Poemata Τοῦ ὑπερτίμου κυροῦ Μιχαὴλ τοῦ Ψελλοῦ πρὸς τὸν βασιλέα Μονομάχον

 ἐπιλάμψασα πᾶσι τοῖς ἐν τῷ σκότει· «ὤρυξαν» γάρ φησι σαφῶς «καὶ χεῖράς μου καὶ πόδας.» Ὁ δ' εἰκοστότριτος ψαλμὸς «τῆς μιᾶς τῶν σαββάτων» ἤτοι τῆς ἀναπ

 προφήτῃ πολλάκις ἀπεδίδρασκεν οὗτος τὸν τυραννοῦντα· ὅθεν ποτὲ καὶ πεφευγὼς εἰς πόλιν ἀλλοφύλων, ἥτις Γὲθ ἐπωνόμαστο, καὶ φοβηθεὶς ἁλῶναι μανίαν ὑποκρ

 δεσποτικήν, ὅταν πᾶν κατῳκίσθη. Ψαλμὸς δ' «ἐξομολόγησιν» ἔχων προγεγραμμένην εὐχαριστίας δήλωσιν ἔχει καὶ θυμηδίας· τῆς ἐξομολογήσεως διττὴ γὰρ σημασί

 Ἐπείπερ τὸ φιλομαθὲς τὸ σόν, ὦ στεφηφόρε, ἑρμηνευθῆναι γλίχεται τὴν ξένην καὶ ποικίλην τοῦ τῶν ᾀσμάτων Ἄισματος ἐξήγησιν καὶ γνῶσιν, ἰδού σοι τῷ θεσπί

 λόγος ὃν ἠγάπησα ψυχῆς αὐτῆς ἐκ μέσης. ἐν μεσημβρίᾳ μήποτε κοιτάζεις, ὦ νυμφίε; πέπεισμαι γάρ σε καθαρῶς ἐν μεσημβρίᾳ μένειν, ἤγουν εἰς φῶς ἀπρόσιτον

 ἐπανακλιθησόμενος βασιλικῶς ἐν ταύτῃ, τὴν νύμφην εὐτρεπίζουσι, δῆθεν καταχρυσοῦντες, ἵν' ἐπειδὰν ὁ βασιλεὺς ἐπιδημήσῃ ταύτῃ, εὑρήσει πρὸς ἀνάπαυσιν τα

 τῶν ψυχῶν τῷ βίῳ πεφυρμέναι ἄλλας φροντίδας ἔχωσι τῶν κοσμικῶν πραγμάτων, ἐγὼ δ' ἀλλὰ τὴν ἡδονὴν γνοῦσά μου τοῦ νυμφίου αὐτὸν χαράξω ταῖς πλαξὶ ταῖς τ

 ἐπεὶ γὰρ οἱ νυμφαγωγοὶ καὶ φίλοι τοῦ νυμφίου, ὡς ἄνωθεν εἰρήκαμεν τοῦ λόγου περὶ τούτου, ὑπαργυρίζουσαν αὐτὴν ἐχρύσωσαν τοῖς τρόποις καὶ κλίνην ἀπειργ

 οὐ τρέφουσα (βοτάνη γὰρ οὐ τρέφει), ἀλλ' ἑαυτὴν λαμπρύνουσα τῷ κάλλει τῆς ἰδέας. οὐδὲν γὰρ χρῄζει παρ' ἡμῶν ὁ γεωργὸς κερδαίνειν, ὅπου φησὶν ὁ ψαλμῳδὸ

 λέγουσα τάδε πρὸς αὐτούς, ὡς καθ' εἱρμὸν εὑρήσεις· εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με [2, 6]. Ἡ τῶν ᾀσμάτων δύναμις

 περαιτέρω. ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν, παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων [2, 9]. Ἰδού, φησίν, ἐλήλυθεν ὁ λόγος καὶ νυ

 κελευσμάτων; ὁ παλαιὸς νομοθετεῖ νόμος τὸ μὴ μοιχεύειν, ἀλλ' ὁ παρὼν καὶ καθ' ἡμᾶς, ὁ τῶν εὐαγγελίων, καὶ πᾶσαν ἐγκελεύεται τέμνειν ἐπιθυμίαν· ἐκεῖνος

 πάντων καταλαβοῦσα, ὅταν πρὸς νύκτα πέφθακα τῶν θείων μυστηρίων, θερμῶς ἀναζητήσασα τὸν λόγον καὶ νυμφίον οὐχ εὗρον τοῦτον οὐδαμῶς ἐκεῖσε πεφυκότα· κα

 σμύρνα δῆθεν γένηται Χριστῷ συννεκρωθεῖσα, οὐκ ἄλλως γίνεταί ποτε λίβανον τῷ κυρίῳ. ἰδοὺ ἡ κλίνη Σολομῶντος, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν

 πρὸς αὐτήν, ἤγουν τὴν ἐκκλησίαν· ὀφθαλμοί σου περιστερᾶς [4, 1]. Ὥσπερ ἐν σώματι βροτοῦ πολλὰ τυγχάνει μέλη, πόδες καὶ χεῖρες καὶ μασθοὶ καὶ στῆθος κα

 Ἐν τούτοις ὑπαινίττεται τὸ πάθος τοῦ σωτῆρος. σμύρνης γὰρ ὄρος γίνωσκε τὰ πάθη τοῦ σωτῆρος, λιβάνου πάλιν δὲ βουνὸν ἴσθι τὴν δόξαν τούτου, ἥνπερ ἐδόξα

 πέφυκας, φησίν, ὦ νύμφη, κεκλεισμένος, ἔχουσα πάντων τῶν καλῶν ἐν ἑαυτῇ τὴν ὥραν, ἐλαίαν τὴν κατάκαρπον συκῆν τε τὴν γλυκεῖαν· πηγὴ δὲ πάλιν πέφυκας κ

 φάγετε, τὸ δ' αἷμα πίετέ μου. εἶτα μεθύσθητε, φησίν, ἀπὸ τῆς εὐφροσύνης καὶ πάντων λήθην λάβετε τῶν κοσμικῶν φροντίδων, ὡς ἐν ἐκστάσει δήπουθεν γενόμε

 τῇ πόλει, ἐπάταξάν με, ἐτραυμάτισάν με [5, 7]. Ὢ τῆς καλλίστης προκοπῆς τῆς νύμφης καὶ παρθένου. ἰδοὺ γὰρ ἀνελήλυθε καὶ μέχρι τῶν ἀγγέλων· οὗτοι γὰρ φ

 ἀποξύσαντες ἀφ' ἑαυτῶν κακίαν, ὅθεν ἐλπίδων ἀγαθῶν εἰσὶν ἐμπεπλησμένοι. τούτου δὲ πάλιν γίνωσκε κοιλίαν ὡς πυξίον τῶν ἐναρέτων τὰς ψυχὰς πάντων καὶ τὰ

 πρόσσχες· ἐπ' ἐμὲ τοὺς ὀφθαλμούς σου στρέψον, τὸ φῶς γὰρ ἀνεπτέρωσεν ἐμὲ τῶν ὀφθαλμῶν σου καὶ πάντων κατεφρόνησα τῶν ἐπὶ γῆς πραγμάτων. Ἀλλ' ὁ πληρῶν

 ἐκπεσοῦσαν πάλαι ὁ λόγος ἀνεζήτησεν ὁ ταύτην πλαστουργήσας· εὑρὼν δὲ ταύτην καὶ λαβὼν ἐπ' ὤμων ὁ δεσπότης εἰς οὐρανοὺς ἀνήγαγε καὶ τῷ πατρὶ παρέσχε κα

