Theologica

 κλιμακηδὸν ἀνιόντες τῷ οἰκοδεσπότῃ ἐπιξεναγωγοῦνται, καὶ τῷ κατεστρω μένῳ μάλα ἡσθέντες οἰκήματι ἐπὶ τοῦτο ἐπάγονται τὸν διδάσκαλον. Ἡ μὲν οὖν ἀπέναντ

 οἷον εὐφράτιος, ζωτικήν τινα τὴν αὐγὴν ἀφιείς, ζωῆς γὰρ τουτὶ τὸ χρῶμα σύμβολον· ὁ δὲ λευκός ἐστι καθαρῶς, τῷ κάλλει τῆς ἀπαθείας αὐγάζων· καὶ ἄλλος φ

 αἱρέσεως, ἐρωτᾷ εἰ τὸ τοῦ πατρὸς ὄνομα οὐσίας ἐστὶν ἢ ἐνεργείας σημαντικόν, ἵν', εἰ μὲν οὐσίαν εἴποιμεν, αὐτόθι ἕλοι, ὅτι εἴ τι παρὰ τὸν πατέρα, τοῦτο

 Εὐνόμιον ὡς μὴ δυνάμενον ἐπιχειρεῖν λογικῶς καὶ αἰσχυνόμενος ὅτι τοιούτῳ ἀμαθεστάτῳ ἀνδρὶ κατὰ τοὺς λόγους συμπλέκεται. ἐχρῆν, γάρ φησιν, ὦ Εὐνόμιε, δ

 οἶδα» γοῦν φησιν ὁ πατήρ «πότερον ἑαυτοὺς παραλογίζονται ἢ τοὺς περὶ οὓς ὁ λόγος· οὐ γὰρ ἁπλῶς, ὅσα κατά τινος λέγεται, καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ

 δοίημεν ἀληθεύουσαν τὴν σὴν πρότασιν, ὅτι ὁ πατὴρ μείζων τῇ φύσει, συναληθεύσει καὶ «τὸ τῇ φύσει δὲ οὐ πάντως μεῖζον»· οὐ γὰρ πᾶν, εἴ τι φύσει, τοῦτο

 κεκλῆσθαι κεκράτηκεν. ἔστι δὲ ἡ ἀγωγὴ τοῦ σωρείτου τοιαύτη· ἐρωτᾷ γὰρ ὁ σοφιζόμενος, «ἆρά γε πληρωθήσεται μέδιμνος παρὰ κόκκον ἕνα, καὶ κομήσει τις πα

 ἀλλοτρίοις συρίγμασιν ἕπεσθαι. «τὰ πρόβατα» γάρ φησι «τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει»· φωνῆς οὔτε τῆς προϊούσης ἀνάρθρως κατὰ ποιόν τινα ἦχον, ᾧ δὴ τὰ πρ

 τὰ θολερὰ ταῦτα ἠρύσατο νάματα· εἰ δὲ ἄλλο τι παρὰ ταύτην ἐφθέγξατο, αὐτὸς ἂν εἰδείη καὶ οἱ τοῖς ἐκείνου συγγράμμασιν ὁμιλήσαντες. οὐ μόνον δὲ ταῦτα ο

 ἐπισκιάσασαν» τῇ νηδύι τῆς παρθένου ἐπρέσβευεν, οὐδὲ τὸ Χριστὸς ὄνομα ὡς ἔδει ἡρμήνευε, τὸ διπλοῦν ὑποσημαῖνον τῆς φύσεως μετὰ τοῦ ἑνὸς προσώπου τῆς ὑ

 ἀντίθετος ἀρετὴ τῆς ζῳώδους ταύτης καὶ σωματικῆς μίξεως, καὶ δίχα τούτου μηδένα τὸν κύριον ὄψεσθαι ἀποφαίνεται. Εἶτα βουλόμενος συστῆσαι ὅπως τοῦτο μά

 διασείων αὐτὸ ὁσημέραι καὶ τῷ συνεχεῖ τῆς ἀσελγείας διασαλεύων τὸν τόνον αὐτοῦ καὶ κλόνον ἐντεῦθεν καὶ τρόμον ἐκείνῳ προσεπιτρίβων. Ταῦτα μὲν ὁ ἀπόστο

 θεὸν ἢ νοῦν τῇ δημιουργίᾳ τῶν ὄντων ἐπιστησάμενοι, οἱ δὲ τοῦτο μὲν οὐ συνεῖδον, τῆς δὲ ὑλικῆς ἀρχῆς ἥψαντο, αἰθέρας ἢ ἀέρας ἢ ἀτμίδας τῶν ὄντων αἰτιασ

 «Οἱ δὲ ἄτομα καὶ ἀμερῆ σώματα καὶ ὄγκους καὶ πόρους συνέχειν τὴν φύσιν τῶν ὁρατῶν ἐφαντάσθησαν». τίνες οὗτοι; Λεύκιππος καὶ ∆ημόκρι τος· οὗτοι γὰρ τὴν

 ἀντεμπλοκῶν ἀντερεί σεις καὶ ἀντιβάσεις ἐγένοντο, ἐκεῖναι δὴ καὶ σώματα ἀπεγέννησαν ἰσχυρότερα καὶ τῷ βραχεῖ χρόνῳ ἥκιστα δαπανώμενα· ὅσα δὲ πλαδαρῶς

 ἐν μὲν τῷ Ἄισματι θεολόγος ἐστίν, ἐν δὲ τῷ Ἐκκλησιαστῇ φυσιολόγος καὶ ἐν ταῖς Παροιμίαις παιδαγω γὸς ἀτεχνῶς ἐστι σωφρονιστής, τὸν δὲ «ἐν ἡμῖν παῖδα»,

 ἐπιτιθέασι τοῦ παντὸς καὶ ταῖς ἀνατολαῖς αὐτῶν καὶ ταῖς φαύσεσι, δύσεσί τε καὶ κρύψεσι καὶ πρός τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πρὸς ἀλλήλους, πρὸς α

 ψυχῇ. αὕτη τοιγαροῦν ἡ σοφία τὴν κτησαμένην φύσιν ὡς οἶκον οἰκοδομήσασα, ἵνα μὴ διολισθήσῃ τὸ οἰκο δόμημα, ἑπτὰ κύκλωσε στύλοις ὑπήρεισεν. εἶτα τί; «ἔ

 ποιήσασα ἡ σοφία, τοῖς «ἄφροσιν» ἐγκελεύεται «ἐκκλίνειν πρὸς» αὐτὴν καὶ τὸν μὲν «ἄρτον» αὐτῆς «ἐσθίειν», μεταλαμβάνειν δὲ τοῦ κεράσματος. «ἄφρονες» δ'

 ταῖς Πλατωνικαῖς ἐφόδοις καὶ ταῖς Ἀριστοτελικαῖς τεχνολογίαις πειθόμενοι, οἷς δὴ ἐξόχως Ἑλλήνων παῖδες προσμαρτυροῦσι τὴν ἐπιστημονικὴν φρόνησιν, ἀλλὰ

 ἐπιστημονικὴν σύνεσιν ταύτην οἰητέον καθ' ἣν «ἐν σοφίᾳ τὰ πάντα» ἐδημιούργησεν ὁ θεὸς καὶ «ἐν συνέσει ἐτάνυσεν οὐρανούς», ἢ τὴν πρώτην καὶ μόνην σοφία

 ............]τυπον, ὑπέρκοσμός τις κατάστασις, ταῖς νοεραῖς δυνάμεσι τὴν φύσιν κατάλληλος, ἑστὼς [............]ι, ἀεὶ ὢν καὶ διὰ τοῦτο αἰὼν κατωνομασμ

 με», καὶ αὖθις μετ' οὐ πολλά, «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με». τῇ μὲν κτίσει τὸ διὰ τί ἔκτισται πρόσκειται· «ἔκτισε γάρ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα α

 Kαὶ ζητεῖται εἰκότως τί τὸ ἀρχέτυπον κάλλος, ὅπως δὲ τοῦτο ἐμφαίνεται ἐν τοῖς πλάσμασι, νῦν μὲν εἰκονιζόμενον, νῦν δὲ κατ' οὐσίαν δεικνύμενον, καὶ πῶς

 ἐμφαντάζεται ἃ δὴ καὶ ἰδεῖν δεδύνηνται· οὐ γὰρ παρὰ τὴν τοῦ θείου φύσιν ἡ τῶν εἰκόνων ἐλάττωσις, ἀλλὰ παρὰ τὴν τῶν ὁρώντων ἀσθένειαν. ὁρᾷ δὲ ἄλλος ἄλλ

 ἰδιότητος· πατὴρ γὰρ καὶ υἱὸς καὶ πνεῦμα, καὶ αἱ ἰδιότητες ἀγεννησία καὶ γέννησις καὶ ἐκπόρευσις, ἡ δὲ θεότης μία· ἥ τε γὰρ ἐν τῷ πατρί, αὕτη καὶ ἐν <

 ἀνθρωπίνῃ οὐσίᾳ ἀτομωθείσῃ συνελη λυθυίας, οὐκ ἄλλο τι γέγονεν ἀπὸ τῆς ἀρρήτου ταύτης μίξεώς τε καὶ κράσεως, ἀλλὰ καὶ μετὰ τὴν ἕνωσιν αἱ φύσεις τὸ ἀσύ

 ἄνθρωπος, φησί, γέγονα τέλειος, μείνας θεὸς ὅπερ ἦν, οὕτω δὴ καὶ ἡ ἑνωθεῖσά μοι φύσις θεὸς γέγονε τέλειος, μείνασα σὰρξ ὅπερ ἦν. τοιοῦτον γὰρ τὸ καθ'

 πάντων θεῷ», τῷ πατρὶ «τοῦ μονογενοῦς υἱοῦ», κυριολογεῖται τὸ «κύριε» ἢ τῷ υἱῷ ἢ τῷ συντεταγμένῳ τούτοις πνεύματι. πρὸς τίνα δὲ ἡμεῖς ποτνιώμενοι τοῦτ

 οὐκ ἀνάλογος τοῖς πλημμελήμασιν ἡ μετάνοια, ἀλλὰ σύ, ὡς κύριος καὶ δυνάμενος ὅσα βούλει ποιεῖν καὶ νόμῳ μὴ ὑποκείμενος, τὴν δικαιοσύνην ἐλέῳ μοι κατακ

 καὶ πῶς ἐνώπιον αὐτοῦ τὴν πονηρίαν εἰργάσατο ὁ λάθρα ταύτην διαπραξάμενος καὶ τὸν Ἰσραηλίτην ἀδικήσας Οὐρίαν, οὗ τῇ γυναικὶ πεπλησίακεν. ἔτι δὲ βαθυτέ

 ῥοπήν· οὐρανία μὲν γὰρ ἡ ἀρετή, γεώδης δὲ ἡ κακία. ἐπεὶ οὖν ἐξὸν ἐκείνης ἔχεσθαι, ἀπωλίσθησε γῆ γεγονώς, ἤτοι σὰρξ ἀτεχνῶς πρὸς τὰ τῆς σαρκὸς πάθη κατ

 ἐκκοπείς. Τοιαύτη μὲν ἡ τοῦ διώκοντος πρωτολογία· σκόπει δὲ οἷα καὶ θεὸς ἀντιτίθησιν. οὔτε πατρῴας ἀπηλάθη γῆς, ὦ δικαστά, ὁ νῦν μου τὴν γραφὴν ταύτην

 15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»

 κεχώρηκε; ποίῳ δὲ βραχεῖ γῆς μορίῳ ὁ ἀπερίληπτος περιγέγραπται; ζητῶ δὲ μήποτε καὶ ὁ τόπος ἐναγὴς καὶ ἀνίερος, ἐν ᾧ δὴ «ὁ ἅγιος τοῦ Ἰσραὴλ» κατατέθειτ

