1

1

Fragmentum in illud: Gaudete in illa die [Sp.] 93.780 Ὥσπερ γὰρ ἐν τῷ σώματι ὁ ὑγιαίνων καὶ εὐσωματῶν, καὶ πρὸ τῆς τρυφῆς αὐτῷ τούτῳ τρυφᾷ, συγκεκληρωμένην ἔχων τῇ ὑγείᾳ τὴν ἡδονὴν, καὶ οὔτε ἀέρων αὐτὸν ἀνωμαλίαι, οὔτε αὐχμὸς οὔτε κρυμὸς, οὕτε εὐτέλεια τραπέζης, οὐκ ἄλλο τι τῶν τοιούτων λυπῆσαι δύναιτ' ἂν, ἀρκούσης τῆς ὑγιείας τὴν ἐκ τούτων διακρούσασθαι βλάβην, οὕτω δὴ καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθε· διὰ τοῦτο καὶ Παῦλος μυρία πάσχων δεινὰ, ἔχαιρεν οὕτω λέγων· Χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν οὐ μόνον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ᾗ ἔπαθλον κεῖται τῆς ἀρετῆς, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἐπεὶ καὶ τοῦτο μέγιστον ἔπαθλον, τὸ ὑπὲρ ἀληθείας τι παθεῖν· διὰ τοῦτο καὶ ὁ χορὸς τῶν ἀποστόλων ἐπανῄεσαν ἐκ τοῦ συνεδρίου τῶν Ἰουδαίων, χαίροντες, οὐ διὰ τὴν βασιλείαν μόνον τῶν οὐρανῶν, ἀλλ' ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος Ἰησοῦ ἀτιμασθῆναι· καὶ αὐτὸ γὰρ τοῦτο καὶ καθ' ἑαυτὸ, μεγίστη τιμὴ καὶ στέφανος καὶ βραβεῖον καὶ ἡδονῆς ὑπόθεσις ἀμαράντου· οὐ μικρὸς ἆθλος, ἀλλὰ καὶ σφόδρα μέγας οὗτος ὁ τῆς συκοφαντίας ἐστί· διὸ καὶ Σολομῶν τὸ τραχὺ τοῦ ἀγῶνος παραστῆσαι βουλόμενος, Εἶδον, φησὶ, τὰς συκοφαντίας τὰς γινομένας ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἦν αὐτοὺς ὁ παρακαλῶν· εἰ δὲ μέγας ὁ ἀγὼν, ὥσπερ οὖν μέγας, εὔδηλον ὅτι καὶ ὁ κείμενος ἐπὶ τούτῳ στέφανος, μείζων· διὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει χαίρειν καὶ σκιρτᾷν τοὺς τοῦτον ἀγωνιζομένους τὸν ἀγῶνα, μετὰ τῆς προσηκούσης ὑπομονῆς.