 λόγῳ, ἄτομον δὲ καὶ πρόσωπον ἓν σὺν τῇ ὑποστάσει. τὴν σάρκα δὲ τὴν τοῦ θεοῦ ὑπόστασιν μὴ λέγε, λέγε δὲ ἐνυπόστατον, ἀκριβὲς γὰρ τὸ δόγμα. Τὸ δέ γε ἐνυ

 ἰθύνοντος τὰ σκῆπτρα τῶν Ῥωμαίων θείου Ἰουστινιανοῦ καὶ νέου νομοθέτου καὶ Εὐτυχίου τοῦ σοφοῦ τότε πατριαρχοῦντος. πέντε δὲ πρὸς ἑξήκοντα καὶ ἑκατὸν π

 θεῖος ἐκδιδάσκει καὶ ἄλλοι πλεῖστοι πανταχοῦ τῶν ἱερῶν βιβλίων ἐκήρυξαν, ἐδίδαξαν, ἐτράνωσαν ὡσαύτως. ὃ μὴ καταδεξάμενοι ἐφθάρημεν μετ' ἤχου. 5 Τοῦ αὐ

 ταχθέντων διαφόρων. οἱ μὲν γὰρ ἀπελαύνουσι τῆς θείας ἐκκλησίας. οἱ δὲ μόνον καθαίρουσι τοὺς χειροτονηθέντας, οἱ δὲ προστίμοις ἄγχουσι τῆς ἀκοινωνησίας

 δύναμιν τῶν λεγομένων χρόνων. ὁ ἐνεστὼς ὡς ἑστηκώς, ὡς σήμερον τυγχάνων· ὁ δέ γε παρατατικὸς ὡς παρατεταμένος («ἔτυπτον» γὰρ ἀπέραντον ἔχει τὴν σημασί

 «γράψω»· τῶν ὀνομάτων δὲ εἰς ψῖ ὁπόσα λήγει πάλιν τούτων ἑνὶ τὴν γενικήν, δέσποτα, σχηματίζει· «ὁ Πέλοψ» γάρ, «τοῦ Πέλοπος», «τοῦ Κίνυφος», «ὁ Κίνυψ»,

 σύμφωνον ἔχων οὐδέποτε δισύλλαβος κανονικῶς τυγχάνει· ἐπεὶ δ' ἐστὶ τρισύλλαβον τὸ «τέθεικα» τῇ μέσῃ, πῶς ἂν ὁ μέσος γένοιτο; τοῦτο παρὰ κανόνα, ὀφείλε

 στριγᾶν βλεμαίνειν. βριμαίνειν τὸ ὀργίζεσθαι. βουκάπη βοῶν φάτνη. Γνωσιμαχεῖν ἐπίστασθαι τὴν πρὸς κρείττονας μάχην. γαισσὸς μὲν τὸ δοράτιον. γρυνὸς τρ

 τὸ σανίδωμα. φοίδερα αἱ συνθῆκαι. Χελιδωνὶς τὸ πάτημα τὸ κάτω τῆς εἰσόδου. Ψαίρειν τὸ ψαύειν, τὸ κινεῖν. ψεφαῖον τὸ σκοτῶδες. Ὁ δὲ ἀγκὼν ὠλέκρανον. ὡρ

 θαλάμας δὲ τὰ κοῖλα. ὕπαφρον μὲν τὸ κρύφιον· πέζας τὰ πρὸς τοὺς πόδας· τὰς ἀρτηρίας ἴριγγας· τὰ δὲ ὀστᾶ ῥοώδη. ὑπόξυρον τὸ ἄποξυ. σφάκελος τὸ φλεγμαίν

 ἀμφισβήτησις εἰ δεῖ γενέσθαι κρίσιν, μετάληψις τὸ ζήτημα, ἣν οὕτω διαιρήσεις· τὸ μὲν γὰρ ταύτης ἔγγραφον, τὸ δ' ἄγραφον τυγχάνει. παραγραφὴν τὸ ἔγγραφ

 μεταπλάσαι ἐν διαφόροις λέξεσιν, ὀνόμασι ποικίλοις, ποικίλλων καὶ μετατιθεὶς πρῶτον μὲν τὸ πρακτέον, εἶτα τὸ τούτου αἴτιον, εἶτα τὸ παρειμένον, εἶτα τ

 φονεῦσαι», ἀντίστασιν εἰσήνεγκε τὴν πρᾶξιν ἀναιροῦσαν· εἰ δ' εἴποι τις, «κἂν ἔδει σε, ἀλλ' οὐ τοιοῦτον τρόπον», εἶπεν ἀντιπαράστασιν, λύσιν ὁμαλωτέραν

 ὅταν ἐρώτημα τεμὼν εἰς τμήματά πως δύο, ὧν ἕκαστον ἀμφίκρημνον, ἐχθρῶν τινων πυνθάνῃ· ἢ γὰρ ἐπιστομίσειας λέγειν μὴ δυναμένους ἢ καὶ τολμήσαντας εἰπεῖ

 κεφαλαίοις δύο· αἱ καταστατικώτεραι καὶ εἰς ἀρχὴν τὸν λόγον ἀνάγουσαι καὶ σφίγγουσαι καὶ πάλιν κατωτέρω διατυποῦσαι κάλλιστα τὴν τάξιν τῶν μελλόντων.

 (φιλοῦσι γὰρ τὸν ἄνθρωπον), κυρίως δ' οὐ κυρίως, ἄλλην γὰρ ἔχει ἔννοιαν τὸ τῆς φιλανθρωπίας· καὶ τὸ καθ' ὁμοιότητα λέξεως εἰρημένον δριμύ πως, εἰ καὶ

 λόγου συνοψίσας εὐθήρατόν τι σύνταγμα πεποίηκα τῶν νόμων. Πρῶτον δ' ἑρμηνευτέον σοι πόσα τοῦ νόμου μέρη. τὸ μὲν γὰρ τούτου Κώδικες οὕτως ὠνομασμένον,

 πάλιν τριμερές ἐστι, τούτου γὰρ τοῦ νομίμου ἔστιν ὁ δωδεκάδελτος τῶν δώδεκα λογίων, τὰ βασιλέων δόγματα, οἱ νόμοι τῶν πραιτώρων. Περὶ δ' ἃ πραγματεύετ

 περὶ διαιρέσεως πραγμάτων ἐπικοίνων, ἡ περὶ πεκουλίου τε ἥ τε ἐκ διαθήκης ἡ ἰνστιτουτορία τε ἥ τ' ἐξκερκιτορία, ἡ κατὰ τοῦ προστήσαντος τινὰ ἐργαστηρί

 τυπουμένη· «κληρονομείτω Τίτιος τῶν ἐμαυτοῦ πραγμάτων· εἰ δ' οὗτος οὐ βεβούληται, Πρίμος κληρονομείτω.» ἀθεμιτογαμήσας τις καὶ δεινῶς τιμωρεῖται καὶ τ

 καταβληθὲν οὐκ ἔχει αὖθις ῥεπετιτίονα, ὡς ἔδοξε τῷ νόμῳ. πάκτα τὰ ἰδιωτικὰ δημόσιον οὐ βλάπτει. ἀποκαθίστατ' ἀβλαβὴς ὁ νέος κατὰ νόμους. ὅπερ ἐστὶ τοῖ

