1

 2

 3

 4

1

Commentarii in Baruch (in catenis)

93.761 ΚΕΦΑΛΑΙΟΝ Αʹ.

"Υἱοῦ Χελκίου." Ἴσως ὡς ἀξιολόγων τῶν προγόνων τοῦ Βαροὺχ μέμνηται. "Ἐν τῷ καιρῷ." Οὐκ εἶπεν ἐν τῷ ἐνιαυτῷ, ἀλλ' ἐν τῷ καιρῷ, ἵνα εἴπῃ, κατ' ἐκείνους τοὺς χρόνους· οὐ γὰρ ἐν τῷ πέμπτῳ, οὕτε ἐν τῷ ἐνάτῳ ἔτει τῆς βασιλείας Σεδεκίου ἥλω ἡ πόλις, ἀλλ' ἐν τῷ ἑνδεκάτῳ. "Ἐν ὠσὶν Ἰεχονίου." Τοῦτον πρότερον μετοικήσας ἦν εἰς Βαβυλῶνα ὁ Ναβουχοδονόσορ. Ὁ αὐτὸς δὲ οὗτος Ἰεχονίας υἱὸς Ἰωακεὶμ, καὶ αὐτὸς Ἐλιακεὶμ ἐκαλεῖτο, διώνυμος ὤν. "Καὶ ἐν ὠσὶ παντός." Ἀντὶ τοῦ, τῶν συνελθόντων εἰς τὴν ἀκρόασιν. "Καὶ ἀνοίσατε ἐπὶ τὸ θυσιαστήριον." Εἰ καὶ κατασκαφεὶς ἦν ὁ ναὸς, ἀλλ' ἐν τῷ τόπῳ ἔθυον· οὐ γὰρ ἦν ἐξὸν ἀλλαχοῦ, εἰ μὴ ἐν Ἱερουσαλὴμ τὰς θυσίας ἐπιτελεῖν. "Καὶ προσεύξεσθε περὶ τῆς ζωῆς Ναβυχοδονόσορ." Θεὸς ἦν προστάξας αὐτοῖς εὔχεσθαι περὶ τῆς εἰρήνης τῶν Βαβυλωνίων, ἵνα καὶ αὐτοὶ εἰρηνεύωσιν. "Ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν." Ἵνα ὦσιν πολυχρόνιοι, ἢ, ἵνα κατὰ εὐσέβειαν ζῶσιν. "Ἐν ἡμέραις ἑορτῆς." Καὶ γὰρ εἶχον καιρούς τινας διαφορὰς ἑορτῶν. "Καὶ ἐρεῖτε Κυρίῳ Θεῷ ἡμῶν." Κατὰ τὸν τοῦ 93.764 δικαίου λόγον, καὶ Θεὸς ἐτιμωρήσατο, καὶ ἡμεῖς ἐν αἰσχύνῃ ἐσμὲν σήμερον, ἐν αἰχμαλωσίᾳ ὄντες δικαίως. "Καὶ ἐσχεδιάζομεν." Προὐφασιζόμεθα αἰτίας ἀναπλάττοντες. ΚΕΦ. Βʹ. "Καὶ ἐποίησας σεαυτῷ ὄνομα." Κατὰ τὰ διηνεκῆ σου θαυμάσια· τῷ γὰρ προφήτῃ καὶ πᾶσι τοῖς ἁγίοις οὐ διαλιμπάνει θαυματουργῶν ὁ Θεὸς, ἀλλ' ἀεὶ θαυμαστὸς παρ' αὐτοῖς. Εἰ μὴ ποιήσῃ σημεῖα, οὐ θαυμάζεται. "Ἀλλὰ ἡ ψυχή." Οἱ μεγάλα φορτία βαστάζοντες, ἀσθενοῦντες κύπτουσι. Ψυχὴ οὖν, φησὶν, ἡ διὰ τὰς ἁμαρτίας κακουμένη, καὶ μέγεθος ἔχουσα λύπης, κύπτουσα καὶ ἀσθενοῦσα ὁμολογεῖται. "Καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες." Εἴτε αἰσθητῶς διὰ τὰς συμφορὰς, εἴτε καὶ ἐκ τῆς νοητῆς θεωρίας ἀμαυρούμενοι. "Τοῦ ἐξενεχθῆναι τὸ ὀστᾶ βασιλέων ἡμῶν." Εἰς δεῖγμα τῆς μελλούσης κρίσεως, μετὰ τελευτὴν τὰ ὀστᾶ αὐτῶν ἐτιμωροῦντο. ΚΕΦ. Γʹ. "Ὅτι σὺ καθήμενος τὸν αἰῶνα." Σὺ, φησὶν, ἀΐδιος εἶ καὶ ἐξουσιαστὴς, ἡμεῖς δὲ θνητοὶ καὶ ἐπίκηροι. "Κύριε παντοκράτωρ, ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων." Τεθνηκότων, φησὶ, τῶν ὑπὸ τὴν ἀπόφασιν γενομένων διὰ τὴν ἁμαρτίαν. Ἔδειξεν ὁ λόγος σαφῶς τῆς ψυχῆς τὸ ἀθάνατον. "Ἀλλὰ μνήσθητι." Τῇ συνήθει, φησὶν, χρῆσαι θαυματουργίᾳ, καὶ ὡς ἐξήγαγες ἐξ Αἰγύπτου, οὕτως ἐλευθέρωσον ἐκ Βαβυλῶνος. Ὅτι σὸς λαὸς χρηματίζομεν. "Ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν." Ἑαυτοὺς, φησὶν, ἐκρίναμεν, καὶ ἐμεμψάμεθα, ὅτι ἀξίως ἐπέβη ἡμῖν διὰ τὰ ἔργα τῶν πατέρων ἡμῶν. "Ἄκουε, Ἰσραήλ." Ἐντεῦθεν ἄρχεται προφητεύειν ὁ Βαρούχ· τὰ γὰρ προηγησάμενα ῥήματα πάντα τῆς ἐπιστολῆς τῶν αἰχμαλώτων τῶν ἐκ Βαβυλῶνος ἐπεσταλκότων ἐστὶν, ὡς ἐξομολογήσεως σχήματι προφερόμενα. Ἐπαλαιώθης." Ἐντολὴ ζωῆς, ἡ φρόνησις. "Προσελογίσθης." Τοῖς ἀγνωσίαν Θεοῦ ἔχουσιν. Τῶν κρατουμένων ἔτι ὑπὸ τοῦ θανάτου. "Ἐγκατέλιπες." Τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Σαυτῷ, φησὶ, πρόξενος ἐγένου τῶν παρόντων κακῶν. ∆έον γάρ σε ποδηγῷ χρήσασθαι τῷ νόμῳ, ὃν ἡ τῆς σοφίας πηγὴ προσενήνοχεν, ματαίοις ἠκολούθησας λογισμοῖς. "Τῇ ὁδῷ τοῦ Θεοῦ." Ὁ Κύριός φησιν· Ἐγώ εἰμι ἡ ὁδός. Ὁ οὖν κατὰ μίμησιν αὐτοῦ πορευόμενος, τῇ ὁδῷ αὐτοῦ πορεύεται. "Μάθε ποῦ ἐστι φρόνησις." Ἐπειδὴ τῷ γράμματι κεκόλλησαι, μάθε ὅτι ἐν ἁγίῳ Πνεύματι ἐστὶν ἡ φρόνησις. "Ποῦ ἐστιν ἰσχύς." Νῦν γοῦν, ἐπειδήπερ οὐ πρό 93.765 τερον, ζήτησον καὶ γνώσῃ, τίς τούτων χορηγὸς τῶν ἀγαθῶν. "Ποῦ ἐστι σύνεσις." Ἡ κατὰ τῆς ἁμαρτίας. "Ποῦ ἐστι μακροβίωσις καὶ ζωή." Τοῦ διακρῖναι τὸ ἀγαθὸν ἐκ τοῦ φαύλου. "Ποῦ ἐστι φῶς." Ἐν τῷ Κυρίῳ, δηλονότι. Ὁ γὰρ πιστεύων εἰς