Adnotationes in Leviticum

 λεγομένην· ἡγοῦμαι γὰρ τὴν λέπραν ἀντὶ ἀλόγων λαμβάνεσθαι τῆς ψυχῆς παθημάτων· τὸν δὲ ζῶντα χρῶτα, ἀντὶ τῆς λογικῆς καταστά 17.22.40 σεως· δοκεῖ οὖν μ

Adnotationes in Leviticum

ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ. 17.17 ΚΕΦ. ∆ʹ. Στίχ. κζʹ. Ψυχὴ ἐὰν ἁμάρτῃ ἀκουσίως, φησὶ, καὶ μὴ ποιήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ὧν δεῖ ποιεῖν. Εἰ δὲ κατὰ φύσιν ἔχει. Ἔστι τάχα τινὰ προσ- τάγματα Κυρίου, ἃ οὐ δεῖ ποιεῖν, κατὰ τό· Ἔδωξαν αὐτοῖς προστάγματα οὐ καλά. Ψυχὴ οὖν ἁμαρτάνει ἀκουσίως, ὅτε προφάσει εὐσεβείας τὸ μὴ δέον τηρεῖ. Καὶ δεῖται θυσίας πρὸς ἄφεσιν, οὐ δεομένου θυσίας τοῦ δρῶντος ἐξεπίτηδες· ὡς ὁ γεγονὼς Ἰου- δαῖος, ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν τὸν Τιμόθεον. Στίχ. κηʹ. Σημαίνει οὖν, ὅτι ἁμαρτία καλεῖται καὶ αὐτὸ τὸ προσαγόμενον. Οὕτω νοητέον τό· Ἁμαρτίας λαοῦ μου φάγονται. Εἰ οὖν ὁ ἁμαρτάνων αὐτὴν δοκεῖ θύειν τὴν ἁμαρτίαν ἐν τῷ μετανοεῖν, οὐκ ὀφείλει τοῖς αὐτοῖς περιπίπτειν, ἐπεὶ ἀναζῇ ἡ ἁμαρτία. Οὕτω δυνατὸν τὸν Χριστὸν καλεῖν ἁμαρτίαν, ὡς ὑπὲρ τῆς πάντων ἁμαρτίας τυθέντα. ΚΕΦ. ΙΒʹ. Στίχ. βʹ. Γυνὴ ἥτις ἐὰν σπερματισθῇ, καὶ τέκῃ ἄρσεν. Παρέλκειν δόξει τὸ, ἐὰν σπερματισθῇ, προτασσόμενον τοῦ· καὶ τέκῃ ἄρσεν. Ἀλλ' ἐφίστημι μήποτε ἵνα προφητικῶς ἡ Μαρία, οὐκ ἐκ τοῦ ἐσπερ 17.20 ματίσθαι τεκοῦσα ἄρσεν, μὴ νομισθῇ ἀκάθαρτος εἶναι, γεγεννηκυῖα τὸν Σωτῆρα, εἴρηκεν ὄλον τοῦτο. Ἐδύνατο δὲ καὶ μὴ προκειμένου τοῦ, Ἐὰν σπερματισθῇ, νοεῖσθαι μὴ οὖσα ἀκάθαρτος ἡ Μαρία· οὐ γὰρ ἁπλῶς γυνὴ, ἀλλὰ παρθένος. ΚΕΦ. ΙΓʹ. Στίχ. μεʹ. Καὶ ὁ λεπρὸς, ἐν ᾧ ἐστιν ἀφὴ, τὰ ἱμά τια αὐτοῦ ἔσται παραλελυμένα, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκάλυπτος. ∆ιατί τοῦ λεπροῦ ἀκάλυπτον εἶναι κελεύει τὴν κεφαλὴν, καὶ τὰ ἱμάτια παραλελυμένα; Ἵνα γνωριστὸς ᾖ, καὶ μὴ μεταλαγχάνωσι τῆς ἀκαθαρσίας οἱ προσπελάζοντες. Οὕτως ὁ Ἀπόστολος περὶ τῶν ἁμαρτανόντων ἔφη· Στέλλεσθε ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρελάβετε παρ' ἡμῶν· καὶ Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ· τῷ τοιούτῳ μὴ συνεσθίειν. ΚΕΦ. ΚΓʹ. Στίχ. βʹ. Αὗται αἱ ἑορταὶ Κυρίου. Πᾶσα ἱλαρὰ ἡμέρα, ἐν ᾗ προτέτακται, ὡς ἐν ἁγίᾳ τάδε τινὰ ποιεῖν παρὰ τὰς λοιπὰς ἐξαίρετα, ἑορτὴ καλεῖται. Οὐ πᾶσα δέ ἐστι πανήγυρις· ἀλλὰ κατὰ τοὔνομα, ὅτε ἐπὶ τὸ αὐτὸ συναθροίζονται πανταχόθεν. Ὥστε ἡ μὲν πανήγυρίς ἐστι καὶ ἑορτή· οὐκέτι δὲ ἑορτὴ, καὶ πανήγυρις· οἷον· Σάββατα καὶ Νουμηνίαι, ἑορταί εἰσιν· Ἄζυμα δὲ, καὶ ἡμέραι τῶν Ἑβδομάδων, καὶ Σκηνοπηγίαι οὐ μόνον ἑορταὶ, ἀλλὰ καὶ πανηγύρεις. Στίχ. μʹ. Καὶ κάλλυντρα φοινίκων. Πάρεστι διὰ τούτων νοεῖν, καὶ πάλιν ἡμῖν ἐν Χριστῷ τὰς ἐν παραδείσῳ τρυφὰς ἀπονέμει Θεός. Φυτῶν δὲ τῶν ἀειθαλῶν οἱ κλάδοι, τὸ διηνεκὲς τῆς χάριτος καὶ τὸ ἀμάραντον τῆς ἐλπίδος ἐφ' ἑαυτοῖς σημαίνουσι. ΚΕΦ. ΚΖʹ. Στίχ. ιεʹ. Ἐὰν δὲ ὁ ἁγιάσας αὐτὴν λυτρῶται τὴν οἰκίαν αὐτοῦ, προσθήσει ἐπ' αὐτὸ τὸ ἐπίπεμ πτον τοῦ ἀργυρίου τῆς τιμῆς, καὶ ἔσται αὐτῷ. Εἰ δὲ μὴ τιμὴν οἰκίας, ἢ ἀγροῦ τις, ἀλλ' αὐτὰ ἁγιάσαι Θεῷ, τὴν τιμὴν καθήσει μετὰ τοῦ πέμπτου λυτρούμενος αὐτὰ, καὶ καθέξει τὰς κτήσεις· ἑτέροις δὲ οὐκ ἀποδώσεται. Ἀλλὰ κἂν ἀποδῶται, μέχρι τοῦ Ἰωβηλαίου καθέξει ὁ πριάμενος, καὶ μετὰ τοῦτον ἔσται Θεοῦ. Στίχ. ιʹ. Ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ. Τὸν δὲ ἐξ ἀγορασίας ἀγρὸν ἀγοράσας, οὐκ ἀνακτήσεται τοῦτον ἑαυτῷ· ἀλλὰ πρὸς λόγον ἀποδοὺς τὸν καρπὸν τῷ Θεῷ, ἐν τῷ Ἰωβὴλ ἀποκαταστήσεται τὸν ἀγρὸν τῷ πεπρακότι. Ὠριγένους εἰς Λευιτικόν. Καί γε τοὺς περὶ λέπρας νόμους ὑπολαμβάνω 17.21.40 εἴδη τινὰ τῆς ψυχῆς διαγράφειν διάφορα· τίς γὰρ οὐκ ἂν ἀπορήσῃ ὁρῶν, ὅτι πῆ μὲν ἡ λέπρα ποιεῖ τὸν ἄνθρωπον ἀκάθαρτον ἐγγενομένη χρωτὶ ζῶντι, πῆ δὲ πάσης ἀκαθαρσίας ἀπολύει ὅλον λεπρὸν γεγονότα; τότε γὰρ ἀκάθαρτος εἶναι λογίζεταί τις, ὅτε χρὼς ζῶν μετὰ τὸ ὁλόλεπρον εὑρίσκεται ἐν αὐτῷ, μιαίνοντος τοῦ ζῶντος χρωτὸς τὴν ἐξ ὅλων λέπραν, ἀμίαντον εἶναι