 πρώτης βιβλίον ὑποδέχεσθαι τῆς κινουμένης δίκης καὶ προθεσμίαν ἡμερῶν εἴκοσι προσλαμβάνειν. ὁ δὲ ἐκ παραιτήσεως λαβὼν δευτέραν κρίσιν οὐ δύναται τὸν δ

 νεμόμενον φονεύσοι. ἡ ἀγωγὴ δὲ πέφυκεν αὕτη καὶ ποιναλία, ἔστι δὲ καὶ οὐτίλιος, ἔστι δὲ καὶ διρέκτα· εἰ μέν τις σῶμα σώματι βλάψει, τότε διρέκτα, εἰ δ

 χρὴ τεμεῖν τὸν δικαστὴν τὴν κινουμένην δίκην, εἴ τινες ἀμφιβάλλουσι περὶ νομῆς ἀλλήλοις. καὶ φυσικὴ μέν τις νομὴ κατοχὴ τῶν πραγμάτων, ἡ δ' ὡσανεὶ νομ

 ἑβδόμης ὥρας ἄρχεται νυκτὸς καὶ μέχρις ἕκτης νυκτὸς τῆς ἄλλης ἀκριβῶς τὴν περαίωσιν ἔχει. ἡ ἔκκλητος ἐκδίδοται ἐντὸς ἡμερῶν δέκα. μετὰ διάζευξιν ἀνδρὸ

 χρόνοις ἐν τοῖς τριάκοντα τοῖς ἀνεπιφωνήτοις σβέννυταί τε καὶ φθείρεται, οὐδαμῶς περαιτέρω· ἀγωγή τε προσωπικὴ ταύτῃ τῇ προθεσμίᾳ, εἰ μὴ τμηθῇ τὸ μετα

 κατὰ χρῆσιν κατ' αὐτὸ καὶ κατὰ δεσποτείαν· ἡ δὲ αὐτὴ ἀντιστροφὴ καὶ τῷ ἀνδρὶ τυγχάνει. ὁ αὐτεξούσιος υἱὸς ἄτεκνος ἀποθνήσκων νόμιμον ποστημόριον τοῖς

 εἰργασμένοι. οὐκ ἔστι μάρτυς ἄνηβος οὐδὲ τῶν γυναικῶν τις· εἰ δ' ἐστὶ τὸ γενόμενον μὴ δυνάμενον θέαν ἀνδρικὴν καταδέξασθαι, γυναῖκες μαρτυροῦσι. καὶ δ

 εἰς ἰδικὴν δὲ πίπτουσι συναλλάγματος κλῆσιν, εἰς πρᾶσιν, εἰς τὴν μίσθωσιν, ἢ καὶ τὴν κοινωνίαν. εἰ δ' ἴσως ἀμετάπτωτος εἰς ἰδικόν τι μείνοι, καὶ μᾶλλο

 ἐκλογὴν ποιησάτω», διεῖλεν, οὐκ ἔπλεξε τῷ Παύλου λόγῳ. «πρόδηλόν» ἐστι πλήθεσιν ἐναντίον· δεῖ γὰρ παρόντων τῶν ἁπάντων μαρτύρων ἢ λέξιν εἰπεῖν ἤ τι πρ

 τὸ πρᾶγμα τὸ διαφέρον δίδωσιν εἰκότως κατὰ νόμους· ἐν τῷ δικαστηρίῳ δὲ τῆς νομῆς, δέσποτά μου, διδοὺς ὁ πράτης τὸ διπλοῦν οὐκ ἀπαιτεῖται πλέον προφάσε

 τὰ δὲ πρὸς τέρψιν πέφυκεν ἐκδεδαπανημένα· τῶν ἀναγκαίων πέφυκεν ὁ μόλος τῆς θαλάσσης, ποιῆσαί τε νεόφυτα ἄμπελόν τε καὶ δένδρα, ἐπί τε χρησιμότητι ἀγρ

 δὲ δημόσιά πως, ταῦτα μὲν τῆς κοινότητος, τὰ πρῶτα τῶν καθ' ἕνα. εἰς πόρνην δόσις ἄσεμνος ἔρρωται κατὰ νόμους. τὴν δ' ἐρρωμένην δωρεὰν οὐδ' αὐτακράτωρ

 ἄκουε συντόμως ὅρων νοσημάτων ὁμοῦ τε καὶ συμπτωμάτων. Ἄφθα διπλοῦν πέφυκεν ἕλκος παιδίοις· ἡ μὲν γάρ ἐστιν εὐίατος, λευκόχρους, ἡ δ' ὑπέρυθρος, νηπίω

 ἐκκενοῖ τὴν γαστέρα, δάκνει στόμαχον, ἧπαρ εὐρύνει πλέον. Κράμβη δίσεφθος δεσμός ἐστι γαστέρος, ἡ δ' αὖ μόνεφθος ἁλσὶν ἐμμεμιγμένη ὑπακτικὴ πέφυκε τῶν

 πυργίτης τὰ πάνθ' ὅμοια τοῖς προηριθμημένοις, σκληρὰν δ' ἔχει τὴν σάρκα τῶν ἄλλων πλέον. Νήττης τε, φάττης ἡ φύσις καὶ τρυγόνος σκληρά τε καὶ δύσπεπτο

 σφυγμῶν γένος τόδε· τρεῖς εἰσι πᾶσαι τῷ λόγῳ διαστάσεις, μῆκος πλάτος βάθος τε, σωμάτων λόγοι. ὡς κοῖλον οὖν τι σῶμα τὴν ἀρτηρίαν αἱ τρεῖς ἔχουσι τοῦ

 συντομωτέρως, ἔπειθ' ὑφέντα τοῦ τόνου καὶ τοῦ τάχους καὶ συσταλέντα πρὸς τὸ τέρμα τοῦ δρόμου ἢ καὶ διαλλάξαντα πρὸς τοὐναντίον. αὖθις δέ μοι ποίκιλλε

 κεκλημένον, τὸ τρίτον εἰς ἔλαιον ἠκριβωμένον. εἰ χρῶμα δ' εἰσδέξαιτο συγκεκαυμένον, σπασμὸν προδηλοῖ καὶ τελευτὴν αὐτίκα· εἰ δ' ἐκ νεφρῶν πρόεισιν, ἀθ

 πλάσειεν οὐ σεσημμένη, σεσημμένη δ' ἕρπητα βιβρώσκοντά πως. Χυμὸς δ' ὁ δεινὸς καὶ μελάγχρους τὴν φύσιν, εἰ πᾶν συνέξει, σῆψιν οὐ δεδεγμένος μέλανα ποι

 ἐσθίειν πέφυκε πῦρ ἀπληστίας. Ἡ ναυτία πέφυκε γαστέρος κλύδων, χυμῶν πονηρῶν ὧδε συμπεπλεγμένων. Τὸν λυγμὸν ἢ κένωσις αὔξει γαστέρος ἢ μᾶλλον ἡ πλήρωσ

 τῆς κεφαλῆς πνευμάτων καὶ κοιλιῶν σύντριμμα τῶν ἐμπροσθίων. Τὴν ἐπιληψίαν δὲ τοιαύτην μάθε. τοῦ σώματος πέφυκεν ἀθρόον κλόνος, σπασμός, πάθους σύμπτωμ

 αὐτοῦ τοῦ πάθους· τύφλωσις ἡ μάλιστα τοῦ κακοῦ τάσις. Χαλάζιον δέ ἐστιν ὑγροῦ τις τάσις ἐν τῷ βλεφάρῳ συμπαγέντος ἀθρόον. ἡ δὲ κριθὴ πρόμηκες ἐν ταρσῷ

