1

1

Fragmenta in epistulam ad Galatas 446 Gal 2,11-16 Εὐσέβιος ὁ Παμφίλου ἐν τῇ Ἐκκλησιαστικῇ ἱστορίᾳ ἀποδείκνυσι μὴ εἶναι τὸν Κηφᾶν τοῦτον τὸν Πέτρον, ἀλλ' ὁμώνυμον αὐτῷ ἕνα τῶν ἑβδομήκοντα. καὶ πιθανὸς ὁ λόγος· οὐ γὰρ ἂν ὁ Πέτρος ἐδεήθη πάλιν ὑποστολῆς, ὅστις ἤδη περὶ τούτου ἀπολογησάμενος ἦν ἐν Ἰερουσαλὴμ καὶ πείσας ἅπαντας, ὅτε τῷ Κορνηλίῳ συμφαγών, τινὰς τῶν ἐκ περιτομῆς ἐσκανδάλισεν. εἰ δὲ τοῦτο παρὰ τὴν ἀρχὴν τοῦ κηρύγματος ποιήσας ἔπεισεν ἅπαντας ὡς οὐ κακῶς ἐποίησεν, τοῦ πνεύματος αὐτὸν εἰς τοῦτο ἐνάγοντος, πῶς ἂν νῦν μετὰ τοσοῦτον χρόνον, μετὰ τὸ πεῖραν δοῦναι τὸν Πέτρον τῆς οἰκείας ἀρετῆς, ἐδεήθη πάλιν τῆς τοιαύτης οἰκονομίας; Τὸ δὲ ὅτι κατεγνωσμένος ἦν, δύνασαι καὶ οὕτω νοῆσαι· γέγονε μοι, φησί, πρόφασις τοῦ κατὰ πρόσωπον αὐτῷ ἀντιστῆναι καὶ διελέγξαι αὐτόν. ἄλλο μὲν οὐδὲν ἢ τὸ περὶ τοῦ συνεσθίειν τοῖς ἐν ἀκροβυστίᾳ κατεγνωσμένος ἦν ἀπὸ τῶν Ἰουδαίων ὅτε τῷ Κορνηλίῳ συνέφαγεν. εἰ γὰρ μὴ προκατεγνώσθη παρ' αὐτῶν σκανδαλισθέντων ἐκεῖ, οὐκ ἂν νῦν ὑπεστάλη· μὴ ὑποσταλέντος δέ, οὐχ ἦν χρεία τοῦ τε ἐλέγχου, τῆς τε κατὰ πρόσωπον ἀντιστάσεως. τί δὲ ὅλως ὠφελεῖ ἡ κατὰ πρόσωπον ἀντίστασις; ὅτι εὐκαίρως ἐποίησε λεχθῆναι ἔμπροσθεν τῶν Ἰουδαίων τὸ ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ 447 ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου. διὰ τὸ λεχθῆναι οὖν ταῦτα ἔμπροσθεν πάντων γέγονεν ἡ κατὰ πρόσωπον ἀντίστασις, ἐπεὶ ἐχρῆν, εἴπερ ἄρα τι σφάλμα ἦν, κατ' ἰδίαν ἐγκαλέσαι καὶ διορθώσασθαι τοῦ κυρίου λέγοντος· ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ἔλεγξον αὐτὸν κατ' ἰδίαν, ἀπειθοῦντι δὲ καὶ ἑτέρους καὶ τὴν ἐκκλησίαν ἐπίστησον. gal 3,23 Ἐδήλωσεν ὅτι ἄνωθεν ἡ εἰς Χριστὸν πίστις προώριστο, ἀλλὰ νῦν γέγονε τοῖς ἀνθρώποις καταφανής, ὅτε καὶ ἡ ἐνανθρώπησις. gal 4,9 Ἀσθενῆ καὶ πτωχὰ αὐτὰ καλεῖ, οὐ διὰ τὴν εὐτέλειαν αὐτῶν τί γὰρ οὐρανοῦ καὶ γῆς μεgalοπρεπέστερον; τί δὲ ἡλίου καὶ σελήνης καὶ ἄστρων τιμαλφέστερον; ἀλλὰ διὰ τὸ ἐστερῆσθαι νοῦ καὶ ζωῆς καὶ αἰσθήσεως. gal 4,17 Οὐκ ἐπ' ἀγαθῷ, φησί, τὴν αὐτὴν ὑμῶν εἰς Χριστὸν πίστιν ἀσπάζονται, ἀλλ' ἵνα ὑμᾶς ταύτης ἐκκλείσαντες ἑαυτοῖς ἀναπείσωσιν ἕπεσθαι, ὅτι πρὸς ὑμετέραν ἀπάτην τὸ τοιοῦτον αὐτοῖς μεμηχάνηται. gal 4, Ὅρα ἀγάπην. οὐκ ἀρκοῦμαι, φησί, τοῖς γράμμασιν, παρεῖναι πρὸς ὑμᾶς ἐζήτουν καὶ ἀνταλλάξαι θρήνοις καὶ ὀλοφυρμοῖς τὴν διὰ ῥημάτων διδασκαλίαν, ἵνα, φησί, μετὰ θρήνων ὑμᾶς ἐδίδαξα. καὶ γὰρ ἀπορῶ τί εἴπω περὶ ὑμῶν. πόθεν οὕτως οἱ ὑψωθέντες τῇ γνώσει τοῦ εὐαγγελίου κατεβλήθητε καὶ περισύρεσθε χαμαί, πάλιν ἐχόμενοι τοῦ νόμου; gal 6,2 Ἢ ὅτι τὸ τὰ ἀλλήλων βάρη καὶ ἐλαττώματα βαστάζειν κατὰ τοῦτο πλήρωσίς ἐστι τοῦ νόμου τοῦ Χριστοῦ καθ' ὃ ἐξ ἀγάπης γίνεται· πληρωτικὴ δὲ ἡ ἀγάπη τοῦ θείου νόμου. 448 gal 6,15 Καινὴ κτίσις ἐστί, φησί, τὰ πάντα· πάντες γὰρ οἵ τε ἐμπερίτομοι καὶ ἀκρόβυστοι πιστεύσαντες καινὴ κτίσις γεγόναμεν, τοῦ παλαιοῦ ἀνθρώπου ταφέντος καὶ ἡμῶν ἐν τῇ κολυμβήθρᾳ ἀναγεννηθέντων.