Annales

 βούλεται ὁ θεός, νικᾶται φύσεως τάξις. εἰ γὰρ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, εἰ καὶ τοὺς στύλους τῆς γῆς αὐτὸς ἐστερέωσε, καθά φησιν ὁ ∆αβίδ, εἰ

 Ἰωσήπου· σκότους γὰρ ἐκεῖνος ὡς Ἰουδαῖος ὑπάρχων μεστὸς ἀναβλέψαι πρὸς τὸ φῶς οὐκ ἠθέλησεν. ἔνθεν τοι καὶ τὴν νύκτα τῆς ἡμέρας προέταξε. Καὶ ἐγένετο ἑ

 τούτου γίνεται καὶ παρὰ τὴν τῶν ὑπογείων ἀνέμων κίνησιν. διὰ γὰρ τοῦτο καὶ ἐπιόντων μεγάλων σεισμῶν ἄνεμοι τῷ τότε οὐκ εἰσίν, ὡς ἐγκλειομένων αὐτῶν ὑπ

 ταῦτα οὕτως ἔχει, καὶ ὅτι τὰ ὕδατα καθάπερ τι θεμέλιον ὑπανέχουσι τὴν γῆν, ὁ χρυσορρήμων Ἰωάννης ἐν τῇ βίβλῳ τῶν ἀνδριάντων ἀριδηλότερον ἔδειξε, κατὰ

 ἑψόμενον κἀντεῦθεν τὴν χρείαν μετρίως παραμυθούμενον· τηνικαῦτα γὰρ σπόγγοις ὑποδεχόμενοι τοὺς ἀναγομένους ἐκεῖθεν ἀτμοὺς ἴαμα δίψης ἐν ταῖς ἀνάγκαις

 γῆ, ἵνα φυλάξῃ τοὺς νόμους τοῦ κτίσαντος, πᾶσαν ἰδέαν αὐξήσεως διεξελθοῦσα, εὐθὺς πρὸς τὸ τέλειον ἤγαγε τὰ βλαστήματα. καὶ λειμῶνες μὲν γὰρ ἦσαν βαθεῖ

 τοῖς ἡμέροις δριμύτερον πρόσεστι, πρὸς τὰς ἀγρίας ἀδήλως ἐκπέμπεται. καὶ τοὺς ὀλύνθους δὲ προσδήσαντες τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν τὴν ἀτονίαν ἰῶντα

 συναχθήτω» γάρ φησι τὰ ὕδατα.» καὶ τὸ εἴσω δὲ τῶν ὅρων περιγεγράφθαι τὴν θάλασσαν ἀπὸ τῆς πρώτης νομοθεσίας ἐστί. πρόσεχε, ἀγαπητέ. συνήχθη τὸ ὕδωρ εἰ

 ὀξώδη ἢ ἐλαιώδη, τεφρώδη, καὶ ὅσα τοιαῦτα· τὰ πάντα γὰρ τῆς ποιότητος ἐκεῖθεν μετέχουσιν ἀφ' ἧς γῆς διέρχονταί τε καὶ ἀνέρχονται. οὕτω μὲν οὖν καὶ τὰ

 ὅτι τὴν γῆν ἅπασαν οἷά τις κυκλοῖ ποταμός· περὶ οὗ εἰρηκέναι μοι δοκεῖ ἡ γραφὴ ὅτι ποταμὸς ἐκπορεύεται ἐκ τοῦ Παραδείσου, πότιμον καὶ γλυκὺ ὕδωρ ἔχων.