 φλεγμονῆς διττῷ πάθει· ἡ μὲν γὰρ ἴσχει νυγματώδη τὸν πόνον, καὶ βῆχα διττήν, πῇ μὲν ἄπτυστον μόνως, δεικνῦσαν ὡς ἄπτυστός ἐστιν ἡ νόσος, πῇ δὲ πτύελον

 πέφυκεν ἄλγη τοῦ κόλου· ἀπεψίαι στρόφοι τε, κλεῖθρα γαστέρος, καὶ τρυπανώδεις τοῦ πεπονθότος πόνοι. διαίρεσις δὲ τῆσδε τῆς κοινωνίας αὕτη πέφυκεν ἐμφρ

 δ' αὖ ὑπερκάθαρσις ἀθρόα ῥύσις· ῥοῦς δ' αὖ γυναικῶν πνευματισμὸς ὑστέρας. Τὴν ἐμπαθῆ δὲ φλεγμονὴν τῆς ὑστέρας καὶ πνεῦμα τίκτει καὶ κατάψυξις πάλιν, κ

 ἐμπύρῳ ζέσει φλέγουσα κοινῶς τοὺς πεπονθότας τόπους. καὶ πᾶς μὲν ὄγκος φλεγμονὴ πεφλεγμένος· ἡ κυρίως δὲ φλεγμονὴ κεκλημένη ἐξ αἵματος πέφυκεν εἴς τιν

 διδύμων οὐσίαν. Ἑρμαφροδίτων ἀγχίθυρος ἡ φύσις. 10 Στίχοι εἰς τὸ «ζύμη ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία» Γυνή, ζύμη, βέλτιστε, καὶ σάτα τ

 ἐστι γῆ, σελήνη, φωσφόρος, ψυχὴ δὲ καὶ σὰρξ ὧδε καὶ νοῦς προσφόρως· ἓν οὖν πρὸς ἕν πως ἀντίθες, πλὴν εὐλόγως, πρὸς ἥλιον νοῦν, σῶμα πρὸς γῆν εὐθέτως,

 ἄγαλμα, τῶν φρενῶν ἡ σεμνότης, τὸ τερπνὸν ἄνθος, τῆς τρυφῆς τὸ χωρίον, ἡ τῶν Χαρίτων εὐπρεπὴς κατοικία, ἡ πᾶν τὸ κάλλος τῶν ἐν ἀνθρώποις μόνη ἔχουσα κ

 Ὀρφέα ἤγοντο συντρέχοντες ἀπλήστῳ πόθῳ, καὶ πᾶς ἰδὼν ἔκπληκτος ἵστατο βλέπων· κἂν μή τις αἰδὼς ἀντέκρυπτε σὴν θέαν, καινός τις ἄλλος ἂν ἐποιήθη λόγος,

 πρεσβύτης, ἐκεῖθεν αὖθις ἀντεδάκρυε πλέον, βρυχώμενος μὲν ἐκ βάθους ὥσπερ λέων καὶ τοῖς στεναγμοῖς ἦχον ἐμποιῶν μέγαν, ὡς δ' ἐμπνεούσῃ προσλαλῶν τῇ συ

 ἀηδόνος στόμα τήρει μεμυκός, Ὀρφέως ἔχει μέλη· τῶν βοστρύχων τὸ πλέγμα μὴ διαξάνῃς· θησαυρὸν ἔσχες, οὐχὶ νεκρὸν σαρκίον· ὅλον καλῶς φύλαττε τῷ δεδωκότ

 πάλαι· ἣν οὐδὲν οὕτως λευκᾶναι κατισχύει ὡς χεὶρ πλατεῖα δωρεῶν καὶ χαρίτων. ἔπειτα τὴν γραῦν τὴν ἐμήν, φεῦ, μητέρα γηρωκόμησον καὶ γενοῦ βακτηρία σαρ

 σοι προσφόρως δεδειγμένος. χαῖρε, στρατηγὲ καὶ βασιλεῦ γῆς ὅλης, μέγιστε, παμβόητε, τοῦ κράτους κράτος· τοὺς σοὺς γὰρ ὑμνήσουσιν εὐήχους ἄθλους οὐ παι

 ῥοπαῖς ἐναντίαις, ὕπνοις, πόνοις κόποις τε καὶ θυμηδίαις. οὐκ ἦσθα χαλκοῦς, οὐ σιδηροῦς τὴν φύσιν· μισεῖ δ' ὁ Χριστὸς τὰς ἄγαν προθυμίας. πολλὴ κατέσχ

 βλασφημίας· καὶ τῶν πενήτων προστάτης δεδειγμένος γυμνοῖς ἐκείνους ἄχρι καὶ χιτωνίου· ὡς ζῆλον αὐχῶν οἷα καινὸς Ἠλίας οὐ τοὺς ἀναιδεῖς ἐμπιπρᾷς θυηπόλ

 καινὸν τοῦ βίου, δύσοδμε κύων, τὴν πονηρίαν ὄφι· ὦ κτῆνος ἀργόν, γῆς δυσαχθὲς φορτίον· ὦ γλῶσσα μὲν πρόχειρε πρὸς βλασφημίαν καὶ χεὶρ ἕτοιμε πρός γε δ

 ἀνθρωποκτόνος. ἆρ' οὖν ὑπεῖξας ὡς βραδύγλωσσος φύσει ἢ προδραμὼν ἥρπασας οὐ λειτουργίαν, ξένην δὲ παντάπασιν ἀρρητουργίαν; ἐχέγγυον δ' εἴληφας ἢ παρρη

 ἐμμέτροις, ἀλλ' ἡδέως ἔστερξε τὴν κωμῳδίαν. προλ 22 Στίχοι Ἰακώβου τινὸς μοναχοῦ ἀπὸ τῆς μονῆς τοῦ Συγκέλλου κατὰ τοῦ Ψελλοῦ Ὦ δέσποτα Ζεῦ καὶ πάτερ κ

 ἄκρατον. Ἐκ κοιλίας κραυγή σου ἤκουσται, Ἰάκωβε, ἐν τῇ τοῦ πίθου γαστρί, καὶ ὑπήκουσέ σου ὁ τὸν οἶνον ἐκχέων σοι, πάντιμε· πληρωθεὶς γὰρ μέθης / βορβο

 βότρυας κρεμάσωμεν εὐφυῶς, ἀσκοὺς δὲ τοῦ τραχήλου σου / κύκλῳ ἐξαρτήσωμεν οἰνηρούς, καὶ κράξωμεν εὐτόνως, / «ὁ πίνων ἀνενδότως οὕτως πομπεύει καταγέλα

 καθωράισε καὶ ταῖς τῶν λόγων καλλοναῖς / ὁ θεός σε ἐχαρίτωσεν. Γραφαῖς ἐσχόλαζες ταῖς θείαις, ὅσιε, καὶ ἁγίων τοὺς βίους ἰχνηλατῶν τούτων τὰ παθήματα

 μάκαρ, ἐξεδήμησας κύριον, κατ' αὐτὴν τὴν ἡμέραν καθ' ἣν ὁ κλεινὸς Στέφανος τελειοῦται / ὁ ὁσιόμαρτυς, ᾧ καὶ συνεστέφθης εὐκλεῶς / καὶ συνδεδόξασαι. Ἐκ