 μήπω πρὸς τὸν πατέρα ἀναβέβηκα· ὅθεν οὐκ ἀσπάζομαί σου τὴν ἐπαφήν, οὐδὲ τὴν τῆς χειρός σου δέχομαι πρόσψαυσιν· κατὰ γὰρ τὴν σὴν ὑπόνοιαν οὐκέτι σοι πε

 δὲ ἐγγύς που τείνει τοῦ «ἀρκετὸν γὰρ τῷ σώματι ἡ κακία, τί δὲ δεῖ τῇ φλογὶ πλείονος τῆς ὕλης;» «Ταῦτα» φησί «τοῖς αἰνιγματισταῖς παρ' ἡμῶν, οὐχ ἑκόντω

 διὰ τῶν ἔργων πληρο φορία, ἀφ' ἧς ἡ ἀπερίεργος πίστις καὶ ἀπλανὴς πρόεισιν· «ἐν ὀνόματι» φησίν «Ἰησοῦ τοῦ Ναζωραίου ἔγειραι καὶ περιπάτει», καὶ τῷ λόγ

 τεχνολόγου ὄνομα ὡς ἀδιάβλη τον τέθεικε, τὸ δὲ τῆς ἀπιστίας καὶ τῆς αἱρέσεως ἀφῆκεν ἄρρητον (ποιήσειε, γάρ φησι, Χριστιανοὺς ἀνθ' ὧν νῦν ὀνομάζονται),

 πάντων θεός». Ἡ δὲ διπλῆ τῶν ῥητῶν τούτων ἐξήγησις αὐτάρκης ἐστὶν ἐν διῃρημένοις σκοποῖς, ἰδιώταις τε καὶ σοφοῖς, ὧν ὅποι τις ἑαυτὸν τάξει, κατάλληλον

 Κἀμὲ πολλάκις ἐτάραττε τὸ θεολογικὸν τοῦτο ῥητόν, περὶ οὗ συνετῶς ἠρ[ώτη]σας, ὅ[...... «καὶ λιμώξεις] ἐν τοσούτῳ πλούτῳ τῆς ἀγαθότη τος, δέον τὰ ἐναντ

 τὴν ἐνοῦσαν ἑκάστῳ ἔχειν ὠφέλειαν· τῷ μὲν γὰρ ἡδεῖ τῆς φράσεως ἡ βαθύτης [γλυ]καίνεται τοῦ νοήματος, τῷ δὲ μεγαλοπρεπεῖ τῶν ἐνθυμημάτων τὸ κομμωτικὸν

 ὄνομα, ἀλλὰ τῶν πρὸς ἄλλο πως ἐχόντων ἐστί, τοῦτο δ' ἔστι τὸ ἀρχόμενον· τὰ δὲ πρός τι ἅμα τῇ φύσει, ὥσθ' ἅμα ἀρχή τε καὶ τὰ ἀρχόμενα, ὡς ἐντεῦθεν συλλ

 καὶ τοῖς ἀμβλυώτ τουσιν ἀμαυραί πως αἱ ἡλιακαὶ δοκοῦσιν ἀκτῖνες, καὶ τὰ ἡμέτερα πάθη ἑτέρων μὴ πασχόντων κατηγορεῖται. ἡ μὲν οὖν ἁγία καὶ μακαρία τῷ ὄ

 προθέσεις καὶ συνδέσμους καὶ ὀνομάτων συζυγίας ἐκ περιττοῦ τῷ δοκεῖν κειμένας εὑρήσετε· ὃν δὴ καὶ ὁ μέγας ζηλώσας τῷ ἀμυθήτῳ κάλλει ὑπερεβάλετο. οὐ δι

 Πλὴν π[αρὰ τῶν] γραφῶν τὸ αὔταρκες μεμαρτύρηται τῷ θεῷ, καὶ εἴ τις τοῦτο πρὸς τὸ πλῆρες ὡς ὑπερδύναμον μεταμείψειεν (ἀντιστρέφει γὰρ ἑκάτερα τὰ ὀνόματ

 τρισὶν ἕν, αὐτὸ δὴ τοῦτο τῶν ἄλλων ἐστὶν ὡς αἴτιον. Εἰ μὲν οὖν δικαίως καὶ εὐθυβόλως διῃτήσαμεν τὰς ἐννοίας τῶν φιλο σόφων καὶ τὴν κρείττονα κεκρίκαμέ

 ἀπὸ τοῦ κατ' ἄμφω ἀιδίου, κατά τε οὐσίαν φημὶ καὶ ἐνέργειαν, εἰς τὸ κατ' ἄμφω μὴ ἀίδιον ὁ λόγος χωρήσει, οἷον εἰς τὸ γεννητὸν καὶ ῥευστόν, ὁποῖα τυγχά

 23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»

 Χαλδαίων πολυαρχία· ἣν δή, «ἵνα μικρόν τι κἀγὼ καυχήσωμαι», μόνος ἐπὶ τῶν καθ' ἡμᾶς χρόνων αὐτὴν ἠκρίβωσα. «οὐ κατὰ κύριον» μὲν οὖν, λελάληκα δὲ ὅμως,

 καὶ δύναται ἕκαστος, ταῦτα κοινὰ τῶν τριῶν ἐστι. διεστήκασιν οὖν ἡνωμένως, καὶ ἥνωνται διῃρημένως· ἀλλ' ᾧ μὲν διεστήκασιν, ἀριθμός ἐστι καὶ ὑπόστασις·

 ἔρωτος· φασὶ δὲ καὶ ἀρχικὸν ἥλιον ἀπὸ τῆς ἡλιακῆς πηγῆς καὶ ἀρχαγγελικόν· καὶ πηγὴν αἰσθήσεως, καὶ πηγαίαν κρίσιν, καὶ κεραύνιον πηγήν, καὶ πηγὴν διόπ

 δέχεται δὲ τὴν ταὐτότητα τῶν προσώπων οὐ δογματικῶς, ἀλλ' ὑποθετικῶς, ἵν' ἐντεῦθεν, ὡς ἄτοπόν τι συλλογισά μενος, ἀπελάσῃ μὲν τὸ ταὐτόν, εἰσαγάγῃ δὲ τ

 οὐσίαν. εἰ οὖν διαφέρει ὁ υἱὸς τοῦ πατρὸς κατά τι τῶν περὶ οὐσίαν, καινὸν οὐδέν· ἡ γὰρ ταὐτότης, ὡς καὶ αὐτὸς φαίνῃ προδιορισάμενος, κατὰ τὴν οὐσίαν ο

 ἀλλή λαις, ὅπερ οὐ δέδοται». αὕτη ἡ λύσις ἑτέρα παρὰ τὴν πρώτην ἐστίν· οὐ γὰρ βούλεται δεικνύειν, ὅτι οὐ τοὐτόν ἐστι θεὸς καὶ ἀγέννητον, ἀλλ' ὅτι, εἰ

 μὲν ἀπὸ σωμάτων γεννήσει τὴν ἀπὸ τοῦ ζωτικοῦ ἐμφυσήματος τιμὴν μετατέθεικε, τῇ δὲ ἐκ τοῦ βαπτίσματος δύο ταῦτα ἀπεκλήρωσε, σάρκωσιν καὶ τὸ κατ' ἐκείνη

 τῷ καθαρῷ ἐκείνῳ καὶ θεοειδεῖ ἐμφυσήματι· «ἐν ἁμαρτίαις» γάρ φησιν ὁ ∆αυίδ «ἐκίσσησέ με ἡ μήτηρ μου». ὁ δὲ καθ' ἡμᾶς γενόμενος λόγος τὴν μήτραν ὑποδὺς

 δόλος ἐν τῷ στόματι αὐτοῦ». οὗτος τοιγαροῦν τῷ ἀπαστράπτοντι τῆς καθαρᾶς αὐτοῦ φύσεως τὴν τοῦ βαπτίσματος χρείαν τετίμηκε. διὰ τοῦτον οὖν οἶμαι τὸν λό

 διάκοσμος, ὄπισθεν δὲ ὁ τελευταῖος δημιουργηθεὶς ἄνθρωπος. καὶ τῆς νοητῆς δὲ οὐσίας εἴ τις τὰ μέρη ἐκλάβοι, εὑρήσει καθ' ἕκαστον τὸ μέν τι ἔμπροσθεν,

 ὡς μαργαρίτας ἀπαιωρήσας, ἑτέρους δὲ ὡς λίθους «ἐγκολαψάμενος», ἵν' οἱ μὲν αὐτῶν κινοῖντο καὶ συμπεριάγοιντο, οἱ δὲ εἶεν ἐνδεδεμένοι καὶ ἀμετάστατοι;

 ἀμφοτέρω θεν εὑρήσεις τὴν θείαν σῳζομένην ἔννοιαν· ἔστι γάρ τις ἄνθρωπος ἐν Χριστῷ, μετεωρίζεταί τις καὶ ἐν Χριστῷ πρὸς οὐρανόν. ἐν Χριστῷ ἐστιν ὁ τὴν

 ἀνασπάσειεν. ἐπεὶ οὖν ἀμφότερα κατὰ λόγον ἐστί, διὰ ταῦτα ἀμφιγνοεῖ ὁ ἀπόστολος πότερον τοῦτο ἢ ἐκεῖνο γεγένητο, ὅτε μετεωρίσθη πρὸς οὐρανόν. Τέως γοῦ

 μέγαν τοῦτον θεατὴν καὶ μετέωρον ἄνθρωπον τῶν θειοτέρων τυχόντα καὶ ὑψηλοτέρων θεοφα νειῶν, ἐφ' αἷς δὴ νοῦς ἐνεργεῖ κατὰ κύκλον κινούμενος, ὥσπερ ἐκ π

 νοῦς παρακολουθεῖν δύναται, ὡς δύνασθαι νοεῖν ὅτι τοῖς ὑπὲρ φύσιν προσομιλεῖ, πότε δὲ ὅλον τὸ τῆς ψυχῆς ὄχημα, ὁ ἄνθρωπος, ἐκπυρούμενος πάντῃ ἑαυτοῦ ἐ

 ἀνεκαίνισεν. αὕτη δευτέρα λύσις τῆς τῶν οὐρανῶν διανοίξεως. ∆ιὰ τί δὲ ἀναβήσονται καὶ καταβήσονται οἱ τοῦ θεοῦ ἄγγελοι ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ὡς τ

 μιᾶς ἀρχῆς, τότε δὴ τὸν υἱὸν θεασαμένη τὸ ἡμέτερον περικείμενον καὶ τὴν κάτω φύσιν ὑπὲρ αὐτοὺς θέμενον καὶ προσθήκην μὴ δόντα ταῖς ὑποστάσεσιν, ἀλλὰ τ

 ἀλλὰ διὰ τὴν πρὸς τὸ σῶμα συνάφειαν ἐν τῷ κακῷ γέγονεν, οὐ παντάπασιν ἀπεσβεσμένην ἔχει τὴν πρὸς τὸ ἀγαθὸν ἐπανακτικὴν δύναμιν, ἀλλὰ τῆς ἐφ' ἑκάτερα μ

 οὐκ ἐπανέρχονται πρὸς τὸ φῶς; διότι ἔλαττον τὸ σκότος παρὰ τὸ φῶς πέφυκε καὶ παρὰ τὴν ἀρετὴν ἡ κακία. ἔλαττον δέ φημι κατὰ τὴν ἰδίαν οὐσ[ίαν] ἕκαστα κ

 θεασάμενος ἀμέσως τῷ νῷ τὴν ἀθανασίαν ταύτης ἐδέξατο, οὗτος πε πονθώς ἐστι καὶ τελούμενος, οὐχ ὅτι καὶ μανθάνων οὐ πέπονθε (πάθος γὰρ καὶ ἡ μάθησις),

 Ἀττικὴ ἡ σύνταξις, ὡς εἴ τις εἴποι «καὶ ἐφώτιζέ με τὰ μέσα διψῶντα», ἀλλ' ἐπὶ προσώπου νοητέον ὃ δὴ τέως παρῆκεν ἄρρητον. ἐφ' ἑκάσταις γὰρ ταῖς νοήσεσ