 μέντοι τῆς τετάρτης ἡμέρας, ἤγουν πρὸ τοῦ δημιουργηθῆναι τοὺς δίσκους, καθά φησιν Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς Χριστοῦ καὶ ὁ λοιπὸς τῶν πατέρων κα

 ἑπτακαιεικοσιπλασίονα τῆς γῆς τὸν ἥλιον ἔφησαν εἶναι, Ἀναξαγόρας δὲ Πελοποννήσου μείζονα. καὶ ἕτεροι πάλιν ποδιαῖον τὸν τοιοῦτον ἐφρόνησαν ἥλιον. τὰ α

 ὑπερέχουσα. οὕτω μὲν οὖν ἐκ τῆς αἰτίας ταύτης καὶ τὰ κατὰ τὸν ἀέρα πάθη συνίστανται, ὡς μαρτυροῦσιν ἡμῖν αἱ κατὰ τὴν νουμηνίαν πολλάκις ἀπὸ γαλήνης κα

 ἀλλ' ἐπὶ πᾶσι καλῶς ὑποτάσσεσθαι. Πρὸς τούτοις δὲ καὶ ἕτερον ἡμῖν ὑπεμφαίνει παράδοξον ἡ σελήνη ἐκλείπουσα, ὡς ὁ θειότατός φησιν Ἀναστάσιος· καθάπερ γ

 πλεῖστον μεταβολὴν τοῦ ἀέρος ἐνδείκνυται. πολλὰ δὲ καὶ περὶ σελήνην αὐξανομένην ἢ λήγουσαν οἱ τούτοις ἐσχολακότες τετηρήκασι σημειώδη, ὡς τοῦ περὶ γῆν

 συγγινώσκειν ἄξιον ἦν, οὐ μὴν ἐπιφέρειν μάστιγας, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν. καὶ γὰρ ἐν οἷς ἐξέθετο λόγοις περὶ εἱμαρμένης καὶ τάδε διέξεισι. τοῖ

 ἀστέρων ἀκτινοβολίας ἐπὶ τούτοις παρείσαγε. ἄφες ἐπὶ ματαίοις ματαιάζειν αὐτούς. ἐπὶ πᾶσι γὰρ τούτοις ἡ αἰτία σαφής. εἰ μὲν οὐκ ἐτίκτοντο βρέφη δίδυμά

 μέν ἐστιν, οὐκ ἔχει δὲ τὸ φλέγον· λεπτομερὴς γὰρ ἡ οὐσία αὐτοῦ. ἀλλὰ καὶ τὰ σώματα ταχέως παρέρχεται, ὅθεν οὔτε καίει οὔτε μελαίνει αὐτά. εἰ γὰρ καὶ π

 τῇ νήσῳ ὀκτωκαιδεκάωρος μὲν ἡ ἡμέρα ἐστίν, ἑξάωρος δὲ ἡ νύξ. καὶ οὐ μόνον ἑξάωρος, ἀλλὰ καὶ τὸ σκότος αὐτῆς οὐ πάνυ βαθύ, τοιοῦτον δὲ εἰπεῖν ὁποῖόν ἐσ

 ἡλίου δὲ χορηγεῖται τῇ σελήνῃ τὸ φῶς, ὅτι καὶ ἐκ τοῦ Χριστοῦ τοῦ νοητοῦ ἡλίου καταλάμπεται ἡ ἐκκλησία καὶ πάντες οἱ ἅγιοι· ἐκ τοῦ πληρώματος» γάρ φησι

 καὶ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου γίνεται· ἀρραγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο, διὸ καὶ ὀστρακόδερμον

 κλάδους αὐτῆς ὑποκλίνει τῷ ἄρρενι, καὶ ὅπως πάλιν πρὸς 71 ὄρθιον ἔρχεται σχῆμα τῆς συναφείας οἷον ἐναπολαύσασα, ποίαν ἀκοὴν οὐκ ἐμπίπλησι θαύματος; ἄτ

 περὶ τῶν ἰχθύων εἰδέναι. τὸ μὲν γὰρ ἄρρεν καὶ θῆλυ ἰδίως νήχονται, οὐ συγγίνονται δέ, ἀλλ' ἀσπόρως ἐξ ὕδατος καὶ πνεύματος τοῦ ἀνέμου τίκτονται, τὴν π

