1

 2

 3

 4

 5

1

Fragmenta in epistulam i ad Corinthios 432 1 Kor 2,8 Εἰ μὲν τὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου δέξῃ ὡς πρὸς τὸν Ἡρῴδην καὶ τὸν Πιλᾶτον, ἁπλουστέρως νοήσεις τὸ ἑπόμενον· εἰ γάρ, φησίν, ἔγνωσαν, οὐκ ἂν τὸν κύριον ἐσταύρωσαν. οὐδὲ γὰρ τοσοῦτον ἐμεμήνεσαν φθόνου μὴ ὑποκειμένου. εἰ δὲ ὡς πρὸς τοὺς ἀρχιερέας καὶ γραμματέας ἐκλάβοις, οἳ ᾔδεσαν αὐτὸν ὄντα τὸν Χριστόν, καὶ δῆλον ἐξ ὧν ἔλεγον οἱ γεωργοὶ τοῦ ἀμπελῶνος· οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ὁ ἀμπελὼν ἡμῶν ἔσται, ἀλλὰ τῷ φθόνῳ ἐτυφλώθησαν, οὕτω νοήσεις τὸ κάτω, ὅτι εἰ ἔγνωσαν, φησίν, ὅτι τοσαύτη ἔσται τοῖς ἔθνεσι σωτηρία ἐκ τοῦ σταυροῦ, οὐδ' ἂν ἦλθον εἰς τὸ σταυρῶσαι, ἐκτήκεσθαι μᾶλλον ἐκ τοῦ φθόνου αἱρούμενοι ἢ ἵνα σωθῇ τὰ ἔθνη καὶ ἐκβάλῃ αὐτοὺς καὶ ἀντικαταστήσῃ εἰς τὸν τόπον αὐτῶν. 1 kor 2,12 Πνεῦμα κόσμου καλεῖ, ὡς οἶμαι, τὴν ἀνθρωπίνην σοφίαν καὶ παίδευσιν· ὅπερ, φησίν, οὐκ ἐλάβομενκατήργει γὰρ τὸν σταυρόν, ὡς ἄνω φησίν· οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρός, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ ἐλάβομεν, ἵνα εἰδῶμεν τὰ χαρισθέντα ἡμῖν ὑπὸ θεοῦ, τοῦτ' ἔστι τὰ κατὰ τὴν οἰκονομίαν τοῦ Χριστοῦ. 1 kor 2,16 Ἢ νοῦν Χριστοῦ τὸν πατέρα καλεῖ. ἔχομεν, φησίν, ἐν ἑαυτοῖς τὸν τοῦ Χριστοῦ πατέρα, κατὰ τὸ ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· νοῦν γὰρ τὸν πατέρα λέγειν ἔθος τοῖς ἁγίοις, 433 ὡς Γρηγόριος· καὶ νῷ καὶ λόγῳ καὶ πνεύματι τῇ μιᾷ συμφυΐᾳ καὶ θεότητι, καὶ πάλιν· πρῶτον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους, καὶ τὸ ἐννόημα ἔργον ἦν λόγῳ συμπληρούμενον καὶ πνεύματι τελειούμενον. 1 kor 3,1415 Ἆρα μὴ καὶ οὕτω δυνάμεθα νοῆσαι; οἱ μὲν οἰκοδομήσαντες τὴν εὐκατάπρηστον ὕλην τέλεον ἐκβέβληνται· ἐζημίωνται γὰρ αὐτῶν πάντα τὰ σπουδάσματα. αὐτὸς δὲ σωθήσεται. αὐτὸς τίς; ὁ ἐποικοδομήσας τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τοὺς τιμίους λίθους. εἰπὼν γὰρ περὶ αὐτοῦ ὅτι μισθὸν λήψεται, νῦν λέγει ποῖον μισθόν· τὴν σωτηρίαν, τοῦτ' ἔστι σωθήσεται δέ γε ἐπωδύνως καὶ αὐτός, καὶ ὡς εἰκὸς τὸν διὰ πυρὸς παριόντα καὶ ἐκκαθαιρόμενον τὸν ἐνόντα αὐτῷ βραχὺν ῥύπον. θεοῦ γὰρ μόνου τὸ τελέως ἀναμάρτητον, οἱ δὲ ἄνθρωποι, κἂν ὅτι μάλιστά εἰσι δίκαιοι, οὐ τέλεόν εἰσι καθαροί. εἴρηται γὰρ ὅτι πολλὰ πταίομεν ἅπαντες καὶ οὐδεὶς καθαρὸς ἀπὸ ἁμαρτίας, οὐδ' ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ, καὶ γὰρ εἴρηται τῷ Μαλαχίᾳ, ὅτι ὡς πῦρ ἐν χωνευτηρίῳ καὶ ὡς πόα πλυνόντων πλυνεῖ καὶ καθαρίσει ὁ θεός τινας. 1 kor 3,16 Εἰ δὲ ναὸς θεοῦ ἐσμεν, ἐπειδὴ τὸ πνεῦμα οἰκεῖ ἐν ἡμῖν, ἄρα θεὸς τὸ πνεῦμα. 1 kor 4,7 Οὕτως τις ἀνεγίνωσκεν· εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι λοιπὸν τὸ μὴ ὡς λαβών, κατ' ἐρώτησιν ἔλεγεν, ἵνα οὕτω νοηθείη· τί καυχᾶσαι ἄρα ὡς μὴ λαβὼν ἀλλ' οἴκοθεν ἔχων, καίτοι εἴληφας; 1 kor 6,8 Ὡσεὶ εἶπεν· καλὸν μὲν τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ἐν αἱρέσει δὲ βέλτιον τὸ ἀδικεῖσθαι. 1 kor 6,9 ∆ιὸ καὶ πρῶτον τέθεικε τὸ οὔτε πόρνοι. 434 1 kor 6,12 Ἢ καὶ ἔτι νηπίοις οὖσιν ἔδει συγκαταβαίνειν καὶ πρὸς τὴν νηπιότητα αὐτῶν λαλεῖν. 1 kor 6,14 Τὸ τοῦ λόγου ἀπίθανον διὰ τῆς δυνάμεως τοῦ θεοῦ πιστοποιεῖται, ὅπερ εἰς τὴν τοῦ Χριστοῦ ἀνάστασιν οὐ τέθεικενἐγεγόνει γάρἀλλ' ἐπὶ τῆς ἡμῶν, ἵνα μὴ ἀπιστῶμεν καὶ ἵνα τοὺς ἀντιλέγοντας ἐπιστομίσῃ. 1 kor 6,16 Ἢ ὅτι διὰ μέσου τοῦ ἁγίου πνεύματος συνάπτεται τῷ Χριστῷ. 1 kor 6,15-18 Ἢ ὅτι τὰ λοιπὰ ἁμαρτήματα καὶ ἐκ ψυχικοῦ πάθους γίνεται, οἷον ὀργῆς ἐπὶ ἀνδροφόνου, κενοδοξίας ἐπὶ τῶν πλουτεῖν ἐθελόντων· ἡ δέ γε πορνεία ἐξ αὐτοῦ τοῦ σώματος τὰς πηγὰς ἔχει τῆς ἐπιθυμίας. ἐξᾶραι δὲ ἐβουλήθη τὸ πρᾶγμα, ἐπειδὴ περὶ αὐτοῦ πρόκειται αὐτῷ ἡ παραίνεσις· οὐ γὰρ πάντως πάντων χεῖρον ἡ πορνεία. Εἶπεν εἰς τοῦτο πλείους ἑρμηνείας ὁ ἐν ἁγίοις Σευηριανὸς τεύχει νζʹ λόγῳ ʹ κεφαλαίῳ ιθʹ, ταύτην τε αὐτὴν εἰπὼν τῇ τοῦ ἐν ἁγίοις Ἰωάννου καὶ ἄλλην· ὅτι, φησίν, ὁ πορνεύων