 τὰς κρείττονας, καὶ κατελιπάρουν τὸν τῆς θεωρίας ἄρχοντα κατὰ τὸν καιρὸν ἐκεῖνον προσαγαγεῖν μοι ταῖς ὑπερτέραις θέαις, ἐφ' ἃς δή με ὁ τῆς ψυχῆς ἔρως

 οὐκ ἀνθρώποις μόνοις συνέκλεισεν, ἀλλὰ καὶ πᾶσι τοῖς ζῴοις ὑφήπλωσεν, ἀφ' ἧς ἴδοι τις τὸν ἀράχνην αὐτομάτως διαρτῶντα τοὺς μίτους, καὶ τοὺς μὲν εἰς κύ

 εἴποιμι, ὅτι αἱ τῶν ὀνομάτων σημασίαι τὴν ἀμφιβολίαν ταύτην ἡμῖν ἐμπεποιήκασιν, ἐπεί, εἴ γέ τις ἐθέλοι σκοπεῖν αὐτὴν τὴν ἀλήθειαν, μείζων ἐνταῦθα τῆς

 ταῖς περὶ ἕκαστον τῶν διηγουμένων ἐμφάσεσι δεινῶς κατασείει τὸν ἀκροατήν. οὕτω τοιγαροῦν καὶ ὁ Ἰεζεκιὴλ καὶ ὁ ∆ανιὴλ καὶ ὁ τοῦ Ἀμὼς Ἡσαΐας καὶ ὁ συμπα

 ὑποθείη. «Ἐγένετο» φησίν «ὡς ἡ ἡμέρα αὕτη». παρ' ἡμῖν γὰρ ἡμέραι καὶ νύκτες τὸν ἐνιαυτὸν πληροῦσι καὶ διορίζουσιν, ἐπὶ δὲ τῆς ἄνω καὶ πρώτης ἀρχῆς ἡμέ

 αὑτὰ ἀσώματα πανταχῇ» πεφύκασιν εἶναι, τόπῳ μὴ περιγρα φόμενα. κἀντεῦθεν καὶ συλλογίσονται ὡς, ἐπεὶ καὶ ὁ διάβολος ἀσώματος πάντῃ, καὶ ἀπερίγραπτος· ε

 οὐρανῶν ῥυέντα, πῶς δὲ καὶ τὴν ὑπ' οὐρανὸν πᾶσαν ἐβάδισας; τί γάρ σοι καὶ τοῖς ἄστροις ἢ τῷ ἡλιακῷ φωτὶ ἢ ταῖς ἄλλαις ἐνταῦθα δυνάμεσι, μόλις που τῶν

 καὶ τὸ τῆς διακρίσεως ἐνεργεῖ χάρισμα, καὶ ὁ μὲν τοῦτο κτησάμενος κατ' εὐθὺ πρόεισιν, ὁ δ' ἑτέρως ἔχων ἄλλοσέ πῃ παρατέτρα πται, ἢ ὥσπερ ἐν τριόδῳ ἀπε

 ἡμῖν δὲ γενομένη μεμέρισται, οὐκ αὐτὴ διαστᾶσα καὶ μερισθεῖσα, ἀλλὰ τοῦ ὑποδεξαμένου αὐτὴν σώματος κατὰ τὴν οἰκείαν φύσιν μεριστῶς ἐκείνην λαβόντος, δ

 οὐδὲ τῷ διερρυηκότι σώματι ἀνεπιγνώστῳ γεγονότι παντάπασι διὰ τὴν τῶν χαρακτήρων διαφορὰν καὶ τὴν εἰς τὰ ὅλα τῶν ἐν μέρει στοιχείων ἀνάλυσιν. τὴν γάρ

 Ἐφραίμ, φησί, κραταίωσις τῆς κεφαλῆς μου· ἑρμηνεύκαμεν δὲ τὸν Ἐφραὶμ πλατυσμόν, ὅστις ἐστὶ κατὰ τὴν πίστιν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς ἄπτωτος ἐλπίς, ἥ

 μέτρῳ ἐπιστολῆς. ἀλλ' ἡμεῖς σοι τὸν δυνατὸν τρόπον οὐ πλατύτερον ἑρμηνεύοντες, ἀλλ' οἷον μεταφράζοντες ἐπὶ τὸ σαφέστερον, καὶ τὰ μὲν ἀλληγοροῦντες, τὰ

 τῆς πρώτης ἔχειν νομοθεσίας, τὰς δὲ ἐκβάσεις ἀπὸ τῆς δευτέρας λαμβάνειν, «πτέρυγες περιστερᾶς περιηργυρωμέναι», εἴρηται δὲ κατ' ἔλλειψιν τοῦ «κυκλώσου

 αὐτοῦ «στάθμια» ἐξακριβώσασθαι, οὐδὲ βιβλίοις τισὶν ἐντυχούσης, τὸ μέτρον τῶν δικαιωμάτων αὐτοῦ ἀναγγέλλουσι, διὰ ταῦτά φησιν, «ὅτι οὐκ ἔγνων γραμματε

 κύριος σαβαώθ· οὐ μὴ μείνῃ αὕτη ἡ βουλὴ οὐδὲ ἔσται, ἀλλ' ἡ κεφαλὴ Ἀρὰμ ∆αμασκός, καὶ ἡ κεφαλὴ ∆αμα σκοῦ Ῥαασίμ. ἀλλ' ἔτι ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐκ

 βασιλεύοντες τούτων, ὡς ἐκεῖθεν γενεαλογούμενοι, Ἐφραὶμ ὠνομάζοντο. Ταύτης οὖν τῆς ἀγγελίας διαχεθείσης εἰς Ἰσραήλ, ὅ τε Ἄχαζ τῶν οἰκείων ἐπιλέληστο λ

 λήψεται μὲν οὖν τις κἀντεῦθεν ἀρχὰς τοῦ ἀλληγορεῖν καὶ μετάγειν τὴν κατὰ τόπον ἱστορίαν ἐπὶ τὴν κατὰ νοῦν θεωρίαν, ἐγὼ δὲ οὐκ εἴωθα τὰ πολλὰ ταῖς τῶν

 ῥητὸν καὶ χρησμῷ ἐοικὸς ἄντικρυς· δεῖ δὲ πρῶτον θεῖναι τὴν ῥῆσιν ψιλήν, εἶθ' οὕτω τὴν λύσιν ἐπαγαγεῖν. «Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθι

 δὴ τὰς ἐμπαθεῖς ἡδονάς, ἵν' ἀντὶ πάσης ταλαιπωρίας ταύτας καρπούμενοι, ἁλώσιμοι ὦμεν τοῖς κύμασιν. ἐκπέμπει δὲ καὶ «ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατο

 καταπατηθήσονται· ἔσται δὲ κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῷ καταλειφθέντι τοῦ λαοῦ». ὁ μὲν γὰρ πρότερος στέφανος ἐκ τῆς ἀδοξίας ἐδέξ

 ἄλλα τῶν τοιούτων ὀνομάτων ἐστίν. Οὐ διαφόρως δὲ πρὸς ἀλλήλους περὶ τοῦ αὐτοῦ πράγματος ἐδόξασαν, ὥσπερ ᾠήθης, ὅ τε εὐαγγελιστὴς Ἰωάννης καὶ Παῦλος, ἡ

 καὶ τῆς καθαρᾶς κατὰ τὴν ἔννοιαν λευκότητος ἀποστίλβοντα· τηνικαῦτα γὰρ καὶ Μωυσῆς καὶ Ἠλίας μετ' αὐτοῦ παραγίνονται, τουτέστιν οἱ πνευματικώτεροι λόγ

 αἰσθήσεις ἢ αἱ ἐντολαὶ ἢ αἱ ἀρεταὶ ἢ οἱ λόγοι τῶν γεγονότων· σταυροῖ δὲ ταῦτα πάντα ὁ διάβολος, οὐκ ἐῶν αὐτὰ ἐν τοῖς παραδεξαμένοις αὐτὸν κατὰ φύσιν ἐ

 αἰτιῷτο τὸ περινενοημένον τῆς ἀλληγορίας, ἔχοιμι παραίτησιν εὐπρεπῆ καὶ ἀναχώρησιν ἕτοιμον τῶν ἑρμηνευσάντων ταῦτα πατέρων τὸ ἀπαραλόγιστον.

 πάντα θεὸς βουλόμενος δύναται, καὶ ὅτι τὸ ἀσώματον, μήτε μέγα μήτε μικρὸν τυγχάνον κατὰ τὸ μέγεθος, ὑπ' οὐδενὸς μὲν περιγράφεται, τῇ δὲ αὐτοῦ ἀμερείᾳ

 σχετικῶς, ἀλλὰ τὸ ὅλον ψιλὸν ἄνθρωπον εἶναι τὸ προεληλυθός, διὰ τοῦτο δὴ καὶ φυσικῶς «ἀνα λύεσθαι ὅθεν εἰς τὸ εἶναι προῆλθε»· κοινῶς γὰρ ἀμφότερα ἀπὸ

 ἐκείνων γὰρ ὁ μέν τις τύπον εἴρηκε τὸν ὄφιν Χριστοῦ, ὁ δὲ ἀντίτυπον. εἰ μὲν γάρ τις ἁπλῶς ἀποβλέψει πρὸς τὴν ἱστορίαν καὶ μὴ κατὰ μέρος διέλῃ μηδ' ὅπῃ

 καὶ συννεκροῖ τὰς ὑπ' αὐτὸν δυνάμεις» ἀριδηλότατα παρ ιστᾷ, ὡς ὁ μὲν ὄφις ἐπὶ σωτηρίᾳ μὲν τῶν ἀνομοιοειδῶν, ὀλέθρῳ δὲ τῶν ὁμοφυῶν ἐκρέματο ὄφεων, ὁ δὲ

 προσήρχετο καὶ περιπλέκειν ἔμελλε τὸν τὴν τοῦ σώματος ἐκπεφευγότα παχύτητα, ἀναστέλλει ταύτην τῆς ὁρμῆς, ὡς δὴ πρὸς τὸ κρεῖττον τὴν φύσιν μεταβαλών· «

 ἀμφότερα ἦν, οὕτω δὴ καὶ μετὰ τὴν ἀνάστασιν ἀθάνατον μὲν τὸ πρόσλημμα ἀπειργάσατο, τῶν μέντοι γε τῆς φύσεως ἰδίων οὐκ ἀπεστέρη σεν. Ἀλλὰ [τὸ μ]ὲν ἡμέτ

 ἀμφοτέρωθεν ἐπεστόμισμαι καὶ οὐκ ἔχω πῶς ἂν διαπαίξω «ἢ τὴν Ἀστάρτην ἢ τὸ Χαμὼς βδέλυγμα ἢ τοῦ ἄστρου τὸν τύπον» ἢ εἴ τι ἄλλο δῆμος ἄσοφος ἐπρέσβευε κ

 θεῶν παραλλάττοντα; εἰ γὰρ καὶ μέγα φρονεῖ Ἄρειος ἐπὶ τῷ παρ' ἐκείνῳ γεννήματί τε καὶ κτίσματι ὡς τῶν ἄλλων ὑπερανεστη κότι κτισμάτων, ἀλλ' ἴστω ὡς τὰ

 48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει

 φύσιν καὶ καταξιῶσαι τῶν θειοτέρων· ἡμεῖς δέ, μᾶλλον δὲ ἡμῶν ἔνιοι, μηδέν τι τοῦ μυστηρίου συνιέντες, οὐ συνανεληλύθασι τῷ κυρίῳ συγκαταβάντι, ἀλλ' ἐπ

 δικαστὴν ἐξιλεωσώμεθα, ἀπολοφυρόμενοι μὲν ἐφ' οἷς τῶν πρώτων καὶ ἀφθόνων διημαρτήκαμεν ἀγαθῶν, σπεύδοντες δὲ διὰ τῆς ἐνταῦθα καθάρ σεως πρὸς τὸν πατρῷ

