1

1

Fragmenta in epistulam ad Titum 461Tit 1,12 Ἐπιμενίδου Κρητὸς μάντεως χρησμός. κέχρηται δὲ καὶ ὁ Καλλίμαχος τῇ χρήσει ἐν τῷ ὑπ' αὐτοῦ ῥηθέντι εἰς τὸν ∆ία ὕμνῳ. Tit 1,15 Τί δήποτε οὖν ὁ Ἰουδαίοις δοθεὶς νόμος εἶχεν ἀκαθάρτων παρατήρησιν; φαμέν· οὐκ ἐπειδὴ ἀκάθαρτα ἦν, οὕτως ἐνομοθέτησεν ὁ θεός, ἀλλὰ ταύτῃ τὴν πολλὴν τρυφὴν καὶ ἀδιαφορίαν τῶν Ἰουδαίων ὑποτεμνόμενος. τὸ γὰρ καθαρὸν καὶ ἀκάθαρτον κυρίως ἀπὸ τῆς τῶν λαμβανόντων διανοίας γίνεται, ἐπεὶ κατὰ φύσιν πάντα καθαρὰ τοῖς μὴ ἀκριβολογουμένοις· τοῖς δὲ τοιούτοις πάντα ἀκάθαρτα· ἀκάθαρτος γὰρ μόνη ἡ ἁμαρτία. tit 2,3 Τὰς διακόνους λέγει, κατάστημα δὲ τὰ περιβόλαια λέγει. Tit 3,1011 Καίτοι ἀλλαχοῦ φησιν· μή ποτε δῷ αὐτοῖς ὁ θεὸς μετάνοιαν. πῶς οὖν ὧδε παραιτεῖσθαι κελεύει; ἐκεῖ περὶ τῶν ἐλπίδα ἐχόντων διορθώσεως λέγει, ὧδε δὲ περὶ τῶν ἀνίατα νοσούντων.