 ἀέρι ἐμφερομένων ἐπινενόηται. Πρόσεχε λοιπόν. ἄλλη καὶ γὰρ κατασκευὴ τοῖς σπερμολόγοις ὄρνεσι καὶ ἄλλη τοῖς σαρκοβόροις, τῷ τρόπῳ τῆς διαίτης αὐτῶν πρ

 ἀπωθούμενος, διὰ τὸ τῆς τροφῆς ἐπίπονον ὃν ἐγέννησεν ἀποποιούμενος. ἀλλ' οὐκ ἐᾷ τοῦτον ἡ φήνη διαφθαρῆναι, ἀλλ' ὑπολαβοῦσα αὐτὸν τοῖς οἰκείοις αὐτὴ νε

 ἐφιζάνει τοῖς δένδρεσι, τὰ Πυθαγόρου ὥσπερ διδαχθεῖσα διδάγματα. πῶς δὲ καὶ φθαρτικὰ πτερῶν ἑτέρων ἀετῶν τυγχάνει πτερά; σηπεδονώδους ταῦτα μετειλήφασ

 τίνος ἕνεκεν ἡ παράδοξος αὕτη περὶ τὰ ἔγγονα τῷ πελεκᾶνι συμπάθεια. σκιαγραφῆσαι γὰρ ὁ κύριος τὰ καθ' ἡμᾶς πάντα κἀν τῷ πτηνῷ τούτῳ θέλων ἀνέκαθεν, ὅτ

 γάρ. καὶ δίπους μέν ἐστιν ὡς ὄρνις, διχηλεῖ δὲ ὡς τετράπους. ἀλλὰ καὶ μονότοκον οὐδὲν τῶν ὀρνίθων ἐστίν, εἰ μὴ μόνος ὁ κόκκυξ διὰ τὸ ψυχρὸν τῆς αὐτοῦ

 γὰρ καὶ φυσικῷ λογῷ τὰ πάντα γίνεται σήμερον, ἀλλ' ἐκεῖθεν ἐσχήκασι κατ' ἀρχὰς τὴν ὁρμήν. κατὰ τοῦτο καὶ ὁ μέγας Βασίλειος λέγει ὅτι ποιεῖ μὲν ἡ φύσις

 ἀλεξητήριον οἴδασι. καὶ πάρδαλις λύθρον αἰγὸς ἀγρίου σωτήριον οἴεται. καὶ πτηνὸς ἱέραξ τὸν ὀπὸν τῶν πικροφύλλων θριδακίων ὀπτικὸν ἀχλύος ἐπίσταται φάρ

 μέγας Βασίλειος ἐν τῇ εἰς τὸν προφήτην Ἠσαΐαν ἑρμηνείᾳ περὶ τούτων οὕτω φησὶ τοῖς μὲν ἀλόγοις εὔκολον δέδωκε τὴν πρὸς τὸ ζῆν ἀφορμήν, τροφὰς αὐτομάτου

 ταῦτα δὲ πάντως εἰς αὐτὸν ἀνάγεται τὸν διάβολον, ὅστις ἀπὸ μικροῦ μὲν ἄρχεται, εἰς μεγάλα δὲ καταντᾷ. ἐφ' ᾧ καί τις τῶν πατέρων ἔλεγε τὰ μικρὰ τῶν ἁμα

 οὐκοῦν ἀποκρύπτεται οἷά τις τῶν στρατιωτῶν ἄνοπλος δεδιὼς παρατάττεσθαι. μόνη δὲ ἡ ἔλαφος ἀποβάλλεται τὰ κέρατα χάριν ὠφελείας, ὡς Ἀριστοτέλης φησί· β

 Γαληνὸν εὑρίσκομεν τῷ κεφαλαίῳ τῷδε συνομολογοῦντα, καὶ οὕτω κατὰ ῥῆμα λέγοντα ἐμοὶ δὲ καὶ λόγος τις ἀρχαῖος ἐμήνυσεν ὅτι τῶν ἀμόρφων τις δυναστῶν εὔμ

 καὶ τάδε φησίν ἀλλ' ἐγὼ τοῦτο μέντοι, τὸ βέλος ἰῶδες ἐκπέμπειν τοὺς ὀφθαλμούς, ἀποπέμπομαι ὡς δημῶδες καὶ τῇ γυναικωνίτιδι παρεισαχθὲν ὑπὸ γραΐδων· ἐκ

 καὶ θηριακὴν τὸ τοιοῦτον διὰ τὰς τῶν θηρίων σάρκας ἐπονομάζουσι, καὶ ὅτι τοῖς ἀπὸ τῶν ὄφεων δήγμασι καὶ μάλα τὸ τοιοῦτον ἁρμόττει. τῆς δὲ τοιαύτης ἐπι

 καὶ τὰς ἡλιακὰς μαρμαρυγὰς οἱ λέοντες φεύγοντες δι' ὅλης ἡμέρας καὶ ἄκοντες κρύπτονται· εἰ μὴ γὰρ τοῦτο ἦν, τάχα ἂν ἀκωλύτως ἐν ἡμέρᾳ περιπατοῦντες οὐ

 ἡ δὲ θήλεια οὐκέτι. ἀλλὰ καὶ οἱ ἐκτεμνόμενοι ὕες χαυλιόδοντας οὐκ ἔχουσι, διότι τὴν φύσιν πρὸς τὸ θηλυπρεπὲς μεταμείβουσι· καὶ γὰρ αἱ θήλειαι τούτων ἐ

 καιροῦ, ἵνα τῷ ἄρρενι συνέρχηται. ἀλλὰ καὶ ἐν τῷ τίκτειν κινδυνεύει ἡ ἄρκτος. ἐν δὲ νυκτὶ ὠδίνουσα προσέχει τῷ τῆς ἄρκτου ἄστρῳ, 123 καὶ οὕτω τίκτει ε

 ἐν τῇ Λιβύῃ. τοῦ δὲ χειμῶνος διὰ τὸ γίνεσθαι πίνει. ὃ γοῦν ἐκεῖσε εἴθισται, τοῦτο καὶ ἐν ἄλλοις τόποις τὰ ζῶα ταῦτα παραγενόμενα σώζει τὸ ἔθος. καὶ πε

 τυγχάνει· ἐξῆλθε γάρ, φησιν, ἀπὸ τῆς γῆς σὺν αὐτῇ τῇ ψυχῇ· ἐξαγαγέτω» γάρ φησιν ἡ γῆ ψυχὴν ζῶσαν.» ὁ δὲ ἄνθρωπος μόνος ἀθανασίας μετέσχηκεν, ὅτι διὰ τ

 ἀναστὰς ὁ κύριος ἐκ νεκρῶν ἐνεφύσησε τοῖς μαθηταῖς καὶ εἶπε λάβετε πνεῦμα ἅγιον.» οὐδὲ γὰρ ἠνέσχετο καὶ αὖθις ἡμᾶς ἀποδεῖξαι τοῦ παναγίου μετέχοντας π

 λοιποῖς ὁμοίως ἑκάστῃ τῶν αἰσθήσεων συνδιατίθεται. κατὰ τοῦτο καὶ ὁ ∆αμασκηνὸς Ἰωάννης ἔλεγε τὸ ἀλογώτερον μέρος τῆς ψυχῆς παθητὸν εἶναι καὶ ὀρεκτικόν

 ἀλλ' οὐκ ἔστιν ἐν ὅλῳ τῷ σώματι, ἔν τινι δὲ μέρει αὐτοῦ συνείλεκται. οὐκοῦν ἀνάγκη νεκρὰ τὰ λοιπὰ γίνεσθαι μέρη· τὸ γὰρ ἄψυχον πάντως νεκρόν. ἀλλ' οὐδ

 προσοῦσαν δειλίαν. ἐὰν δὲ τὸ ξηρὸν ὑπερτερήσῃ στοιχεῖον, νηφάλιόν τινα καὶ γρήγορον ἀποτίκτει ἄνθρωπον. ἐφ' ᾧ καί τις σοφός, ᾧ ὄνομα Ἡράκλειτος, ἔλεγε

 μεταλαμβάνουσι τῆς γῆς καὶ τῆς ποιότητος τῶν τόπων δι' ὧν παρέρχονται, καὶ διὰ τοῦτο παρηλλαγμένην ἔχουσι τήν τε γεῦσιν αὐτῶν καὶ ποιότητα. ὅρα γὰρ ὅτ

 κελευόμενα δυναμένας· δυνατοὶ» γάρ φησιν ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ.» ἀλλὰ καὶ κατὰ πᾶσαν ἱερὰν διακόσμησιν αἱ μὲν ὑπερβεβηκυῖαι τάξεις ἔχουσι κ

 καὶ ἐθνῶν καὶ τόπων προΐστανται, καθὼς ὑπὸ τοῦ δημιουργοῦ ἐτάχθησαν. ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὁ ἐν πατριάρχαις ἁγιώτατος Γερμανὸς ἀριδηλότερον τοῦ

 κτίσεως ἐννοεῖ καὶ ποιεῖ τὰς ἀγγελικὰς καὶ οὐρανίους δυνάμεις, ὡς μόνος αὐτὸς οἶδεν.» ἀλλὰ καὶ ὁ Σεβῆρος, ναὶ μὴν καὶ ὁ ∆ιόδωρος αὐτός τε ὁ μέγας Ἀμφι

 σώματα, σαφῶς δείκνυσι τὴν τῆς ἀξίας διαφοράν.» Πρόσεχε, ἀγαπητέ. βουλόμενος ὁ θεὸς τιμῆσαι τὸν ἄνθρωπον, φυτεύει παράδεισον πρότερον, καὶ οὕτω τίθησι

 μέλος ἀπήχησεν, ἡνίκα δὲ εὐρυπόρους εὕρῃ αὐλούς, τότε τὴν αὑτοῦ τέχνην ὅλην ὑπέδειξεν, οὕτω καὶ ψυχή, ὡς ὁ θεολόγος Γρηγόριος ἐν τοῖς ἐμμέτροις αὐτοῦ

 τῶν ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανε

 ὅτι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖνο καθ' οἷον δή τινα τρόπον οὐκ ἔπασχε, φθορᾶς ἁπάσης ὑπέρτερον ὄν, ὁ χρυσορρήμων Ἰωάννης ἐπι 166 πλέον διδάξει σε σαφέστερον

 ἀθανασίᾳ τιμήσας αὐτόν. εἰ γὰρ καὶ τὴν γενησομένην αὐτοῦ μετ' οὐ πολὺ παρεκτροπὴν οὐκ ἦν ἀγνοῶν, ἀλλ' ἐπειδὴ καταδικάζειν ἐκ μόνης 169 οὐ θέλει προαιρ

 διηνεκές, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησιν· εἴπερ οὖν ζωῆς αἰωνίου ἀπόλαυσιν ἐχαρίσατο τῷ ἀνθρώπῳ κατ' ἀρχὰς ὁ θεός, ὡς ὁ μέγας φησὶ Βασίλειος· εἴπερ οὖ

 ἐν τῷ εἰς τὴν ἐξορίαν τοῦ Ἀδὰμ λόγῳ αὐτοῦ τὴν ἀπορίαν ἐπιλύσει σοι ταύτην, οὕτω λέγων παρέβη τὴν ἐντολὴν ὁ Ἀδάμ, ἔφαγεν ἀφ' οὗ παρηγγέλθη μὴ φαγεῖν, κ

 καὶ μᾶλλον οἱ θεῖοι πατέρες οὐδὲν ἡμῖν ἕτερον ἐπαγγέλλεσθαι λέγουσι τὴν ἐκ νεκρῶν ἀνάστασιν ἢ τὴν πρὸς τὸ ἀρχαῖον τῶν πεπτωκότων ἀποκατάστασιν. καὶ πρ

 τινα παραπλησίως ἡμῖν, ἅτε δὴ παθῶν παντοίων ὑπέρτερον ὄν), φαίνεται πάντως ὅτι καὶ ἀθανασίας ὑπῆρχε μέτοχον, ὡς ὁ λόγος ἤδη φθάσας ἐδήλωσεν. ὅτι δὲ φ

 ἦν, ἐπεὶ πῶς ἀθάνατον ἔμελλε μεῖναι τὸ κακόν, εἰ μή γε καὶ μετὰ τὴν ἀπάτην ὁ ἄνθρωπος ἀθανασίᾳ συζῆν ἔμελλε, καθὰ δὴ καὶ τὸ πρότερον; συγκεχώρηται λοι

 μὲν οὖν καὶ περὶ τοῦ φυτοῦ ἐκείνου, τοῦ ξύλου δηλονότι τῆς γνώσεως διανοεῖσθαί σε ἄξιον, εἴγε καὶ δια187 φωνίαν ἐπὶ τούτοις τινὰ παρεμπίπτουσαν ἔχομεν

 βίον εἰσήλθοσαν, ὡς ὁ λόγος ἤδη φθάσας ἐγνώρισεν, φαίνεται πάντως ὅτι πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος οὐκ εἶχε τὸ καταναγκάζον αὐτὸν αἰσθητῆς ἅπτεσθαι βρώ

 ἐκινδύνευσε. πρόσεχε οὖν, ἀγαπητέ, καὶ μὴ συναρπάζου τοῖς ἐπιχειροῦσι τὰς θείας οἰκονομίας πολυπραγμονεῖν. 193 οὐ γὰρ ἡ εὐεργεσία τοῦ θεοῦ πρόξενος ἡμ

 ὡμοιωμένη καὶ ἡ πρὸς τὴν διαφορὰν ταύτην τῶν σχημάτων 196 διῃρημένη τελευταῖον κατασκευασθεῖσα.» καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὴν ἁγίαν ἐπιφέρει γραφὴ

 τοῦτο, οὐκ ἔστι. καὶ δῆλον ἐξ ων ὁ προφήτης λέγει ∆αβίδ μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, 199 οἷς οὐκ ἔστι σύνεσις.» ἄλλως τε εἰ διὰ τὸ τιμωρηθῆναι τὸν

 δὲ 2 ποιητὴν τῇ τῶν ἀγγέλων ἐπιστασίᾳ φρουρῆσαι τὸ τῶν ἀνθρώπων γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος, ἀοράτως ἐπιών, ἀδεῶς διαφθείρῃ οὓς διὰ φθόν

 μόνος ὁ θεός. καὶ πείθου τῷ θείῳ ∆αβὶδ πρὸς τὸν θεὸν οὕτω λέγοντι σὺ γινώσκεις τὰς καρδίας μονώτατος.» Ἀλλὰ ταῦτα μέν, ἀγαπητέ, κατ' ἐπιτομὴν ὁ λόγος

 ἐμπαίζει καὶ τοῖς ἐν οὐρανῷ λέγουσι τὸν παράδεισον εἶναι καὶ πνευματικόν. εἰ γὰρ ἄνω ἦν, κατέρχεσθαι ἂν ἐλέγοντο οἱ ποταμοί, οὐ μὴν ἐξέρχεσθαι. ἐντεῦθ

 τὸ λογικὸν ἐχαρίσατό σοι ὁ τῶν ὅλων πρύτανις, ἵνα συμμάχῳ καὶ τῷ θυμικῷ χρώμενος γενναίως ἀνθίστασαι κατὰ τῆς ἀλόγου καὶ βοσκηματώδους ψυχῆς, τῆς ἐπιθ

 ζῶα καὶ τὸν ἄνθρωπον. οὐ γνώμας λοιπὸν οἱ ἀστέρες μετατρέπουσιν, οὐδὲ καθάπερ τι ἀνδράποδον τὸν κατ' εἰκόνα θεοῦ περιάγουσιν ἄνθρωπον. οὐδὲ γὰρ εἰς το

 διειδῶν τόπου τε ὑγιεινοῦ καὶ καταλλήλων ὡσαύτως βρωτῶν καὶ ποτῶν. ἀλλ' ὅρα τὴν τοῦ θεοῦ σοφίαν, ἀγαπητέ, εἴ γε καὶ φυσιολογίας μικρὸν ἅψασθαι. ἵνα γὰ

 κατὰ φύσιν ἐπεκτείνουσα τοῦ ἐγκεφάλου ξηρότητα, ποιεῖν εἴωθε τοιαῦτα συμπτώματα. κατὰ γὰρ τοῦτο καὶ ὑγροτέρᾳ διαίτῃ κεχρῆσθαι τοὺς οὕτω διατεθέντας ἐπ

 μὴν αὐτοῖς τοῖς πιστεύουσι. Καὶ ὁ μὲν Κάϊν, ἀγαπητέ, μεῖζον ἥμαρτεν ἢ ὁ Ἀδάμ. καὶ δῆλον ἐκ τῆς γεγονυίας πρὸς αὐτοὺς κατάρας τοῦ θεοῦ. ἐπὶ μὲν γὰρ τοῦ

 δὲ παρ' αὐτοῖς Ἀναβατιανὸν λεγόμενον, περιέχον ἃ εἶδεν ὁ Παῦλος καθ' ὃν ἀνέβη καιρὸν εἰς τρίτον οὐρανόν. βιβλίον δὲ τὸ τοιοῦτόν ἐστι παρ' αὐτοῖς, ὅτι

 παραμυθούμενος ὁ θεὸς τὸν Ἐνὼχ μετέθηκεν, ὁ μέγας Ἀθανάσιος ἐν τῷ εἰς τὴν ἀνά- ληψιν λόγῳ αὐτοῦ σαφῶς οὕτω διείληφε θάνατος μὲν εἰσῆλθε διὰ τὴν παρακο

 καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. καὶ εἶπε κύριος ὁ θεός οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶ

 ἀληθῶς ὁ δεσπότης πάντων Χριστὸς καὶ ἡμῖν, ὅπερ εἶπε τοῖς Ἰουδαίοις, ἡνίκα καυχώμενοι ἔλεγον ἡμεῖς ἐκ τοῦ πατρὸς ἡμῶν τοῦ Ἀβραάμ ἐσμεν.» καθάπερ γὰρ ἐ

 δὲ καὶ θυίας προσφέρειν αὐτῷ τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε, τὰς μὲν τρεῖς συζυγίας εἰς τὴν αὔξησιν τοῦ γένους, τὸ

 μέντοι πύργος ἐκτίζετο οʹ καὶ βʹ τοῦ κτίσματος ἀρχηγῶν ὄντων. κατὰ τούτους λοιπὸν καὶ ἡ διαίρεσις τῶν γλωσσῶν γέγονε, χείλους ὄντος ἑνὸς καὶ φωνῆς ἐπὶ

 ἐν ἀνθρώποις. οὗτος ἔσχε πρῶτος εἰς ἑαυτὸν τὸ τῆς θεότητος ὄνομα. ἀλλὰ καὶ Νῖνος ὁ ἐκείνου παῖς πρῶτος Ἀσσυρίων ἐπιφανῶς βασιλεῦσαι λέγεται, οὗ ἐπώνυμ

 ταπείνωσις, ὅτε τις ἑτέρῳ παραχωρεῖ τῶν πρωτείων, καθὰ δὴ καὶ Ἀβραὰμ ποιεῖ, ἵνα δὲ μὴ διαδικάζηται μετὰ τοῦ Λὼτ καὶ τῶν ποιμένων αὐτοῦ· ἐφ' ᾧ καὶ ὁ μὲ

 γὰρ αὐτὴν εὐπρεπεστάτην οὖσαν πρὸς γάμου κοινωνίαν λαβεῖν, εἴγε καὶ μᾶλλον ἀδελφὴ τοῦ Ἀβραὰμ ἐλέγετο εἶναι. εἰ γὰρ ἀνεψιάν φησι τὴν Σάρραν ὁ Ἰώσηπος τ

 τούτου χάριν ἔφη ὁ θεὸς μετὰ τὴν θυσίαν γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ κακώσουσιν αὐτοὺς ἔτη υʹ, τετάρτῃ δὲ γενεᾷ

 ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; ἐπεὶ οὖν ἑτέρα ἱερωσύνη ἐλθεῖν ἔμελλεν, ἀνάγκη πᾶσα καὶ πολιτείαν ἑτέραν συνεισελθεῖν. καὶ τοῦτο δηλῶν ὁ Π

 πᾶσα τοὺς ἀγγέλους πρῶτον ἀνέρχεσθαι, καὶ δι' αὐτῶν τὰς αἰτήσεις ἡμῶν, εἶθ' οὕτως τὰς θείας ἄνωθεν δωρεὰς κατέρχεσθαι πρὸς ἡμᾶς. ἐπὶ γὰρ τούτῳ καὶ ἀγγ

 Ἰωσήπου· ἐν γὰρ τῇ προφητείᾳ τοιοῦτον ῥητὸν γεγραμμένον οὐχ εὕρηται. καὶ περὶ μὲν τούτων οὕτως. Κρατεῖ δὲ μετὰ ταῦτα τῶν Ἀσσυρίων καὶ Σαρδανάπαλος, δι

 μέντοι Φίλιππος Μακεδονίας βασιλεύσας καὶ Θεσσαλίαν ὑποτάξας πόλιν ἐν αὐτῇ κτίζει καὶ Θεσσαλονίκην καλεῖ. μετὰ τοῦτον Ἀλέξανδρος. ὅτε τοίνυν οὗτος κατ

 ἐνδότερον δέ εἰσιν ἄνθρωποι ἀνθρώπους ἐσθίοντες. Χαλδαίοις νόμος μητρογαμεῖν καὶ ἀδελφοτεκνοφθορεῖν. παρ' Ἀγιλαίοις αἱ γυναῖκες αὐθεντοῦσι τῶν ἀνδρῶν

 κατὰ νύκτα ὁράσεις δύο ὁ Φαραώ. ἀμηχανοῦσιν ἐπὶ τούτοις οἱ τῶν Αἰγυπτίων σοφοί. καλεῖται ὁ Ἰωσήφ, τοῦ οἰνοχόου τοῦτο προτρέψαντος. ἡ δὲ ὅρασις βόες εὐ

 αὐτῷ ἐχαρίσατο. οὐκοῦν τῶν ροʹ τὰ ἡμίση πʹ καὶ εʹ τυγχάνουσιν. ἐντεῦθεν οὖν εὑρίσκονται τὰ πάντα ἔτη τοῦ Ἰὼβ σνεʹ. εἰ δέ γε τὸν πάντα χρόνον τῆς ζωῆς

 ἑαυτοῖς τρέφουσι λανθάνοντες· εἶτα δείσας Ἀμρὰμ μὴ κατάφωρος γέννηται, πλέγμα τι βύβλινον ποιήσας καὶ ἀσφαλτώσας αὐτῷ τὸ παιδίον ἐντί280 θησι καὶ κατὰ

 μεταβάλλει, ἐπὶ δὲ τοῦ Φαραὼ εἰς δράκοντα, ἵνα τῷ μεγέθει καταπλήξῃ αὐτούς. δῆλον δὲ ὅτι ἀληθὲς τοