1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

1

Commentarii in Lamentationes (in catenis) 93.725 ΚΕΦΑΛΑΙΟΝ Αʹ. "Καὶ ἐγένετο." Θρηνεῖ μὲν κατὰ τὴν ἱστορίαν ὁ προφήτης τὴν τότε τῆς Ἱερουσαλὴμ γενομένην αἰχμαλωσίαν, προφητικῶς δὲ καὶ ἀληθέστερον τὴν ἐπὶ Ῥωμαίων αὐτῇ συμβᾶσαν διὰ τὴν τοῦ Χριστοῦ παράνομον τόλμαν. Ἐκεῖ μὲν γὰρ ἐκ Βαβυλῶνος ἀνεκλήθησαν, μετὰ δὲ τὴν ὑπὸ Ῥωμαίων ἀνάλωσιν οὐκέτι. Ἀναφέρεται δὲ τὰ γεγραμμένα καὶ ἐπὶ ψυχὴν, ἐκπεσοῦσαν μὲν τῆς ἀρετῆς, κατενεχθεῖσαν δὲ εἰς τὰ τῆς κακίας εἴδη, καὶ διὰ τοῦτο ἐν συγχύσει γενομένην· Βαβυλὼν γὰρ σύγχυσις ἑρμηνεύεται· καὶ ὑπὸ τῶν νοητῶν πολεμίων αἰχμαλωτισθεῖσαν. "Ἐγενήθη ὡς χήρα." Τοῦ νυμφίου στερηθεῖσα λόγου. "Πεπληθυσμένη." Ἡ πρώτη [πρώην] πλήρης ἀγαθῶν λογισμῶν. "Ἄρχουσα ἐν χώραις." Ἡ τῶν κακιῶν ἐπικρατοῦσα ὑπόφορος ταύταις γέγονεν. "Κλαίουσα ἔκλαυσεν." Ἐν τῇ ἐπαγωγῇ τῶν ἐχθρῶν. Ἰστέον δὲ ὡς ψυχὴ ἁμαρτάνουσα ἐν νυκτὶ γίνεται, μακρυνομένη τοῦ Ἡλίου τῆς δικαιοσύνης. "Ἐπὶ τῶν σιαγόνων." Ὥσπερ νοοῦμεν ὀφθαλμοὺς, οὔτω λέγονται καὶ σιαγόνες ψυχῆς, δι' ἃς τὰς τοῦ λόγου τρέφεται [ρεπονενδυμ ῃιδετυρ τροφὰς] δυνάμεις, καταλεαίνουσα ταύτας καὶ μαρυκωμένη. "Καὶ οὐχ ὑπῆρχεν ὁ παρακαλῶν αὐτήν." Κατὰ μὲν τὴν ἱστορίαν, ὅτι ἐπὶ πάντας ἦν ἡ ὀργὴ, καὶ οὐκ ἔτι ἕτερος τὸν ἕτερον παρεκάλει. Ἔτι [ἔστι] δὲ νοεῖν, ὅτι οἱ πρώην ἀγαπῶντες τὴν ψυχὴν ἅγιοι ἄγγελοι, ὅταν ἐκδῷ ἑαυτὴν τῇ κακίᾳ, ἀπαράκλητον αὐτὴν ἐῶσιν. "Πάντες οἱ φιλοῦντες." Παραβαίνοντες τὰ θεῖα νόμιμα οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες, καὶ ψευδοπροφῆται· καὶ οἱ πρώην δὲ προσποιούμενοι τὴν τοιάνδε ψυχὴν ἀγαπᾷν ἀκάθαρτοι δαίμονες, ἐχθρῶν δίκην ἐπιχαίρουσιν τῇ αὐτῆς πτώσει. "Μετῳκίσθη Ἰουδαία." Ἀπὸ τοῦ τόπου τῆς ἀρετῆς εἰς τὸν τῆς κακίας. "Καὶ ἀπὸ πλήθους." Ἀφαιρεθεῖσα γὰρ τῆς δόξης ἦς εἶχεν, εἰς δουλείαν παραδίδοται. 