 κοινῆς ὁμολογίας ἔχετε, τὸ δὲ ἀπὸ τῆς λογικῆς ἐφόδου εἰλήφατε. Πῶς δὲ σῶμα καὶ «ἀόριστον»; ἔστω γὰρ νῦν ταὐτὸν τῷ ἀορίστῳ τὸ ἄπειρον. «ἀναφὲς» δὲ πῶς

 δοῦναι πάντα ἃ αἰτοῦμεν σεβόμενοι. μάτην οὖν τοῦτο οἱ πρὸ ἡμῶν ἐσεβάσθησαν καὶ ἱλάσαντο καὶ εὐμενοῦς τυχεῖν ἤλπισαν, ὁπότε περιγραπτὸν ὂν περιγέγρα πτ

 Εἶτά φησιν· «εἰ γὰρ διὰ κενοῦ χωρήσει τοῦ παντός, καὶ πάντα οἰχήσεται ἡμῖν, ἵνα μερισθῇ θεός, καὶ σῶμα γενόμενος καὶ οὐκ ἔχων ὅσα πεποίηκε». τοῦτο δὲ

 νοῦν καὶ θεὸν ἀναιρῶν οἴεται τὸν κόσμον αὐτομάτως ἐξ ἀμερῶν συστῆναι σωμάτων· λέγει γὰρ ὄγκους τινὰς ἀμερεῖς τε καὶ ἀπαθεῖς, «οἷα τὰ ἐν ταῖς ἀκτῖσι δι

 μέσον ἂν εἶχε τὴν κίνησιν, εἰ δὲ πυρῶδες, ἀπὸ τοῦ μέσου· ἀλλὰ μὴν κυκλικῶς ὁρᾶται κινούμενον· ἄλλο ἄρα παρὰ τὰ στοιχεῖα καὶ πέμπτον ἐκείνοις συναριθμο

 φερομένοις ὁ φέρων», ἐπήγαγεν, «εἴ γε καὶ τοῦτο δώσουσι». ποῖον; τὸ ἄλλον οἴεσθαι τὸν κινοῦντα θεὸν παρὰ τὰ κατ' οὐρανὸν κινούμενα. ὡς γὰρ εἴρηκα, πολ

 γὰρ ἡλιακός ἐστιν, ὁ δὲ σεληνιακός. ἀλλὰ καὶ δαίμονες, φησί, μετασχηματι σθέντες εἰς λέοντα καὶ ἐν μέσαις νυξὶ φανέντες, ἐπειδὴ ἀλεκτρυόνος ᾄδοντος ἤκ

 τὴν δύναμιν, ἡ δὲ τρίτη κατὰ τὸν νοῦν, ἥτις καὶ πρώτη τοῖς ἀνιοῦσίν ἐστι καὶ πηγὴ λέγεται πηγῶν τῶν παρὰ τοῖς κόσμοις διῃρημένων. ταῦτα μὲν ἐκεῖνοι λη

 οἰόμενος εὑρεῖν τὸν θεόν, ἐπειδὴ τὸ σῶμα ἀνεῖλεν, ἀπ' αὐτῆς τῆς διαλεκτικῆς ἐπιστήμης ἐλέγχεται. ὁ γὰρ εὑρηκώς τι τῶν ὄντων σῶμα εἶναι ἢ ἀσώματον οὐκ

 τἆλλα τοῖς οἰκείοις καθυποβάλλων ὁρισμοῖς, τέλος καὶ τὸν θεὸν ὁριζόμενος, «ὃ μηδὲν τούτων ἐστὶν» εἴρηκας, εὔλογος ἄν σοι ὁ κατὰ ἀπόφασιν ὁρισμός. ἐπεὶ

 Θρυλλούμενόν ἐστιν ἀνὰ τὰς ἁπάντων γλώσσας τουτὶ τὸ ἐρώτημα, τὸ «ὁ χρόνος ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ;» ὃ δὴ καὶ τῷ θείῳ τούτῳ πατρὶ <πρὸ> τοὺς πάντα λύει

 ὅτι πολλὰ τῶν προβαλλομένων κατὰ τὴν τῆς ἀντιφάσεως δύναμιν ἄπορα ἑκατέρωθεν ἔχει, καὶ οὔτε ὁ φὰς περὶ αὐτῶν ἀληθεύσειεν οὔτε ὁ ἀποφάς. ἀλλ' εἰ μὲν πρ

 οὐχ ὁ νοητὸς κόσμος, ὥς τινες οἴονται· αἰώνιος γὰρ οὗτος, τὸ δ' αἰώνιον κατὰ μετοχὴν αἰῶνος αἰώνιον λέγεται, ὥστε ἄλλο ἐκεῖνος παρὰ τὸν αἰῶνα. ἀλλ' οὐ

 μετὰ τὴν περὶ τοῦ χρόνου ἀντίθεσιν, ἣν ἡμεῖς ἐν ἑτέρῳ λόγῳ διεξωδεύσαμεν ὡς ἱκανὸν ἦν καὶ ἐξωμαλίσαμεν, καὶ ταύτην προτείνει τὴν πρότασιν, ἥτις ἐφ' ἑκ

 ἀληθεύειν κατὰ πᾶσαν ἀνάγκην-εἰ οὕτως οἴει καὶ οὐδέν ἐστι τὸ διελέγχον τὴν ἀντιφατικὴν δύναμιν ὡς ἀξιωματικὴν καὶ αὐτόπιστον, τοῦ «νῦν ἐγὼ ψεύδομαι» ὡ

 τὸν θεολογοῦντα θεολογικῶς· καὶ ἐξὸν τὸ αὐτὸ πρόβλημα, λογικὸν ἴσως τυγχάνον, καὶ διαλεκτικῶς ἀνασκευάσαι καὶ φυσικῶς καὶ θεολογικῶς καὶ κατὰ τὰς ἄλλα

 τοιοῦτον προσῆγε πρόβλημα· ὁ υἱὸς ἑαυτῷ γεννωμένῳ παρῆν ἢ οὐ παρῆν; κρημνοὶ γὰρ ἑκατέρωθεν τῷ διλημμάτῳ τούτῳ διερρώγασιν. εἰ μὲν γὰρ ἐροῦμεν ὅτι παρῆ

 ἀποκεχώρηκεν ᾐσχυμμένος καὶ ἡττημένος, μόνος δὲ ὑπολέλειπται ὁ Ἀνόμοιος, ἴδωμεν ὅ τι καὶ φήσειεν ἰδιάζων ἐν τῷ καθ' ἑαυτὸν δόγματι. «Οὐ ταὐτόν, φησί,

 κατηγορεῖται, κατ' ἀγγέλων φημὶ καὶ νόων καὶ ψυχῶν, τὸ δὲ ἀγέννητον μόνου θεοῦ. «ὃ» τοίνυν «μόνου θεοῦ καὶ ἴδιον, τοῦτο οὐσία» θεοῦ. ἀλλὰ πῶς φατε κατ

 ὑποκρινομένην, παίγνιον ὑπάρξεως, εἴδωλον καὶ σκιὰν φεύγουσαν ἀεὶ καὶ εἰς τὸ μὴ ὂν ἀνατρέχουσαν. δός μοι τῆς ὕλης τὸν λόγον, καὶ τότε σοι κἀγὼ ἀντιδώσ

 τῆς νοερᾶς ἀποτέξεως· τότε καὶ οὐσίαν θεοῦ γνωρίσομεν, καὶ ὕπαρξιν καταλάβοιμεν, καὶ τὴν νοουμένην ἐν τῇ τριάδι ἑνότητα μαθησόμεθα. τοῦτο καὶ θεοῦ βασ

 ἐπὶ τῶν γεννήσεων· εἰ ἀτελὲς τὸ γεννᾶν τοῖς σώμασι, τέλειον τοῦτο ἐπὶ τῶν ἀσωμάτων ληπτέον. ἐγὼ δέ, προϊόντος τοῦ λόγου, καὶ ἐπί τινων τῶν σωμάτων τελ

 περατουμένων, ἐπὶ τῶν περιοριζομένων, ἐφ' ὧν αὕτη πρὸς τὸ τέλος ἀφορᾷ. οἷόν τί φημι, ἡ ἀπὸ τῶν ἄνω πρὸς τὸ κάτω τῆς βώλου κίνησις ἀτελής, ὅτι δεῖ πρὸς

 παύσεται, δηλονότι κατ' αὐτοὺς οὐδ' ἦρκται· ἀλλὰ μὴν καὶ ἦρκται καὶ οὐ παύσεται, οὐκ ἄρα ἦρκται κατ' αὐτοὺς τὸ παυ σόμενον». Ἡ μὲν οὖν ἀγωγὴ τοῦ λόγου

 ὅπερ δὴ ἡ σχέσις ἐστίν, ἥνπερ ἐξεῦρε μέσον τῶν ὀνομάτων, καὶ ἄλλην παρ' ἐκεῖνα αὖθις ἀφῆκε, καὶ ταῖς ἐκείνου χερσὶ κατὰ τῆς ἐκείνου ἐχρήσατο κεφαλῆς.

 λυσιτελεῖν τοῖς θεωρήμασι τὰς περὶ τούτων ἐννοίας. Τρία γὰρ ταῦτα δοκεῖ ἐφεξῆς ἀλλήλοις κεῖσθαι, οὐσία καὶ ἐνέργεια καὶ ἐνεργούμε νον. ἔστι δὲ τῆς ἐνε

 συνάφεια τοῦ θεοῦ, ὁπότε δὲ ἁπλοῦς ἦν καὶ ἀσώματος τῶν τοιούτων δογμάτων ὑπέρτερος ἦν. ἔδει γοῦν σε, διότι καὶ πάλαι τὴν σὴν ὑπεραναβέβηκε φύσιν, αὖθι

 κατεδέξατο· σὺ δὲ καὶ μᾶλλον ἀφορμὴν τοῦτο ὕβρεως εὕρηκας, ὥσπερ φρενίτης ἄρρωστος τὸν θεραπευτὴν καταιτιώμενος ἢ καὶ μαστίζων, ὅτι χειρίζεται τὰς πλη

 «καὶ γενόμενος ἄνθρωπος ὁ κάτω, θεός», ὡς ὄντος καὶ ἄνω ἀνθρώπου ἑτέρου. τοῦτο δὲ πολλοῖς λόγοις ἐλέγχεται. εἰ μὲν γὰρ περὶ τοῦ κοινοῦ ἀνθρώπου, σοῦ φ

 Γρηγόριος· περὶ γὰρ τοῦ κυριακοῦ σώματος λέγων ἐπάγει ταυτί· σῶμα τὸ τριχῇ διαστατὸν ἐν περιγραφῇ πέφυκεν, εἰ καὶ τῇ πρὸς τὸ θεῖον ἑνώσει τὸ ὑπερφυὲς

 τῶν παιδαγωγουμένων ψυχῶν ἢ κυβερνᾶν ταύ τας καὶ διιθύνειν καὶ ἀπὸ πελάγους πρὸς τὸν θεῖον ἀνάγειν πυρσόν, τἆλλά τε ὅσα δὴ ὁ μέγας ἀπόστολος ἀπαριθμησ

 σχημάτων ἀποδει κνύτω, καὶ οὗτος μὲν ὅπως τὰ ἄστρα στηρίζοιντο διερμηνευέτω καὶ τὴν κατὰ μῆκος ἐποχὴν τοῦ ἡλίου τρανούτω καὶ τὴν ἐντεῦθεν ἀναφαινομένη

 τεσσάρων τούτων στοιχείων συγκέκραται· γῆς μὲν γὰρ μετέχει διὰ τὴν στερρότητα καὶ τὸ μὴ συμπίπτειν, εἴ γε πειστέον Πλάτωνι λέγοντι, πυρὸς δὲ διὰ τὴν ἀ

 μετερρυθμίζοντο καὶ τῶν μὲν κοινῶν ἀπεσπού δαζον, μονώτατοι δ' ἐγίγνοντο τῷ θεῷ· οὕτω γοῦν καὶ παρ' ἀλλήλοις καὶ ἐν ἀλλήλοις ἔκειντο. Ὑμεῖς μὲν ἴσως ο

 ἃ δὴ πολλά εἰσιν, ἀλλ' οὗτος ἑαυτὸν νοεῖ, ἑαυτὸν δὲ νοῶν τὰ ὄντα νοεῖ, τὰ δὲ ὄντα πολλά· καὶ ὁ νοῦς ἄρα πολλά. εἰ δ' οὗτος πολλά, τί ἂν ἄλλο ὑπερβαίη

 καὶ τῷ ὄντι προσεικασθῆναι ἡμᾶς χρεών, εἶτα πρὸς αὐτὸ τὸ κεφάλαιον τοῦ καθ' ἡμᾶς δεσμοῦ τὸ ἓν ἐπαναδραμεῖν, καθ' ὃ δὴ μόνον μοῖρα τυγχάνομεν τοῦ θεοῦ.