 βουλευμάτων, ὡς οἷα μύστας μυσταγωγῶν τοὺς φίλους τὸ σῶμα μὲν τράπεζαν ὡς ψυχοτρόφον, τὸ δ' αἷμα κιρνᾷ νέκταρ ἡδῦνον φρένας. ἀλλὰ πρόσελθε καὶ βόησον

 ταπεινώσεως ὁ δεσπότης τύπον Τύπον μαθηταῖς δεικνύων ὁ δεσπότης ταπεινότητος πνεύματός τε μετρίου ὁ πάντα δεσμῶν ζώννυται τῷ λεντίῳ· ᾧ πάντα κάμπτει κ

 αἰώνων ὅλων, ἀρχὴν ὁδῶν ἄναρχον ἀγνώστων λόγον. γεννᾷ μὲν οὕτως, εἶτα καὶ κτίζει πάλιν εἰς ἔργα ταῦτα τῶν γε νῦν τελουμένων. λόγος γὰρ ὢν ἄκτιστος ἄρρ

 31 Τοῦ Ψελλοῦ εἰς τὸν ἅγιον Γεώργιον. Ὡς στερρός, ὡς ἄτρεστος, ὡς ὑπὲρ φύσιν ἀθλητικοὺς ἤνεγκας εὐψύχως πόνους, Γεώργιε κράτιστε, μαρτύρων κλέος. πυρὸ

 στρατηγῶν τὸ κλέος, τῶν ἄλλων παίδων Ἰεσσαὶ νεώτατος ὑπῆρχε· τὴν ὄψιν μὲν ἀπέριττος, τὴν δὲ ψυχὴν ὡραῖος, τὴν γνώμην ἀνδρικώτατος, τὸ σῶμα ῥωμαλέος, π

 φάρμακον, κοινὴ ψυχῶν ὑγεία, συμφόρημα τῶν ἀγαθῶν, ἀνθρώποις σωτηρία. πᾶσαν γὰρ νόσον ψυχικὴν ἐξαίρει καὶ διώκει, τὴν ἀρετὴν συνίστησι, παύει τὴν ἁμαρ

 συμβουλῆς ἐσκέλισε γυναῖκα, γυνὴ δ' αὐτὸν κατέβαλε θεὸν σαρκὶ τεκοῦσα, τὸν τῶν ἀνθρώπων λυτρωτήν, τὸν τούτου καθαιρέτην, ἡ μακαρία γυναικῶν, ἡ μήτηρ κ

 βίβλον τῶν ψαλμῶν εἶναι ∆αυὶδ καὶ μόνου, καὶ τούτους ἁπαξάπαντας αὐτὸν ἐκτεθεικέναι, τοὺς ἔχοντας ἐπιγραφὰς καὶ τοὺς ἀνεπιγράφους· καὶ τὰς αἰτίας φράζ

 γεγραμμένων, ἀνήχθη ταῦτα πρὸς Χριστόν, καὶ δοτικῶς λεκτέον. ὁ γὰρ Χριστὸς ἐν ταῖς γραφαῖς ∆αυὶδ καλεῖται νέος, καὶ γὰρ ἐκ σπέρματος ∆αυὶδ ἐτέχθη κατὰ

 λέγεται φωνῇ τῇ τῶν Ἑβραίων. ψαλτὸς δ' ἐστὶν ὁ κύριος, ᾧ ψάλλομεν τοὺς ὕμνους, ψαλμός ἐστι τὸ ποίημα, τὸ μέλος ψαλμῳδία. κυρίως δὲ ψαλμός ἐστι τὸ σὺν

 δὲ τὰ κλίματα τὰ τέσσαρα τοῦ κόσμου, δι' ὧν ὁ φθόγγος τῶν ψαλμῶν ἔμελλε προχωρῆσαι. συνίστων δ' ἄνδρες τὸν χορὸν ἑβδομηκονταδύο· τὸν ἀριθμὸν δὲ τῶν γλ

 προφητευομένων τῶν προτυπούντων τὰ λαμπρὰ τῆς νέας διαθήκης, καὶ τῶν ῥημάτων τὸ βαθὺ καὶ συνεσκιασμένον, ὅπερ ἐστὶν ἰδίωμα φωνῆς τῆς Ἑβραΐδος. καὶ γὰρ

 τοῖς τετρακοσίοις· καὶ μηνιῶν Χριστιανοῖς ὁ δείλαιος Ἀκύλας παραφθορὰν εἰργάσατο πολλὴν τῆς ἑρμηνείας. Αἴλιος δ' ἦν Ἀδριανὸς ἐν Ῥώμῃ βασιλεύων· ἡ γὰρ

 μέλλοντα συμβαίνειν μετὰ χρόνους, ἄλλοτε δὲ συντίθησι τοὺς λόγους τῶν παρόντων. πολλάκις δὲ παρήλλαξε τὰ τῆς ἀκολουθίας, ποτὲ μὲν ὡς γενόμενα τὰ μέλλο

 βασιλέα, τὸν θαυμαστὸν καὶ πάνσοφον ∆αυὶδ τὸν ψαλμογράφον. ὃς ἐμφανῶς τὰ μέλλοντα προβλέπων ὡς προφήτης καὶ τὰ πρὸ χρόνων φθάσαντα πολλῶν συντελεσθῆνα

 βιβλίον. τῆς σῆς, Χριστέ μου, γνώρισμα καὶ τοῦτο προμηθείας· ἀνὴρ γὰρ ὄντως βάρβαρος τὴν γλῶσσαν καὶ τοὺς τρόπους σπουδὴν εἰσήγαγε πολλὴν ∆αυὶδ εὑρεῖν

 ἀσεβεῖς ταλανίζει. Εἰς τὸν βʹ ψαλμόν, τὸ «ἵνα τί ἐφρύαξαν» Περὶ Χριστοῦ προφητεύει, καλεῖ καὶ ἔθνη πρὸς πίστιν. Οὗτος τὸ πάθος προδηλοῖ τοῦ θεανθρώπου

 πάλιν· «ἰδοὺ καθὼς ὠδίνησεν ἐκεῖνος ἀδικίαν, πόνον συνέλαβεν ἐντός, ἔτεκεν ἀνομίαν, καὶ τάφον ὤρυξε βαθύν, ἀλλ' ἐμπεσεῖται μόνος εἰς βόθρον ὃν εἰργάσα

 εἴρηκε πολλῶν ταύτην τὴν προφητείαν. Εἰς τὸν ιδʹ ψαλμόν, «κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;» Ὑπογραφὴ τῶν ἐν νόμῳ τελειωθέντων ἁγίων. Ἐν τούτ

 μέγιστος προφήτης ὡς δῆθεν λεχθησόμενον παρὰ τοῦ Ἐζεκίου, ὅταν στρατεύσῃ κατ' αὐτοῦ Σεναχηρεὶμ ἐκεῖνος, εἶτα κενὸς ἀποπεμφθῇ κατατετροπωμένος. ταῦτα γ

 τρίτον ὑπὸ τῶν φυλῶν τῶν δώδεκα, καθάπερ ταῖς ἱστορίαις εὕρομεν τῶν Τετραβασιλείων. Εἰς τὸν κζʹ ψαλμόν, «πρὸς σέ, κύριε, κεκράξομαι» Ὠιδὴ πιστῶν ἐκ πρ

 ἔσωσεν αὐτὸν ἐξ ἐναντίων· φησὶ γὰρ «ἐν παντὶ καιρῷ κύριον εὐλογήσω». Εἰς τὸν λδʹ ψαλμόν, «δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με» Ἱκετηρία δικαίου περὶ Χρ

 θεὸν τυχεῖν ἐλευθερίας. «ὃν τρόπον» γὰρ «ἡ ἔλαφος πηγὰς τὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ» φησὶν «πρὸς σὲ δραμεῖν ψυχή μου. ἰδεῖν σε γὰρ ἐδίψησα, τὸν ἰσχ

 τῆς καινῆς ἀντεισάγων. Ἀνατροπὴν τῶν θυσιῶν τοῦ νόμου καταγγέλλων εἰσαγωγήν τε τῆς καινῆς καὶ νέας διαθήκης, καὶ τοῦτον εἶπε τὸν ψαλμὸν ὁ κάλλιστος πρ

 μόνος μὴ φέρων βλέπειν τῶν ἐχθρῶν τὴν δεισιδαιμονίαν. ὅθεν φησίν, «ἐμάκρυνα, δέσποτα, φυγαδεύων, ηὐλίσθην ἐν ἐρήμῳ δὲ» φυγὼν τοὺς ἀλλοφύλους, ἔχει δ'

 Ἰδουμαίας; οὐ πάντως σύ, Χριστέ, θεός, ὁ ἀπωσάμενός με;» Εἰς τὸν ξʹ ψαλμόν, «εἰσάκουσον, ὁ θεός, τῆς δεήσεώς μου» Κλῆσιν ἐθνῶν, Ἰουδαίων ἀποβολὴν προφ

 σωτῆρος καὶ τῶν Ἑβραίων ἔκπτωσιν τῶν καταρατοτάτων. «εἰς» γὰρ «τὴν δίψαν μου» φησὶν «ἐπότισάν με ὄξος, εἰς δὲ τὸ βρῶμά μου χολὴν ἀντιδεδώκασί μοι.» Εἰ

 διὰ φιλανθρωπίαν, ποτὲ δὲ πάλιν τιμωρεῖ διὰ τὴν ἁμαρτίαν, ἀλλ' ὅμως ὕστερον ἐλθὼν εἰς κρίσιν μετ' ἀγγέλων τοὺς μὴ μετανοήσαντας ποτίσει τὸν τρυγίαν. Ε

 Ἰουδαίων ἐκφαίνει. Οὗτος δ' ἐλέγχει τοὺς κριτὰς τοὺς παρανομωτάτους, οὓς καὶ θεοὺς ἐκάλεσεν ὁ μέγιστος προφήτης. φησὶ γὰρ οὕτω πρὸς αὐτοὺς προσώπῳ τοῦ

 καὶ θεανθρώπου λόγου· φησὶ γὰρ «ἐβασίλευσεν ὁ κύριος ἁπάντων». Εἰς τὸν ϟγʹ ψαλμόν, «θεὸς ἐκδικήσεων κύριος» Ἐπαναστάσεις προλέγει καὶ ἐκκλησίας διώξει

 ἐντός μου» ∆ιδάσκει πῶς δεῖ κυρίῳ εὐχαριστεῖν ὑπὲρ πάντων. Ἐν τούτῳ πάλιν παραινεῖ γεραίρειν τὸν δεσπότην. καὶ γὰρ τὸ «ἀλληλούια» τοῦτο σημαίνειν θέλε

 τῆς ἁγνῆς παρθένου. «τῷ» γὰρ «κυρίῳ μου» φησὶν «ὁ κύριος ἐξεῖπεν, ἐκ δεξιῶν μου κάθισον τοῦ θρόνου καὶ τῆς δόξης, ἕως ἂν θῶ σου τοὺς ἐχθροὺς ὡς ὑποπόδ

 τὸν πόλεμον αὐτῶν καὶ τῶν ἀστυγειτόνων. ἕκαστος μέντοι τῶν ψαλμῶν τῶν ἀναβαθμωνύμων ὥσπερ ἀπό τινος χοροῦ τῶν ἐναρέτων δῆθεν καλλίστως ἐσχημάτισται κα

 φάγοις καὶ τῶν υἱῶν σου τοὺς υἱοὺς τεκνοποιοῦντας ἴδοις». Εἰς τὸν ρκηʹ, «πλεονάκις ἐπολέμησάν με» Τῆς στρατιᾶς τοῦ κυρίου τὴν κατ' ἐχθρῶν λέγει νίκην.

 αἰχμαλωσίας οἰκοδομεῖν βουλόμενοι ναὸν τὸν τοῦ κυρίου συχνῶς ἐπεκωλύοντο παρὰ τῶν γειτονούντων ὡς καθ' ἑκάστην πόλεμον ἐκείνοις συναπτόντων. φησὶ γάρ,

 ἀνενδότως. Εἰς τὸν ρλζʹ ψαλμόν, «ἐξομολογήσομαί σοι» Εὐχαριστεῖ τῷ κυρίῳ καὶ προφητεύει τὸ μέλλον. Προσώπῳ τοῦτον γέγραφε τοῦ θείου Ζαχαρίου, εὐφραινο

 ἁγίοις αὐτοῦ» Κελεύει πᾶσι προφήτης ὑμνεῖν θεὸν ἀνενδότως. Πᾶσαν πνοὴν καὶ δύναμιν καὶ φύσιν ὁ προφήτης εἰς αἴνεσιν ἀσίγητον ὀτρύνει τοῦ κυρίου. Εἰς τ

 θέρει. ὑπερέχει δὲ ἅπασαν τὴν γῆν ἐν τῷ μεγέθει· κωνοειδὴς ἡ χθόνα γάρ, ὡς ἔοικεν, ὑπάρχει. τὴν σελήνην δὲ τέθεικας τοῦ φωτίζειν τὴν νύκτα· λήγουσα κα

 ὑπῆρχεν δὲ ἡ ἄμωμος καὶ θεόπαις Μαρία, ἐκ τῆς πατρίδος Ἰεσσαὶ καὶ ∆αυὶδ τοῦ προφήτου. Ἰωακεὶμ καὶ Ἄννα δὲ ἔτεκον τὴν παρθένον. τρία ἔτη ἐτράφη δὲ ἡ πα

 δὲ τὸν Ἀδὰμ ἡ τοῦ αἵματος χύσις καὶ τὴν κτίσιν ἐκάθαρε τὴν λίαν ῥυπωθεῖσαν. [.........] κατη[...]το δι' ἄκραν εὐσπλαγχνίαν [ῥομ]φαίαν ἐγκατέπηξεν εἰς

 λεπτὴν θεωρίαν. καὶ γὰρ ἓν ἀναφέρεται δυσί, τρισὶ πολλάκις, ὥσθ' ὁ κατατεμνόμενος τὰ λόγια τὰ θεῖα καὶ τῶν συμβόλων τῶν αὐτῶν ὡς σεσηπός τι μέλος κατα

 ἐνέργεια συνεφείλκετο τούτοις. Κἀντεῦθεν ἡ μετάθεσις τῶν θείων μυστηρίων πρὸς τὸ θυσιαστήριον τὴν ἀπὸ Βηθανίας τὴν Ἰησοῦ εἰσέλευσιν τὴν εἰς Ἱερουσαλὴμ

 τοῦ τυράννου χαρμονὴν καὶ θλῖψιν παθημάτων· καὶ κυρίου «τὸ θέλημα» παρακαλεῖ «γενέσθαι» ὁ διὰ πράξεων καλῶν τοῦτο παραδεικνύων· «ἄρτον τὸν ἐπιούσιον»