93.728 "Ἐκάθισεν ἐν ἔθνεσι." Προστεθεῖσα γὰρ τοῖς ἐναντίοις, ἐμακρύνθη τῆς ἀναπαύσεως τοῦ Θεοῦ. "Κατέλαβον αὐτήν." Ἐκτραπεὶς γὰρ ἄνθρωπος ἐκ τῆς ὁδοῦ τοῦ Θεοῦ, ὑποχείριος τοῖς πάθεσι γίνεται, θλιβόντων, φησὶ, τῶν ἀκαθάρτων δαιμόνων· ἐπεὶ οὖν τὰ πάθη καταδιώκουσι τὴν ψυχὴν, καὶ οἱ ἐνεργοῦντες αὐτὰ δαίμονες, παραγγέλλει ὁ Ἀπόστολος λέγων· Φεύγετε τὴν πορνείαν. "Ὁδοὶ Σιὼν πενθοῦσι." Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἐκέλευσεν ὁ νόμος πάντα τὰ ἀρσενικὰ τῷ Κυρίῳ φαίνεσθαι, τῷ Πάσχα, τῇ ἑορτῇ τῶν Πρωτογεννημάτων, καὶ τῇ Σκηνοπηγίᾳ· ἐν ταύταις οὖν ταῖς τρισὶν ἑορταῖς οἱ πανταχόθεν Ἰουδαῖοι συνέρχονται εἰς Ἱερουσαλήμ. Κατὰ τοίνυν τὴν ἱστορίαν οὐδενὸς ἐρχομένου ἐν τῇ Σιὼν διὰ τὴν κατασκαφὴν τῆς πόλεως πενθοῦσιν αἱ ὁδοί. Πρὸς δὲ διάνοιαν, τὰ διδάγματα, δι' ὧν εἰσέρχεται ἄνθρωπος εἰς τὴν ἀρετὴν, ἐν κατηφείᾳ εἰσὶν, ἐκκοπείσης τῆς προθεσμίας [ἴσ. προθυμίας] τῶν μανθανόντων. "Πᾶσαι αἱ πύλαι." Οἱ διδάσκαλοι, οἱ μήτε αὐτοὶ εἰσερχόμενοι εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τοὺς ἐρχομένους κωλύοντες. "Ἱερεῖς αὐτῆς." Πρὸς μὲν τὸ ῥητὸν, διὰ τὸ μὴ εἶναι τοὺς προσφέροντας· πρὸς δὲ διάνοιαν, οἱ ἱερουργοὶ τῆς ἀρετῆς τρόποι, διὰ τὸ μηδένα προστρέχειν. "Παρθένοι αὐτῆς." Οἱ σῶοι καὶ ἄμωμοι τρόποι, οὐ κατ' ἐξουσίαν βαδίζοντες διὰ τὴν φθοροποιὸν τῶν διδασκάλων παράδοσιν. "Ἐγένοντο οἱ θλίβοντες αὐτήν." Ὑπερεπήρθησαν Βαβυλώνιοι, καὶ οἱ ἀλιτήριοι δαίμονες. "Τὰ νήπια αὐτῆς." Καὶ τὰ μήπω δι' ἁμαρτίας κρινόμενα ἐπὶ τιμωρίαν τῶν γεννησάντων πάσχουσιν. Ἢ καὶ νήπια τοὺς ἁγίους καλεῖ, ταλαιπωρουμένους διὰ τὰς τῶν πολλῶν ἁμαρτίας, ἢ καὶ νήπιαι ψυχαὶ αἱ ἄρτι θεοσεβεῖν ἀρξάμεναι, καὶ ὀκλάσασαι περὶ τὸν δρόμον τῆς ἀρετῆς, καὶ ὑποστρέψασαι εἰς τὴν κακίαν. "Κατὰ πρόσωπον." Οἱ αἰχμαλωτεύοντες ἔμπροσθεν βάλλοντες τὰ βρέφη ἀναγκάζουσι βαδίζειν· οὕτω δὲ ποιοῦσιν καὶ οἱ δαίμονες, συνελαύνοντες τὴν ψυχὴν εἰς ὂ βούλονται. "Πᾶσα ἡ εὐπρέπεια αὐτῆς." Πρὸς μὲν τὸ ῥητὸν ὁ ναὸς, ἡ νομικὴ λατρεία· πρὸς δὲ διάνοιαν, ἡ