 θεῖον ἀνήγαγε. τὴν μὲν γὰρ ἀκαταληψίαν τὸ θαῦμα, τοῦτο δὲ ὁ πόθος καὶ τοῦτον ἡ κάθαρσις καὶ ταύτην διαδεξαμένη ἡ θέωσις τὴν ἕνωσιν ἡμῖν τοῦ θεοῦ κατερ

 ἐπειδὰν δὲ αὐτῷ προσάξῃ τῷ κρείττονι καὶ μηδὲν μέσον ἡμῶν τε κἀκείνου γνῷ διατείχισμα, θεοὺς θαρρούντως ἀποκαλοίη, τοῦτο μὲν ὅτι καὶ τὴν γραφὴν οὕτως

 χειραγωγοῦντος· ἡμεῖς δὲ πῶς διαβησόμεθα, μηδενὶ χειραγωγῷ χρώμενοι; πάλιν οὖν τόλμα καὶ πάλιν νεανιεύματα. ἔγωγ' οὖν φημι μὴ κατὰ τὸ ἴσον μέτρον τῆς

 τοῦ θείου ἑστὼς καὶ μηδ' ὅσον «Ναδὰμ καὶ Ἀβιοὺδ» ἐπὶ τὸ τῆς θεοφανείας ὄρος ἀνεληλυθὼς μηδ' ὅσον «οἱ ἑβδομήκοντα πρεσ βύτεροι», ἀλλ' ὑπὸ τὴν ὑπώρειαν

 πεποίηκε τὰ θαυμάσια. τοιοῦτος γάρ ἐστιν ὁ τῆς ἀντιδόσεως λόγος, μετὰ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων ἀντιδιδομένων ἀλλήλαις ταῖς φύσεσιν. ὥσπερ γὰρ τὸ

 θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, ὥστε ὑψηλῶς εἴρηται καὶ μεγαλοπρεπῶς τῷ πατρὶ τὸ «ἐσταυρῶ σθαι τῆς δόξης τὸν κύριον». οὐ γάρ, ὥς τινες ᾠήθησαν, κατ

 καταπόσει αἰσθόμενος, εἰς τὴν θείαν φύσιν τὴν ἀντιτυπίαν ἀνήγαγε, καὶ ᾠήθη δι' αὐτὸ τοῦτο τὸ αἰσθέσθαι στερρότητος αὐτὸν καταπεπωκέναι τὸν ∆ία. καὶ ἦν

 τινα τῆς ἰδίας κτήσεως ἀπεμερίσαντο τῷ ἐφευρεῖν δυναμένῳ τὸ κεκρυμμένον, οὐδέν τι πρὸς αὐ τοὺς ἐγὼ διαφέρομαι· ἀλλ' ὧν μὲν ἐπηγγείλαντο ἑτέροις παραχω

 ἐσχεδιάσθησαν καὶ δόγματά τινα τῶν ἀποκρύφων καὶ δόξαι τῶν ἑτέρως οἰομένων περὶ τοῦ θείου ἢ Χριστιανοῖς δοκεῖ. καὶ πρῶ τόν γε περὶ τοῦ πρώτου διαληπτέ

 ζηλωτὸς ἐντεῦθεν τῆς συναριθμήσεως πέφυκεν, εἰ μὴ καὶ λόγους θεῖτο τῆς κράσεως καὶ ἐφ' ἑκάστῳ τῶν εἰρημένων τὸ διὰ τί ἀπο δοίη· «ἐγὼ» γάρ φησιν ὁ Πλάτ

 τοσοῦτον ὑμῖν ἔστω προεγνωσμένον, ὅτι τὸ «ὅτι» ἐνταῦθα εἰς κατασκευὴν ἑαυτοῦ προῆκται τῷ πατρὶ καὶ οὐκ ἔστιν ὑποφορά· τοῦτο δὲ πολλοὺς οἶμαι λανθάνειν

 μᾶλλον δὲ τοῦ ἡμίσεος μέρους αὐτῆς· τὸ γὰρ δυσχερέστερον οὐχ ἡρμήνευται. ὡς δέ με οἱ Ὀρφικοὶ λόγοι ἢ οἱ Πλατωνικοὶ διδάσκουσι καὶ ἡ περὶ ταύτης πραγμα

 αὐτός ἐστι ταύτης δημιουργός. ἴστε τοιγαροῦν ὅτι ἓν τῶν σημαινομένων ὑπὸ τῆς φύσεώς ἐστι καὶ τὸ ὁπωσοῦν τι πεφυκός· κατὰ τοῦτο γὰρ καὶ ψυχῆς φύσιν φαμ

 ἄνθρωπον ἀποθεωθῆναι ὁ κύριος ἐνηνθρώπηκεν. ἢ ὅτι «καινοτομοῦν ται φύσεις» εἰρηκὼς ἄνω καὶ δηλώσας ὃ ἐβούλετο, τὴν μείζονα καινοτο μίαν ὡς μᾶλλον θαυμ

 καττιτέρῳ καὶ μολίβδῳ νο θεύεται. εἰ μὲν οὖν οὕτως ταῖς τοιαύταις ὕλαις προσανεχώσθη, ὡς μηδ' ὁτιοῦν αὐτῇ φαίνεσθαι τοῦ χρυσοῦ, τῷ κολαστηρίῳ πυρὶ κατ

 ἐκόλασεν, οὕτως ἐκεῖθεν τῷ ἐξωτέρῳ παραδώσει πυρί, τουτέστι τῇ παντελεῖ τοῦ κακύνειν ἀδυναμίᾳ. ὥσπερ γὰρ ὁ θεὸς πηγή τέ ἐστιν ἀγαθότητος καὶ ταύτῃ συν

 ἐχθροῖς τοῦ θεοῦ, ἀλλ' εἰς ἔκπληξιν καὶ τοῦ μεγέθους ἔνδειξιν, οὐκ εἰς κόλασιν, ὡς ὁ λόγος ἐδήλωσε. Συγκρίνων οὖν ὁ μέγας τὸ μετὰ «τοῦ σκώληκος» πῦρ τ

 παρατηρήσῃς, κύριε, κύριε, τίς ὑποστήσεται;»), οὕτω δὴ καὶ ἐν τοῖς ἐκεῖθεν ἐπιτιμίοις· εἰ καὶ «πῦρ ἄσβεστον» ἀπειλεῖται καὶ «σκώληξ ἀκοίμη τος» καὶ «σ

 μεταποίησις· αἱ δὲ καθεξῆς ἐξηγήσεις αἵδε. βουλόμενος ὁ πατὴρ τὴν ἐν τοῖς εὐαγγελίοις τοῦ κυρίου ἑρμηνεῦσαι φωνήν, ἥτις ἐστὶν ὅτι «ὁ πατήρ μου μείζων

 καθέστηκε καὶ ὑποδεέστερα. οὐ διὰ τοῦτο δὲ φείδομαι τῆς τοῦ μείζονος φωνῆς μόνον, ἀλλ' ὅτι καὶ σὺ ὁ ἀκροα τὴς ἀμαθὴς εἶ περὶ τὴν τῶν ὀνομάτων προχείρι

 συντεταγμένην τὴν ὀνομασίαν ἀκούω· δείλης γάρ φασιν αἱ συγγραφαὶ πρωΐας καὶ δείλης ὀψίας. τί οὖν τὸ ἐφ' ἑκάτερον δειλινόν; δύο τοίνυν ταῦτα ὀνόματα ἐπ

 Εἴποιμι δ' ἂν αὐτὸς μηδὲ τὰς στερήσεις ἀμοίρους εἶναι θεοῦ, καὶ τούτων γὰρ ὑποστάτης θεός, ὅτι καὶ πάντων, ἵνα μὴ ὑπεκδράμῃ τὸν νοῦν· ὁ γὰρ νοῦς εἰδῶν

 κάτωθεν δὲ ἄνω προ ποδίζει καὶ προλαμβάνει; ἆρά γε αὐτόματος τούτων ἡ κίνησις; ἀλλ' ἡ τάξις πόθεν; ἀλλ' αὐτὰ τοῖς πᾶσιν ἐφέστηκε; καὶ ἡ κίνησις διὰ τί

 ἐν ὀργῇ αὐτοῦ»· καπνὸν νοήσεις καὶ τὴν τοῦ μυστηρίου πρὸ τῶν αἰώνων ἀφόρισιν, καὶ τὴν τοῦ Μωσαϊκοῦ νόμου παράδοσιν, καὶ ὅσα δέ δοκτο τῷ θεῷ ἐπὶ σωτηρί

 ὑγρὸν εἰς ἀτμοὺς διαλύοντος, εἶτα μεταποιηθῆναι τὴν ὕλην εἰς ἰδέαν πυρός, καὶ τότε ἐξαφθῆναι τὴν φλόγωσιν, οὕτω δὴ καὶ ἐπὶ τῆς τοῦ κυρίου κατὰ τοῦ πον

 φλογώσεως καὶ ὅλον τὸ ἐκεῖθεν ὑποδεχομένους πῦρ καὶ ἀκάθεκτον τὴν πρὸς τὰ ἄνω φορὰν ἔχοντας· τούτοις γοῦν πρώτοις τὸ θεῖον ἐνορᾶται φῶς, ἐφ' ὧν δὲ καὶ

 ἀπο[...35...]σ̣ίαι ἐπὶ τῆς θείας σπονδίας καὶ ζῳοθυσίαι τῷ ζωοποιῷ λόγῳ [...30... «στηθύ]νιον» μὲν ὁ ἱερεὺς καὶ «λοβὸν» ἐλάμβανεν «ἥπατος», τὰ δ' ἄλλα

 πολλάκις ἐγὼ τε θέαμαι τὰς ὀμφαλοτόμους περὶ τὰ τῶν βρεφῶν ποιούσας ἀρτίτοκα ἢ καὶ περὶ αὐτὴν τὴν λεχώ. ἐκεῖναι γάρ, ἐπειδὰν ἡ γεννησαμένη ἢ καὶ τὰ ἄρ

 μαθητῶν ὅτι Πέρσης ὁ προσιὼν αὐτῷ καὶ ὅτι δεῖ τὴν Περσίδα τούτῳ ἀφεῖναι φωνήν, ὅτι τε Μῆδος καὶ ὅτι δεῖ κατὰ Μήδους φθέγγεσθαι. τὸ μὲν οὖν ἀπὸ τῶν σχη

 ἀρρήτοις καὶ γράμμασιν ἀπορρήτοις ἐν ἱερατικοῖς πετάλοις ἑαυτοὺς καθαγιάζοντες, τὸ ὑπεστρωμένον φῶς ταῖς ἀσωμάτοις δυνάμεσιν ἐθεάσαντο. Ταῦτα δὴ Πορφύ