 Χριστοῦ τὴν δύναμιν ἀρνοῦνται, πόθεν, λέγοντες, ἄρτος αὐτῷ ζυμίτης, ζύμης ἀπούσης τοῦ πάσχα ταῖς ἡμέραις δι' ἅπερ ἠπείλησε Μωσῆς ἐν νόμῳ; καὶ τὴν ἐνέρ

 μὴ ὑπάρχειν ζυμίτας ἐν τῷ σεβαστῷ καὶ πανεντίμῳ δείπνῳ δι' ἅπερ ἠπείλησ<ε> Μωσῆς ἐν νόμῳ, καθὼς ἄνω ἔφημεν ἐν προοιμίοις. καὶ πάσχα πάλιν τὴν μετάληψι

 αὐτὸς ὑποδεικνύει, ὁ τῆς παλαιᾶς δεσπότης καὶ τῆς νέας, τὸ μὲν καταργῶν ὡς ἀπίθανον τοῦτον καὶ μὴ ἐνεργοῦν πρὸς βροτῶν σωτηρίαν, τὸ δὲ κρατύνων ὡς κρα

 γὰρ καὶ ἥμισυ ἐστὶ μοδίων τοῦτο. Σχῆμα δ' εὑρίσκων ἕτερον ἔχον τὸ μέτρον οὕτως, μίαν σχοῖνον πρὸς κεφαλὴν καὶ πέντε πρὸς τὸν πόδα, κατ' ἄμφω δὲ τὰ πλά

 κάστρου. καταλιμπάνει δεξιὰ τὰ δίκαια τοῦ δεῖνα καὶ τοὺς κατ' ὄρδινον ἐκεῖ πεφυτευμένους δρύας, ἐν οἷς καὶ τύπος εὕρηται σχηματισθεὶς εἰς ὥραν, ἄνωθεν

 τιθέμενοι τὸ ὀρεινὸν τοῦ τόπου ἢ τραχινὸν ἢ δύσβατον ἢ καὶ νομαδιαῖον. ἑτέρων μετρησάντων δὲ δέκα ὀργυίων σχοίνῳ πλείω πάντως εὑρίσκεται τοῦ μετρηθέντ

 εὑρήσεις τὸ περίμετρον τοῦ μετρουμένου τόπου καὶ οὕτω τύχῃς τοῦ σκοποῦ καὶ οὐ ἀστοχήσεις μέτρου. 59 Περὶ τῶν δώδεκα ἀνέμων διὰ στίχων πολιτικῶν Ἄνεμοι

 τὰ ἔντερα χολάδας τε, γαστέραν τὴν κοιλίαν· τοῦ δὲ ἐντέρου τὸ λεπτὸν ὀνόμαζέ μοι δέρτρον. ἴτιδας φλέβας λέγουσι τὰς περὶ τὴν καρδίαν. ἦτριν ὁ περικάρδ

 Ἀποστόλων θέλοντα πομπὴν τὴν βασιλέως βλέπειν ἀνηλεῶς ἔτυπτε (φεῦ μοι) τῷ ξύλῳ, ὤμους, κεφαλήν, ὦτα, πλευρὰς καὶ σκέλη παίων ἀφειδῶς, πᾶν μέλος μοι συ

 παρεκτρέχουσαν οἰκτράς μοι τύχας. Ὦ φιλτάτη σύζυγε καὶ φωτὸς πλέον, αὐτογλυκασμὲ τῆς ὅλης μου καρδίας, Ἄννα πνοή μου, τῶν ἐμῶν φῶς ὀμμάτων, λειμὼν χαρ

 θεῖον μετὰ πόνου, ὅπως χαρίσεται ἡμῖν λύτρον ἀμπλακημάτων καὶ παντελῆ συγχώρησιν πάντων τῶν ἐπταισμένων, πρὶν ἢ ῥαγῆναι τῆς ἡμῶν ὑλικῆς συζυγίας· καὶ

 λέγει, «ἐκ μέρους μὲν γινώσκομεν, ἐκ μέρους δὲ λαλοῦμεν, ὅταν δ' ἔλθῃ τὸ τέλειον, οἰχήσεται τὸ μέρος,» συναριθμεῖ δὲ τοῖς λοιποῖς ὡς τὰ πολλὰ καὶ τοῦτ

 πολλῆς ἀγάπης φερομένην, εἰ καί τι δάκνον εἶχέ που καί τινας εἰρωνείας, τοῦ γράμματος ἀνάλογον οὗπερ ἀπέσταλκάς μοι. ἀλλὰ λαλεῖν βουλόμενος, μὴ θέλων

 μηκέτι παρὰ σὲ μολὼν ἀλήθῃ λόγους. μὴ τοίνυν κάμνῃς, ἄνθρωπε, τοῦτο κἀκεῖνο λέγων· ἄρξου συντόμως ἀπ' αὐτῶν αὐτοῦ τῶν προπατόρων. τοῦτο γὰρ εἶδος καθα

 ἄλλοτε δὲ θερμοδοτῶν εἰς τοῦ Μακρῆ Κοχάλου, ὅπερ ἐστὶν ἐπίσημον τοῦ κάστρου βαλανεῖον, πολλαῖς μεθαρμοζόμενος τέχναις καὶ μεθοδείαις, ὥσπερ ἐκεῖνος ὁ

 πέρατα τοῦ κόσμου, ὑφ' ὧν δυνάστας καὶ σοφοὺς καὶ βασιλεῖς καθεῖλε. ἐκ τούτων γὰρ τῶν ἀγενῶν καὶ τῶν τῆς κάτω τύχης καὶ τῶν δοκούντων ἀτελῶν καὶ πάνυ

 γὰρ ἐναβρυνόμενος στίχων εἰδέναι τέχνην οὔτε τοὺς τόνους ὤρθωσας οὔτε τἀντίστοιχά σου οὔτ' ἐκ βραχέων καὶ μακρῶν συνηρμόσω τοὺς πόδας, ὅπερ ἐστὶν ἐπαρ

 καθεύδεις γράφων μοι μετὰ πολλοῦ τοῦ θράσους καὶ τῆς συνήθους στυγητῆς ἀμαθοῦς ἀπονοίας ἰάμβους ὧν οὐδέποτε πεῖραν ἔσχηκας ὅλως; Ἄπελθε, κλαῦσον, ἄθλι

 77 Εἰς τὴν ἀνάληψιν Ἐκ τῆς ἑῴας ὡς πρὸς ἑσπέραν φθάσας αὖθις πρὸς αὐγὰς ἀντανῆλθες ἡλίου. εἰς γῆν γὰρ ἐλθὼν συμπαθῶς ὁ δεσπότης εἰς οὐρανοὺς ὕψωσας ἡμ

 Πόνος πόθος πᾶς· εἰ δὲ καὶ χρηστοῦ νέου, πόνος τετραπλοῦς· εἰ δὲ καὶ φιλουμένου, πόνος δεκαπλοῦς· εἰ δὲ καὶ φίλου πλέον, πόνος πόσος. ῥάγηθι φιλῶν εἰς

