι. Οἱ τὴν γῆν ψέγοντες, ψεύστην τὸν Θεὸν, κατ' αὐτοὺς εὐσεβῶς, ἔδειξαν, ἐπαινοῦντα τὴν Παλαιστίνην. ΚΕΦ. ΚΒʹ. Στίχ. βʹ. Καὶ ἰδὼν Βαλάκ. Ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν. Ἐν οἷς καὶ τό· Ἄρχοντες Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος. Στίχ. δʹ. Ὅτι ὥσπερ μάντιν τὸν μισθὸν ταύτης ἔφερον προσαγαγεῖν αὐτόν. ΚΕΦ. ΚΓʹ. Στίχ. ζʹ. Καὶ ἀναλαβὼν τὴν παραβολήν. Ἡ θεία Γραφὴ ἔν τισιν τόποις προκρίνει καὶ προτίθησι τὸ συμβολικὸν ὂν τῆς ἱστορικῆς διηγήσεως ἐν τῇ αὐτοῦ ὑποθέσει. ΚΕΦ. Κ∆ʹ. Στίχ. ζʹ. Καὶ κυριεύσει ἐθνῶν πολλῶν. Εἰσὶ δὲ κύριοι πολλοὶ, καὶ θεοὶ πολλοί. Μακάριοι δὲ οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχοντες κύριον· κυριεύσουσι γὰρ κυρίας πολλάς. Στίχ. ιζʹ. Καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ. Φασὶ τὸν Βαλαὰμ ἔχειν φοιτητὰς τῇ τέχνῃ, μαθητεύσαντας αὐτῷ τῇ μαγικῇ· καὶ δόξαν περὶ αὐ 17.24 τοῦ ἔχοντας, ἀναγράψασθαι τὰς προφητείας αὐτοῦ, καὶ καταλιπεῖν, ἐν αἷς καὶ τό· Ἀνατελεῖ ἄστρον. Ἢ καὶ ἐκ τῆς πατρικῆς παραδόσεως τοῦτο καὶ διαδοχῆς παραλαβόντες οἱ Μάγοι, ἐπὶ τὴν Βηθλεὲμ παρεγένοντο.