 «Ἐν ἀρχῇ» φησίν «ἦν ὁ λόγος». καὶ διὰ τί, ὦ θεολόγων ἀκρότης, μὴ καὶ τῷ πνεύματι ταύτην προσμαρτυρεῖς τὴν φωνήν; ἐν ἀρχῇ γὰρ ἦν καὶ τὸ πνεῦμα, ὅθεν πρ

 πατρὸς οὐκ ἀπέστη, οὐ διαστάσης αὐτοῦ τῆς φύ σεως οὐδὲ μῆκος εἰληφυίας καὶ πλάτος, ἀλλ' ἀμερίστως πανταχοῦ παρούσης καὶ πάντων περιδεδραγμένης καὶ ἐν

 αὐτῆς τῆς τοῦ πνεύματος φύσεως, μᾶλλον δὲ διαστεῖλαι τοῦ ὀνόματος τὰς ὁμωνυμίας, καὶ δεῖξαι κατὰ ποῖον τῶν σημαινομένων πνεῦμα προσειρῆσθαι δεῖ τὸν θε

 οὐσία τε ἀνούσιος καὶ ὕπαρξις ἴχνος οὐκ ἔχουσα γνώσεως, ἑνὰς ἑνοποιὸς ἑνάδων, καὶ ἀγαθὸν ἀμέθεκτόν τε ὁμοῦ καὶ κοινωνοῦν πᾶσι τῆς ἀγαθότητος. ὅ τι γοῦ

 κατονομάζοντα, τὸ δὲ ψυχήν, τὸ δὲ πνεῦμα· καὶ σῶμα μὲν «ὁ χοϊκὸς ἄνθρωπος», ψυχὴ ἡ τὸ σῶμα ὑπερβεβηκυῖα, μηκέτι δὲ νοερῶς ἐνοπτριζομένη τὸν κύριον, πν

 Καὶ μὴν οὗτός ἐστιν ὁ τὴν κάμινον τοῖς τρισὶ δροσίσας παισὶ καὶ τὸ πῦρ ἀποσβεννὺς τῶν παθῶν καὶ συνιστῶν τὴν φύσιν καὶ διασῴζων τὴν τῶν γεγενημένων ὁλ

 ἡμῖν ἐβαπτίσατο· οὐ γὰρ αὐτὸς ἐδεῖτο καθάρσεως «ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἀλλ' ἡμεῖς, δι' οὓς ἅπαντα ἐκείνῳ συνετετέλεστο. δεῖ δὲ οὕτως ἀναγιν

 γεύοιτο τῆς ἡδύτητος τῶν χυμῶν καὶ τῶν μαλακῶν ἅπτοιτο, δύο τοῖς τρισὶ διεμέρισεν, ὀφθαλμὸν μὲν καὶ οὖς δοὺς τῷ θεῷ, τὰ δὲ τρία τῷ κόσμῳ καὶ τῇ σκηνῇ.

 κόφινοι. ἐχρῆν δὲ ἴσως ἀφέμενον αὐτὸν τούτων τῶν ἀριθμῶν τὴν δευτέραν παρεισαγαγεῖν ἑστίασιν ἐν ᾗ δὶς ὁ ἑπτὰ παρείληπται. ἐμοὶ γοῦν οὐκ ἐλάχιστον τοῦ

 ἔλλειψιν τοῦ σίγμα λεγο μένη, ἐπεὶ σεπτὰς ὡς ἀληθῶς ἐστιν, οἷον σεβασμία τις οὖσα καὶ τῷ φωτὶ κοσμουμένη τῆς καθαρότητος. διὰ ταῦτα ἰσάριθμον ταύτῃ κα

 εἶναι καὶ τὸν πατέρα καὶ ἑαυτὸν ἀποφαίνεται; τί δ' ἂν ἔτι καὶ ἐργάσαιτο ὁ πατὴρ ἢ συνεργάσαιτο ὁ υἱός, ἀγγέλων γεγενημένων καὶ πάσης τῆς ἄνω διακοσμήσ

 ἑτέρα δέ, ὅτι τὰ πάντα πεποιηκὼς ὁ θεὸς τοῖς μὲν ἀγήρω τὴν φύσιν καὶ διαιωνίζουσαν ὥσπερ ἐποίησε, τοῖς δὲ χρόνον ὥρισε τῆς ὑπάρξεως· ἵνα δὲ μὴ τὸ γενό

 γενέσεις ἐργάζεται. καὶ μή τις ἐπιφυέσθω ἐριστικῶς, ὅτι οὗτος ὁ λόγος συναΐδια τῷ θεῷ ποιεῖ τὰ ποιήματα· ἐγὼ γὰρ καὶ τούτοις οὐκ χρόνου τὴν γένεσιν δί

 κἀκεῖνος ἐτρέφετο τῶν μαθητῶν τρεφομένων καὶ στηριζομένων τῷ λόγῳ), περὶ μὲν τῆς παχυτέρας τροφῆς οὐδένα λόγον ποιεῖται, ὡς μηδεμίαν χώραν ἐχούσης ἐν

 αὐτοῦ», ὡς τότε μὴ καταλαβόντες ὅσον ἐστὶ τὸ ὁρώμενον. μεταλήψονται δὲ καὶ ἄρτου οὐ σωματικοῦ τε καὶ ῥέοντος, ὣς δὲ καὶ οἴνου οὐκ ἐξ ἀμπέλου πηγάζοντο

 τῆς θεότητος ἀποσαρκωθείσης, ὥστε τῆς οἰκείας ἐκστῆναι φύσεως, οὔτε τῆς ἀνθρωπότητος οὕτως ἀποθεωθείσης, ὡς ἐκστῆναι τῆς ἰδιότητος. ἀλλ' ὅ τε λόγος «σ

 γενόμενος, λανθανόντως κάτεισι καὶ πρὸς ἑσπέραν χωρῇ. Τοιαύτη τις ἦν καὶ ἡ τοῦ νοητοῦ ἡλίου κατὰ τὴν τοῦ σώματος αὔξησιν τῆς χάριτος προκοπή. ἀλλ' ὁ μ

 82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».

 διπλῆν τινα λέγει τὴν ὁμοιότητα, τὴν μὲν τὸ παρηλλαγμένον ἔχουσαν, τὴν δὲ κατὰ τὸ αὐτὸ ἱσταμένην· τὰς γὰρ ἀπὸ τοῦ πρωτοτύπου προελθού σας εἰκόνας πρός

 προκαταρξάντων, τῶν περὶ αὐτὰ ἐλέγχων φείδομαι· οὐ γὰρ δὴ σμικρολογήσομαι περὶ ἅ τινες ἀπὸ εὐσεβοῦς γνώμης οὐ πάνυ εὐσεβῶς καταγίνονται. 83 Πρὸς τοὺς

 ψυχῆς, διὰ τοῦτο τοῖς μὲν πρώτοις παρρησιάζεται, τοῖς δὲ δευτέροις παροιμιάζε ται. Τὰ μὲν οὖν τῆς παρρησίας πολλὰ καὶ δῆλα καὶ τοῖς πρὸς τὸ φαινόμενον

 κὸς νόμοις συγκαταβαίνοντι ἀφεθήσεται τὸ ἁμάρτημα καὶ συγγνώμων αὐτῷ ὁ θεὸς ἔσται, πρὸς τὸ φαινόμενον καταπίπτοντι καὶ διὰ τὴν σάρκα τοῖς τῆς σαρκὸς π

 κἂν ὑπεξέλῃς τὸν ὄντα, οὐδεμίαν τῇ φύσει εὐρυχωρίαν δέδωκας. ᾧ οὖν οὐ περιγράφεται, τούτῳ οὐδὲ πεπέρασται. ἄπειρον οὖν πάντῃ τὸ θεῖον· οὐχ ὡς ἀριθμός,

 πεπερασμένον διαφερόντως ἐδόξασαν, πῶς πάντῃ ληπτὸν τὸ ἄπειρον τοῦ θεοῦ; ἆρα γὰρ οὐχὶ πρὸς τοῦτο ταῖς νενομισμέναις ἐφόδοις χρησαίμεθα πρὸς κατάληψιν

 Εἰ γοῦν οὕτω ταῦτα, καὶ τοῦ θείου καθαρῶς ἀσωμάτου τυγχάνοντος καὶ πάντῃ ἑαυτῷ ὁμοίου καὶ ἀμεροῦς, πῶς χώραν ἔχει τὸ δυσθεώρητον; ἢ γὰρ ἄν, ἀνεκφοίτητ

 ∆οκεῖ μὲν οὕτως κατὰ τὸ τυχὸν προσερρῖφθαι τῷ μεγάλῳ πατρί, ὅτι «τὸ» μὲν «ἦν καὶ ἔσται τμήματα» τυγχάνει «χρόνου τοῦ καθ' ἡμᾶς», τὸ δὲ εἶναι οὐ τῇ ἡμε

 ὑπεραιώνιον, ἵνα τρίτον τὸ αἰώνιον μετ' ἐκεῖνον ποιήσωμεν. Οὕτω μὲν οὖν τὸ εἶναι ἀποτέτακται τῷ θεῷ· οὐκ ἀποκεκλήρωται δὲ τοῦτο ἡμῖν, ἀλλὰ τὰ πέριξ τμ

 ἐπήνεγκεν; ἀλλ' οὐ τὸ τῶν πολλῶν πέπονθεν, οἳ μὴ ἔχοντες ἴδιον κριτήριον τῆς οἰκείας ψυχῆς μηδὲ τὰ τῶν ἄλλων δοκιμάζειν ἰσχύοντες, γεννᾶν τε καὶ ἀφ' ἑ

 «οἷόν τι χρονικόν» φησί «κίνημα καὶ διάστημα». τούτου δὲ τοῦ αἰῶνος τὴν ἔννοιαν οὐ σαφῆ πάνυ ἡμεῖς κεκτήμεθα, ὅτι μηδὲ οὕτως ἐζήσαμεν πώποτε μηδὲ τὴν

 ὑπεραπολογούμενος, ὡς ἐκ τῶν Ἀριστοτέλους δογμάτων ὁ λόγος αὐτῷ προσεπορίσθη, οὐδ' οὕτως ἂν ἡ πρὸς τοῦτον σωθείη αἰδώς. ὁ μὲν γὰρ Ἀριστοτέλης μέχρι τῶ

 Ἀριστοτέλης ἐντελεχείας; ἐπιστρέφεται γοῦν τὰ καθ' αὑτὰ ἀσώματα· ἀλλὰ καὶ τούτων τὰ μὲν πρὸς ἑαυτὰ ἐπιστρέφει, τὰ δὲ πρὸς ἑαυτὰ καὶ πρὸς ἄλλο. πρὸς μὲ

 πάντα ἐν τῷ πρὸ τῶν πάντων ἑνὶ τυγχάνοντα ὕστερον προ ώδευσάν τε καὶ διεκρίθη· ἡ γὰρ ἀπὸ τοῦ ἑνὸς πρόοδος διάκρισίς τέ ἐστι τῶν ἐν τῷ ἑνὶ τυγχανόντων

 τοῦ σώματος ἡ ψυχή (μὴ γὰρ οὕτω μανείην), ἀλλ' ὅτι ἐν τῇ πρώτῃ ἀπογεννήσει μετὰ τοῦ σώματος ἔχει τὴν σύστασιν· εἶθ' οὕτως ἐκείνου διαλυθέντος τὴν χωρι

 εὐεργέτην ἐδόξαζε. πρώτη γὰρ τῆς εὐεργεσίας ᾐσθάνετο, ἀμέσως παρὰ τοῦ θεοῦ γενομένη καὶ μὴ δι' ἄλλου τινὸς ἀναγομένη πρὸς τὸν ποιήσαντα. ὅθεν ὁρῶσα το

 ἰσόρροπα. Ὅτε γοῦν πρὸς τὸ τῆς ψυχῆς ἑώρα ἀξίωμα, καὶ ὅτι ἐν εἰκόνι ἐδημιουρ γήθη τοῦ πλάσαντος καὶ θείου μετείληχεν ἐμφυσήματος καὶ πᾶσα τούτῳ κτίσις

 λόγῳ καὶ τὰ μήπω γεγονότα ἐν μέρει τῶν γιγνομένων ἢ γεγονότων ἐτύγχανε τῷ θεῷ. τοίνυν οὐκ ἐπὶ τοῦ Ἀδὰμ μόνου εἴρηται τῷ πατρὶ τὸ «ζῷον ἐνταῦθα οἰκονομ

 οὐδὲ ῥοπαὶ πρὸς τὰ σώματα· «συνέκλεισε γὰρ ὁ θεός», ἵν' ἄλλον τρόπον αὐτὸς εἴποιμι παρ' ὃν ᾐνίξατο ὁ ἐν τῷ Ἰὼβ λόγος, ἐνταῦθα μὲν δοκιμασίαν καὶ πύρωσ

 προϊοῦσαι καὶ ἑνάδες καλούμεναι· μετὰ δὲ ταύτας ὁ ἑνιαῖος νοῦς, ἐφ' ὃν ἐκεῖναι συμπερατοῦνται· εἶτα μερι κοί τινες νόες· ὑφ' οὓς αἱ ψυχαί· εἶτα φύσεις

 οὐδὲ τοῖς «ἑβδομήκοντα πρεσβυτέροις» συνηριθμήθη μεν οὐδὲ «τῇ γερουσίᾳ» συγκατελέγημεν, ἀλλὰ πόρρω που μετὰ τοῦ πλή θους ἵστασθαι κατεκρίθημεν. καίτοι

 παρὰ τοῦ κρείττονος πάσχομεν. Καί μοι συγχωρήσατε μεθ' ὑποδειγμάτων παραστῆσαι τὸν λόγον. ἔστω γάρ μοί τις ἀνιέναι μέλλων πρὸς ἥλιον καὶ ταῖς ἐκεῖθεν

 ξύλον τῆς γνώσεως καὶ τὸ ξύλον τῆς ζωῆς; δεύτερον δέ, εἰ τὸ τῆς σοφίας ξύλον οὐδὲν ἕτερόν ἐστιν ἢ διάκρισις ἀγαθοῦ καὶ κακοῦ, πῶς καὶ τὸ ξύλον τῆς γνώ

 τοῦ τῆς ζωῆς ἀπογεύσασθαι ξύλου καὶ αὐτῷ καθαρῶς προσομιλεῖν τῷ θεῷ. διὰ τοῦτο γὰρ ἀμφότερα ἐπὶ μέσου τοῦ παραδείσου πεφυτευμένα ἐτύγχανον, ὅτι τῇ ἀκρ

 καὶ πολλοὶ ἀνθ' ἑνός ἐσμεν. διὰ τοῦτο καὶ ὁ Ἀδὰμ εἷς μὲν πρὸ τῆς παρακοῆς, μετὰ δὲ τὴν παρ ακοὴν ἐμερίσθη εἰς πλῆθος αὐτῷ τὸ ἕν. Ἐβουλόμην καὶ πλείονα

 προσκυνούμενοι, συνανιόντες καὶ συντεμνόμενοι; Τί οὖν; οὐκ οἴει ἐπὶ τούτοις τὸν καθ' ἡμᾶς Ἡρώδην μανῆναι καὶ ἐπαναστῆναι σφοδρῶς, εἴ πως εὕρῃ τὸν γενν

 τῷ κλύδωνι βαπτι ζόμενοι, εἰ μὴ καὶ μᾶλλον, ἤν πού τις ἐν ἡμῖν λογισμός, Πέτρος μὲν ὀνο μαζόμενος διὰ τὴν στερρότητα, μὴ πάντῃ δὲ τῆς ὕλης ἔξω γενόμεν

 τοῦ υἱοῦ, καὶ οἶμαι τοῦτο τῶν λίαν δυσκατανοήτων εἶναι, καίτοι τοῖς ἐξηγησαμένοις τὸ χωρίον οὐχ οὕτως ἔδοξεν, ὅτι μὴ ἀποδει κτικαῖς μεθόδοις προσωμιλή

 ὁ ἐν ἐκείναις λόγος πρὸς τὸν ἐνταῦθα λόγον, οὕτω καὶ οἱ ὅροι διάφοροι. ἐκεῖ γὰρ ὅρος λέγεται τὸ αἴτιον τοῦ αἰτιατοῦ, ὅτι ὁ τὸ αἰτιατὸν ὁρίσασθαι μέλλω

 με καιρὸν ἀναμείνατε· λογικὴν γὰρ ἀναθέμενος τὴν σκευὴν ἐμαυτῷ, τὸν ὑπὲρ Πλάτωνος πρὸς ὑμᾶς αἱρήσομαι πόλεμον. ἐγὼ δὲ τοῦτ' ἂν φαίην διατεινόμενος, ὡς

 δευτέρου κώλου οὐ παρέλκον ἐστίν, εἴρηται δὲ τῷ μεγάλῳ, ἵν' ὑγιὴς αὐτῷ ἡ ἁρμονία τοῦ λόγου γένηται· οὐ γὰρ ἔδει τὸν ῥήτορα περιττοσυλλαβεῖν ἐν τῷ ἐφεξ

 ὑγρῶν καὶ πνευμάτων συγκείμενον, καθάπερ δὴ φύσις ἐστὶ τοῖς ἐμψύχοις σώμασι, τῶν γοῦν ὀστέων ἐξαιρουμένων εἰς βρῶσιν ὑπέκειτο τοῖς ἐν Αἰγύπτῳ τελοῦσι

 ἐπιβλητέον τὴν ἐφάπτουσαν δύναμιν τῆς ψυχῆς τὴν ὑπὲρ λόγον καὶ ἔννοιαν. Ἁψώμεθα οὖν τῶν ὤτων τοῦ θείου ἀμνοῦ, πνευματικῶς ἀκούοντες τὸ σεσαρκῶσθαι καὶ

 δὴ πονηρός ἐστι λογισμός, δεκτικὸς ἐντεῦθεν ἀκαθαρσίας γενόμενος καὶ καχεκτικὴν τὴν ψυχὴν ἐργαζόμενος. Τὸ δὲ ἧπαρ μετὰ τῶν σιμῶν καὶ κυρτῶν φάγωμεν με

 ἐπεὶ γὰρ οἱ περὶ Σιμμίαν καὶ Κέβητα ἄλλως περὶ ταύτης ἐδόξαζον, ἁρμονίαν τινὰ θέμενοι καὶ τοῖς σώμασιν ἀπολιμπάνοντες, οὗτος δὲ τὸν τῆς ἁρμονίας λόγον

 πεποίηκεν ἀρετήν. ἐπεὶ δὲ τὴν τῆς ψυχῆς τούτου ἐνέργειαν ἐδέ σμησεν ἀσφαλῶς, ὥστε καὶ λελυμένον μὴ δύνασθαί τι ποιεῖν τῶν πρὸς ἀρετὴν ἡκόντων, καὶ «χο

 γεγονότες καθηγιάσθημεν. ἢ ἀνθρώπινον νοήσεις θεοῦ τὸ τοπικῶς ὁμοῦ καὶ χρονικῶς πρὸς τὴν ἡμετέραν ἀνεληλυθέναι φύσιν καὶ διὰ τῶν αὐτῶν ἡμῖν ἰδιωμάτων

 «τὴν ὥραν οὔτε τὴν ἡμέραν» τῆς τοῦ κυρίου παρουσίας, καὶ διὰ ταῦτα γρηγορήσωμεν, ἵνα μὴ ῥαθυμοῦσιν ἡμῖν ἐπιστὰς ὀνειδίσῃ τὸν ὕπνον. καὶ ἐὰν εἴπῃ ὁ κακ

 ἐξανθεῖ καὶ πρὸς ἑσπέραν σοι ὁ βίος ὁρᾷ, ἐπεὶ οὐκ οἶδας ποίᾳ ὥρᾳ ὁ κύριος ἔρχεται. Ἔοικε γὰρ ὁ ἀφωρισμένος ἑκάστῳ βίος ἡμερησίῳ διαστήματι, ἐν δώδεκα

 τόπον». τοιοῦτον οὖν καὶ τὸν πονηρὸν δοῦλον εὑρηκώς, θάνατον αὐτοῦ καταψηφιεῖται, ὅπερ ἄντικρυς διχοτομία ἐστί· τὸ γὰρ ἰδίᾳ μὲν τὴν ψυχὴν γενέσθαι, ἰδ

 καὶ «ἀποστάτης». καὶ εἰ μὲν ἁπλῶς δράκοντα τὸ θηρίον νοήσομεν, ὡς ἀκούομεν, οὐδέν τι τῶν λεγομένων ἀλληγορήσομεν, ἀλλὰ καὶ τὴν θάλασσαν καὶ τὰ πλοῖα κ

 νενέκρωμαι, ἀλλ' ἐλλάμπεσθαι, ὅτι μέσος ὑμῶν «Ἀαρὼν» ἀνέστηκα, ὃ δὴ καὶ λαμπροτάτη πανήγυρις πέφυκε. «καὶ ἀλλήλους περιπτυξώμεθα». τοῦτο δὲ καὶ μᾶλλον

 φθέγγεσθαι, τυθῆναι Χριστῷ καὶ οὕτως σφαγιάσαι πνευ ματικῶς τὸν μυσταγωγούμενον καὶ θῦσαι θεῷ. «χθές» φησίν «ἐσφάττετο ὁ ἀμνός, καὶ ἐχρίοντο αἱ φλιαί»

 τεθέαται ὁ μακάριος, καταχαρίζεσθαι δὲ αὐτῷ ὡς οὐ πεπλασμένην τὴν τοιαύτην ἐμφάνειαν. ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἂν προσμαρτυρήσαιμι τῷ ἀνδρί, τὰ δὲ πολλῷ τ

 ἀντιλέγειν ἔχοι ὡς λογικῶς εἰρημένοις, ἐπὶ τὴν θείαν ταύτην τῆς προφητείας ἐκφαντορίαν τὸν οἰκεῖον λόγον ἀνήγαγε, καὶ κατὰ ζῆλον προφητικὸν πλασάμενος

 ὑπανοιγόμενον, ὡς μήτε τὴν ἐμὴν γλῶτταν πρὸς τὴν κατὰ μέρος ἀναγωγὴν ἐν βραχεῖ ἐξαρκεῖν μήτε τὴν ὑμετέραν χεῖρα πρὸς τὴν τῶν ὑπηγορευμένων γραφήν, ἐντ

 ἑαυτοῦ ψυχὴν ἐργαζόμενος. παράδειγμα γὰρ ἑαυτὸν ὁ θεὸς τῷ κόσμῳ παντὶ ἐδωρήσατο, τοῦτο μὲν καὶ ἐν τῷ πρώτῳ κάλλει ἑστώς, τοῦτο δὲ καὶ τῇ μιᾷ τῶν ὑποστ

 105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .

 τῶν ἄλλων προσαπορεῖν δεῖ· ἀλλ' ἵνα μὴ πάντῃ καταδεσμήσαντες ὑμᾶς τοῖς ἀπὸ τῶν λόγων ἅμμασιν οὐδὲν ἧττον καὶ καταναγκάζωμεν ἐν ταῖς λύσεσι, πρῶτόν γε

 μᾶλλον δὲ μηδὲ συγκριτικῶς τοῦτον πρὸς ταῦτα λέγοιμεν, ἀλλ' ἀσχέτως καὶ ἀπολύ τως. ὣς δὲ καὶ τὸ πνεῦμα οὐκ ἄναρχον· πρόεισι γὰρ καὶ τοῦτο ἐκ τοῦ πατρό

 τὸν Ζαρ[ὰν] γεν νησαμένη, τὸν μὲν εἰς τύπον τῆς Ἰουδαϊκῆς πληθύος, τὸν δὲ εἰς σύμβολον τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ἐν ἀπορρήτοις λ[όγοις] προβάλλεται. τοῖ

 περὶ τοῦ Ἰὼβ δὲ συγγραφὴ οὐκ ἐλάχιστον μέρος τοῦ γράμματος. προσκείσθω τούτοις καὶ ἡ τοῦ Σιρὰχ βίβλος. περὶ γάρ τοι τῆς Λεπτῆς καλουμένης γενέσεως καὶ

 λόγοις οὕτω πώς φησι (οὐ γὰρ δὴ τῶν λόγων αὐτῶν μέμνημαι), ὅτι ὁ νοῦς οὐ πᾶσιν ἀνθρώποις ἐνοικίζεται, ἀλλ' οἵ γε προσαρώσαντες ἑαυτοὺς δεκτικὰς τὰς οἰ

 κλιμάτων, τοῖς δὲ πλάγιος, ἡμῖν δὲ τοῖς βορείοις λοξός, τέμνων διχῇ τὸν ἰσημερινόν. τῶν μὲν γὰρ τροπικῶν ἑκατέρων καθ' ἓν σημεῖον ἅπτεται, τὸν δὲ ἰσημ

 «ὁ μὲν οὖν ἡμέτερος» φησί «λόγος ὥσπερ ἵππου καὶ βοὸς καὶ ἀνθρώπου καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος εἷς λόγος ἐστί· καὶ ὃ μὲν ἂν μετέχῃ τοῦ λόγου, το

 θεόν· εἰ δὲ μή, κατατάττειν μετὰ τῆς κτίσεως. ἡμῖν γὰρ μία θεότης τὸ σεβόμενον, ἣν δὴ καὶ οὐσίαν καὶ φύσιν καὶ μορφὴν οἱ θεῖοι πατέρες κατωνόμασαν, ἄτ

 Τὰ γὰρ ἀπὸ τῆς τῶν φαινομένων γνώσεως ἄχρι τῶν νοουμένων ἀτελῆ σάββατα καὶ «σάββατα σαββάτων» καὶ παροικίαι καὶ κατοικίαι καὶ περι τομαὶ τῶν περιττῶν

 καὶ «σμαράγδων» καὶ «ἀνθράκων» καὶ «σαπφείρων» καὶ «βηρυλλίων» καὶ «ὀνύχων»· καὶ ἦν συγκείμενον ἀεὶ τῇ ἐπωμίδι τὸ λογεῖον, οἷον ἐπιστήθιον ἱερατικόν,

 110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν

 «γνόφος», εἰς ὃν «εἰσῆλθεν, οὗ ἦν ὁ θεός», ἡ ἀειδής ἐστι καὶ ἀόρατος τῶν ὑπὲρ φύσιν διατριβή· ἐν ᾧ τὸ ἀρχέτυπον κατὰ μίμησιν ἀποτυποῦται ὁ εἰσεληλυθὼς

 σωμάτων, ἀλλὰ τὸ ἐν τοῖς ὑπ' αὐτὸ ἀτόμοις πραγματικῶς ὑφιστάμενον· ἰδιαζόντως δὲ τῷ καθ' ἡμᾶς δόγματι ἐνυπόστατον λέγεται τὸ ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσ

 χρὴ λέγειν, ἀλλὰ νοῆσαι τοῖς τῆς διανοίας ὄμμασιν. Ὥσπερ δὲ διὰ τὸ ὁμοούσιον τῆς ἁγίας τριάδος μίαν οὐσίαν κηρύττομεν, οὕτω διὰ τὸ ἑτεροϋπόστατον τρεῖ

 τῶν ἁγίων ἐξουσιῶν ἐπωνυμία τὸ τεταγμένον δηλοῖ τῆς ὑπερκοσμίου καὶ νοερᾶς ἐξουσιότητος. ταύτας οὖν ἔχουσα τὰς θεοειδεῖς ἰδιότητας ἡ μέση τῶν οὐρανίων

 μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.

 καταντήσεις τὸ πρῶτον πλάσμα καὶ δημιούργημα, ὃ δὴ ἐξ οὐκ ὄντων γεγένηται. Ἐπεὶ δὲ ταῖς τοιαύταις προθέσεσι καὶ ἡ καθ' ἡμᾶς θεολογία ἐπὶ ταῖς θείαις ὑ

 δέ φημι οὐ τὴν ἐν καθαπτοῖς ὀργάνοις μελοποιίαν καὶ χρῆσιν ἁπλῶς, ἀλλὰ πᾶσαν τὴν ἐκ λόγων συναγο μένην ἱστορίαν τε καὶ παιδείαν καὶ τὴν ἄλλην ἁπλῶς εὐ

 Ἰωνᾶς τε καὶ Ἰωὴλ τὰς προφητικὰς [......] σάλπιγγας. Ἰωσίας γεννᾷ τὸν Ἰωάθαμ, καὶ οὗτος τὸν Ἄχατζ, Ἄχατζ τὸν Ἐζεκίαν, Ἐζεκίας τὸν Μανασσῆν, Μαν[ασσῆς]

Theologica

Λόγος κβʹ.

Τοῦ αὐτοῦ εἰς τὸ "ἀκολουθήσατε αὐτῷ καὶ τῷ οἰκοδεσπότῃ εἴπατε"

Πολλοῖς πολλάκις ἐζήτηται τὸ τοῦ «οἰκοδεσπότου» ὄνομα, ἐφ' ὃν ὁ Χριστὸς δύο τῶν μαθητῶν αὐτοῦ ἰέναι παρεκελεύσατο· Πέτρος ἦσαν οὗτοι καὶ Ἰωάννης. οἱ δὲ πλείους καὶ καταγεγηράκασι διερευνώμενοι, τίς μὲν ὁ τὸ «κεράμιον» ἐπὶ τῶν ὤμων ἀχθοφορῶν, τίς δὲ ἡ «ἀπέναντι κώμη», ἔνθα δὴ οὗτος εὕρηται τὴν τοιαύτην ὑπηρεσίαν ποιούμενος. ὅθεν καὶ καταμαντευόμενοι τῶν ὀνομάτων, κώμην μὲν τὴν Ναζαρὲτ τίθενται, εἰς ἣν πολλάκις ὁ Χριστὸς ἀναχωρῶν φαίνεται, οἱ δὲ καὶ τὴν Γαλιλαίαν ὁρίζονται· κωμύδριον γὰρ καὶ αὕτη βραχύ. τὸν δὲ τὸ κεραμεοῦν ἄγγος τοῖς ὤμοις ἐπιφερόμενον Σίμωνά φασιν εἶναι, ὃν δὴ καὶ πρὸ τοῦ τὴν λέπραν ἐξηνθηκότα ἰάσατο ὁ Χριστός· φέρεται γὰρ καὶ τοῦτο ἐν ταῖς ἀγράφοις περὶ ὧν ἐθαυματούργησε πίστεσι. τὸν δὲ «οἰκοδεσπότην» τὸν Ναθαναὴλ εἶναί φασιν, οἱ δὲ τὸν Ζακχαῖον ὁρίζονται, περὶ ὧν οὐ πολὺς λόγος, διαμφισβητοῦντες ἀλλήλοις καὶ ἀντερίζοντες. Τοιοῦτόν τι πεπόνθασι καὶ φιλόσοφοι Ἕλληνες. τοῦ γὰρ Πλάτωνος εἰρηκότος ἐν οἷς «ἐπεχείρησε Τιμαιογραφεῖν» «εἷς, δύο, τρεῖς, ὁ δὲ τέταρτος ποῦ;» πάντες σχεδὸν οἱ τὴν λογικὴν συνουσίαν ταύτην ἐξηγησάμενοι περὶ τοῦ ὀνόματος τούτου πρὸς ἀλλήλους διηνέχθησαν· οἱ μὲν γάρ φασι τὸν Κριτίαν εἶναι, οἱ δὲ Κέβητα τὸν Θηβαῖον, οἱ δὲ Ἀπολλόδωρον τὸν Σωκρατικόν, οἱ δὲ τὸν Ἐλεάτην ξένον, οἷς καλῶς Πρόκλος ὁ φιλόσοφος ἐπετίμησεν, ἀφεμένοις μὲν τῶν κρειττόνων θεωρημάτων, περὶ δὲ τὰ μηδὲν ὀνήσοντα καταναλίσκουσι τὴν σπουδήν. τοιοῦτοι καὶ νῦν φοιτῶσι λογοποιοί, οὓς φθάσειεν ἂν ἡ σκιὰ τῶν δεόντων τι φθεγξαμένη, οἱ δὲ καὶ μεγαληγοροῦσιν, ἐπειδάν τι περὶ τῶν σεσιγημένων πολυπραγμονῶσιν. ἐρωτῶσι γάρ, ἐπειδὴ καὶ τούτων ἐνίοις αὐτὸς ἐντετύχηκα, πόθεν ἡ Μωσαϊκὴ ἀπετμήθη ῥάβδος, καὶ πότερον τὸ ἐξηνθηκὸς ξύλον καρύινον ἢ σφινδάμνινον ἦν, περί τε τοῦ ἐν τῷ μέσῳ τοῦ παραδείσου φυτοῦ, οὗ προσαψάμενος ἀπεγυ μνώθη ὁ Ἀδάμ, μυρία πρὸς ἀλλήλους ἀδολεσχοῦσιν· οἱ μὲν γὰρ αὐτὸ συκῆν τίθενται, οἱ δὲ πιότατον ἐλαιόφυτον, ὑπὲρ ὧν ἐγὼ λίαν αἰσχυνόμενος φαίνομαι, καὶ μάλιστα εἴ τινες τῶν ὑπὲρ ἡμᾶς τοιαῦτα φθέγγονται, Οἰκουμένιοι καὶ Γεννάδιοι καὶ Ἡσύχιοι. διὰ τί γὰρ ταῦτα, ἐξὸν λέγεσθαι, ἀποσεσιώπηκεν ἡ γραφή; ἀλλ' οὗτοι τὸ ἐπικαλύπτον ἀναπεταννύοντες ὕφασμα, τερατώδεις τινὰς τελετὰς τοῖς ἀμυήτοις παραδεικνύουσιν· ἀλλ' ἔγωγε τὰ μὲν ἐπικεκαλυμμένα οὐκ ἄν ποτε δημοσιεύσαιμι, τὸ δὲ κρυπτόμενον πνεῦμα τῷ γράμματι, ὡς ἀεὶ ποιεῖν εἴωθα, ἀνακαλύψομαι, τὸ ἐπικάλυμμα ἀφελών. Κώμη μὲν οὖν αἰσθητὴ ἔστω ἣν βούλοιντο οἱ τιθέμενοι, εἴτε Ναζαρὲτ εἴτε Βηθλεὲμ εἴτε τις ἑτέρα κωμηδὸν οἰκουμένη· οὐ διενεχθήσομαι δὲ πρὸς αὐτοὺς οὔτε περὶ τοῦ κεραμεοφόρου οὔτε περὶ τοῦ «οἰκοδεσπότου» τοῦ καταστρώσαντος «τὸ ἀνώγεων»· ἴσως γὰρ ἕκαστος αὐτῶν ὁ μὲν ἀπέτυχεν, ὁ δὲ ἐπέτυχε τοῦ ὀνόματος. οὐ γὰρ καταγνώσομαι πάντων ὁμοίως, ἀλλ' ἔμοιγε οὐ προὔργου τι λέγειν περὶ αὐτῶν, ὅθεν ἔστω παρ' ἐνίοις τὰ ἱστορούμενα ἀληθῆ. ἐγὼ δὲ καὶ πάλιν ὑμᾶς ἐξάψω τῶν τελετῶν καὶ τῶν τοῦ πνεύματος μυστηρίων ἀπάρξομαι. Ζητητέον οὖν τίνες οἱ πεμπόμενοι μαθηταί, καὶ τίς ἡ ἀπέναντι κώμη, καὶ πῶς πρῶτον μὲν ἐντυγχάνουσι τῷ ὑδροφοροῦντι ἀνδρί, ἔπειτα