Poemata Τοῦ ὑπερτίμου κυροῦ Μιχαὴλ τοῦ Ψελλοῦ πρὸς τὸν βασιλέα Μονομάχον

1

Οὐκ ἔστι τὸ ψαλτήριον, δέσποτά μου, βιβλίον, ὡς οἱ πολλοὶ νομίζουσι πάντως ἐξ ἀγνωσίας, ἀλλ' ἦν τὸ πρὶν δεκάχορδον ὄργανον, ὡς κιθάρα, ψαλτήριον καλούμενον ἐξ ἐτυμολογίας ἀπὸ τοῦ τὰ ψαλλόμενα τηρεῖν τοὺς μελῳδοῦντας· πρὸς τοῦτο τὸ ψαλτήριον οἱ ψαλμοὶ τοῦ προφήτου ἐμελῳδοῦντο σύμπαντες ἐμμέτρως γεγραμμένοι. ὕστερον δὲ τὸ σύνταγμα τῶν ψαλμῶν συντεθέντων ψαλτήριον ὠνόμασται ὡς ἐκ μετωνυμίας. ἔχει δὲ τὸ ψαλτήριον ψαλμούς, αἴνους καὶ μέλη. ἔχουσι δ' ἐπιγράμματα τοὺς σκοποὺς προδηλοῦντα δύσκολα καὶ δυσνόητα· τούτων τὴν γνῶσιν μάθε. Τὰ πλείω δ' ἀνεπίγραφα τυγχάνει παρ' Ἑβραίοις· εὐθὺς ὁ πρῶτος τῶν ψαλμῶν ἐπιγραφὴν οὐκ ἔχει, οὕτω μοι καὶ τὸν δεύτερον ἀνεπίγραφον ἔχε· σὺ δέ μοι μόνους μάνθανε τοὺς ἐπιγεγραμμένους. Τοῦ τρίτου τὴν ἐπιγραφὴν οὕτως εὑρήσεις, ἄναξ· «ψαλμὸς ∆αυίδ, ὅτ' ἔφευγεν Ἀβεσαλὼμ τὸν παῖδα.» ὁ γὰρ υἱὸς Ἀβεσαλὼμ ἀσύνετος τυγχάνων ὤδινεν ἐπανάστασιν κατὰ πατρὸς ἀθρόαν· ὃν ὁ ∆αυὶδ καταπλαγεὶς ἀπέδραμεν εὐθέως καὶ φεύγων καὶ θλιβόμενος ᾄδει θεῷ τὸν θρῆνον. Ἐπιγραφὴν ὁ τέταρτος «εἰς τέλος» ἔχει μόνον, νενικηκὼς γὰρ τὸν ἐχθρὸν ἐν τέλει τοῦ τροπαίου ψαλμὸν ποιεῖται τῷ θεῷ μετ' ᾠδῆς μελιρρύτου, «ἐν θλίψει» γὰρ «ἐπλάτυνας», φησίν, «εἰσήκουσάς μου»· ἢ πάλιν τέλος νόησον ἔξοδον τὴν ἐντεῦθεν. Ὁ πέμπτος «εἰς τὸ τέλος» δὲ «ὑπὲρ κληρονομούσης»· κληρονομοῦσα δέ ἐστι τοῦ θεοσδότου κλήρου ἡ σύμπασα τῆς ἐθνικῆς μερίδος ἐκκλησία, ἡ κληρονόμος αὕτη γὰρ ἐν τέλει τῶν αἰώνων. Ὁ ἕκτος ἐπιγέγραπται μόνον «ὑπὲρ ὀγδόης», ἤτοι τῆς ἀναστάσεως τοῦ μέλλοντος αἰῶνος· ἕβδομος γὰρ ὁ νῦν καιρός, ὄγδοος δ' αὖ ὁ μέλλων. «μὴ τῷ θυμῷ σου» γάρ φησιν «ἐλέγξῃς με, Χριστέ μου»· ὁρᾷς ὀδύνης ῥήματα φοβεροῦ κριτηρίου; Ὁ ἕβδομος ἐπιγραφὴν ἔχει τοιαύτην, ἄναξ· «ὃν ᾖσεν ὑπὲρ τοῦ Χουσὶ Ἰεμενεῖ κυρίῳ.» τοῦ γὰρ παιδός, ὡς εἴρηται, Ἀβεσαλὼμ μανέντος καὶ τοῦ προφήτου τοῦ ∆αυὶδ τὸ τάχος ἀποδράντος, εἷς ὢν τῶν φίλων ὁ Χουσὶ τοῦ θαυμαστοῦ προφήτου τρέχει πρὸς τὸν Ἀβεσαλὼμ φυγὼν ἐν ὑποκρίσει καὶ πείθει παραστρατηγῶν τὸν τύραννον ἐκεῖνον μὴ κατὰ πόδας ἕπεσθαι τῷ πατρὶ πεφευγότι, ἀλλὰ συντάττειν πόλεμον καὶ στρατὸν συναθροίζειν· κἀντεῦθεν ἀναπνεύσαντα τὸν ∆αυὶδ ἱστορεῖται συστῆσαι πόλεμον αὐτῷ καὶ καθελεῖν εἰς τέλος. ποιεῖται γοῦν ὑπὲρ Χουσὶ ψαλμὸν εὐχαριστίας. «Ὑπὲρ ληνῶν» ἐπίγραμμα ψαλμὸς ὄγδοος ἔχει· ληνοὶ γὰρ θεοπάτητοι τῶν ἐθνῶν ἐκκλησίαι, τὸ γλεῦκος ἀποστάζοντες τὸ τῶν εὐαγγελίων. Ὁ δ' ἔνατος ἀπόρρητος· «ὑπὲρ» γὰρ «τῶν κρυφίων τῶν τοῦ υἱοῦ» τὴν θαυμαστὴν ἐπιγραφὴν λαμβάνει. υἱοῦ δὲ τίνα κρύφια; ἡ κένωσις τοῦ λόγου· κρυφίως. γὰρ ταπείνωσιν τὴν κατάβασιν λέγει. «ἴδε» γὰρ «τὴν ταπείνωσιν», φησὶ πρὸς τὸν πατέρα, «ὁ τοῦ θανάτου τῶν πυλῶν ὑψῶν με παραδόξως.» οἱ δ' «εἰς τὸ τέλος» σύμπαντες ἐπιγραφὴν λαβόντες ἢ τὸ ἐν τέλει τρόπαιον δηλοῦσι παραδόξως ἢ τὸ κοινὸν καὶ γνώριμον τέλος τὸ τοῦ θανάτου. Ὁ δὲ πεντεκαιδέκατος ἔχει «στηλογραφίαν», ὅπερ ἐστὶ τὸ τρόπαιον, τῶν πράξεων ἡ στήλη. Τῷ μετ' αὐτὸν ἐπιγραφὴ ἡ «προσευχὴ» τυγχάνει. ψαλμὸς οὗτος ἀρρύθμιστος, ἐν θλίψει γεγραμμένος· «εἰσάκουσόν μου, κύριε, καὶ πρόσσχες τῇ δεήσει.» Τὸν δ' αὖ ἑπτακαιδέκατον μελῳδεῖ τῷ δεσπότῃ, ὅταν ἐρρύσθη τῶν ἐχθρῶν καὶ τοῦ Σαοὺλ ἐκείνου· οὕτως γὰρ ἐπιγέγραπται σαφῶς καὶ πολυστίχως. Τὸν δ' εἰκοστόπρωτον ψαλμὸν αὐτὸς ὁ λόγος ᾄδει, κρυφίως δ' ἐπιγέγραπται καὶ συγκεκαλυμμένως «ὑπὲρ τῆς ἀντιλήψεως ἐν τέλει τῆς πρωΐας». ἑωθινὴ δ' ἀντίληψις ἡ κένωσις τοῦ λόγου, ὡς ὄρθρος