1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

1

Commentarii in Jeremiam ̓

93.628 ΚΕΦΑΛ. ΠΡΩΤΟΝ. "Ὃς κατῴκει ἐν Ἀναθώθ." Ἀπὸ πέντε μυρίωνἹερουσαλὴμ Ἀναθώθ. 93.629 "Ἐπίσταμαί σε." Κατὰ τοὺς τῆς προγνώσεως λόγους. "Ἐκριζοῦν." Ἐκριζοῦν τὴν κακίαν. "Τί σὺ ὁρᾷς; Καὶ εἶπα· Βακτηρίαν καρυΐνην." Ταῦτα ἐκ διαλείμματος, ὅταν εἴπῃ· Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· οὐ γὰρ ἐφεξῆς, ἀλλ' ἐδίδου συνιδεῖν τὰ λεγόμενα. Τὸ γὰρ ξύλον τοῦτο στεῤῥὸν, καὶ βαρὺ, καὶ πληκτικόν. Τίνος ἕνεκεν ταῦτα ἔβλεπον; Ὅτι τὰ πράγματα καὶ αἱ ὄψεις ἐναργέστεραι ἦσαν, καὶ μᾶλλον ἔπληττον τὸν ἀκροατήν. Ἡ γὰρ ῥάβδος πληγῆς ἐστι σύμβολον. Λόγος, τὸ κάρυον ἀγρυπνίας εἶναι ποιητικόν· εἶναι δὲ καὶ εὔθραστον τὸ ξύλον, καὶ σημαίνει τὴν μετριωτέραν ὀργήν· ὡς ἀγρυπνοῦντος μὲν τοῦ Θεοῦ ἐπὶ τοῖς ἁμαρτάνουσιν, κολάζοντος δὲ μετριώτερον. "Ἀπὸ προσώπου τοῦ Βοῤῥᾶ." ∆ιὰ τὸν Βαβυλώνιόν φησι. Βορειοτέρα γὰρ ἡ Βαβυλὼν ὡς πρὸς τὴν Ἱερουσαλήμ. Πρὸς δὲ διάνοιας, εἰς πρόσωπον τοῦ σκληροῦ Βορέου ὁ διάβολος λαμβάνεται. "Λέβητα ὑποκαιόμενον." Κατὰ μὲν τὸ γράμμα τὴν Ἱερουσαλὴμ, καὶ τοὺς ἐν αὐτῇ ἄρχοντας· πρὸς δὲ θεωρίαν, τὴν συνείδησιν τὴν ἑαυτὴν δοκιμάζουσαν. "Καὶ σὺ περίζωσαι." Ἀντὶ τοῦ, ἄνδρισαι, θαῤῥῶν πορεύου. Πρὸς δὲ διάνοιαν, περιζώννυται τὴν ὀσφὺν ὁ σώφρων. Ἐν γὰρ τῇ ὀσφύϊ λέγουσιν εἶναι τὰ σπέρματα. Εἴρηται γὰρ περὶ τοῦ Λευΐ· Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρός σου ἦν. "Μὴ φοβηθῇς ὅτι μετὰ σοῦ εἰμί." Περιφράξας ταῖς ἀγγελικαῖς δυνάμεσιν. ΚΕΦ. Βʹ. "Ἐμνήσθην ἐλέους νεότητός σου." Τῷ Σωτῆρι Χριστῷ ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ· ὁ ἀληθινὸς Ἰσραὴλ, ὁ νοῦς ὁ ὁρῶν Θεὸν, ὃν καὶ ἡδέως ὁρᾷ ὥσπερ ἀπαρχήν τινα γεννημάτων. Λέγεται οὖν Ἰσραὴλ ποτὲ μὲν ὁ Ἰουδαίων λαὸς, ποτὲ δὲ οἱ διορατικώτεροι, καὶ αὐτὸς δὲ ὁ πατριάρχης καὶ ὁ κατὰ σάρκα ἐξ Ἰσραὴλ Χριστός. Κατὰ ἔλεος, φησὶ, καὶ ἀγάπην ἔχρισά σε εἰς προφήτην· οὐ γὰρ ἐκ κατορθωμάτων τὰ χαρίσματα. "Καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων." Τῶν εἰδώλων καὶ τῶν τρόπων τῆς κακίας. Εἰς τὸν Κάρμηλον." Ὄρος τοῦτο τῆς Παλαιστίνης. Ἑρμηνεύεται δὲ ἐπίγνωσις περιτομῆς· δι' ἧς ἀποτέμνομεν τὰ ἀγαθὰ ἀπὸ τῶν φαύλων. "∆ιέλθετε εἰς νήσους Χεττιείμ." Τινὲς μὲν Κυπρίους φασὶ, τινὲς δὲ Ἰνδῶν ἕθνη. Ὁ Κηδὰρ τοῦ Ἰσμαὴλ ἀπόγονος· σημαίνονται δὲ διὰ τούτου τὰ Σαρακηνῶν ἔθνη. Ἑρμηνεύεται δὲ σκοτασμός· φασὶ δὲ καὶ ὀστρακίνην δηλοῦσθαι διὰ τοῦ Κηδάρ. "Ἐπ' αὐτὸν ὠρύοντο λέοντες." Λέοντες πρὸς μὲν τὸ ῥητὸν οἱ Βαβυλώνιοι, πρὸς δὲ διάνοιαν ἀνήμεροι δαίμονες. "Παρὰ τὸ μὴ κατοικεῖσθαι·" ∆ιὰ τὸ μὴ ἔχειν οἰκήτορας ἀγαθούς. 93.632 "Πιεῖν ὕδωρ Γηών." Γηὼν ὁ Νεῖλος, ὕδωρ δὲ 93.632 τῶν Αἰγυπτίων, ἡ πολύθεος αὐτῶν πλάνη. "Πιεῖν ὕδωρ ποταμῶν." Ἀσσυρίων ποταμοὶ οἱ πολυειδεῖς τῆς κακίας τρόποι, καὶ ἐπὶ ἑκατέρων δὲ, ἀμφότερα ἔστι νοεῖν. "Ὅτι ἀπ' αἰῶνος συνέτριψας τὸν ζυγόν σου." Ἐξ ἀρχῆς γὰρ σκληροτράχηλος, ἀεὶ ἀντιπίπτων τῷ ἁγίῳ Πνεύματι· ζυγὸν δὲ τὴν νομοθεσίαν λέγει. "Ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου." Ἡ γὰρ κακία ἀρχὴν λαβοῦσα εἰς ἄπειρον ἐκχεῖται. "Πῶς ἐστράφης εἰς πικρίαν;" Τὰ κακὰ γὰρ οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ παρατροπήν· ἄμπελος ἡ ἀλλοτρία, ἡ προαιρετικῶς ἑαυτὴν τῷ Θεῷ ἀλλοτριώσασα. "Πῶς ἐρεῖς, Οὐκ ἐμιάνθην;" Ἐσχάτης ἀπονοίας τὸν ἁμαρτάνοντα ἀρνεῖσθαι. "Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ." Πολυάνδριον ὁ τάφος· ἢ οὖν τινα ἔπραττον ἐν τοῖς τάφοις ἀρεστὰ δαίμοσιν, ἢ ὅτι καὶ αὐτοὶ τάφοι κεκονιαμένοι ἦσαν. Ἐν ὑποκρίσει τῆς ἀληθείας τὸ ψεῦδος καταδιώκοντες. "Ὀψὲ φωνὴ αὐτῆς ὠλόλυζε, τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου." Ὀλολύζουσιν αἱ θήλειαι κύνες εἰς μίξιν τοὺς ἄῤῥενας προκαλούμεναι τοῦτο οὖν, φησὶ, πέπονθεν ἐν σκοτίᾳ ψυχῆς, τοὺς ἀκαθάρτους προκαλουμένη δαίμονας. Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ὑφ' ὕδατα ἐρήμου. Ὕδατα ἐρήμου, αἱ πολύτροποι, καὶ ἄκαρποι τῆς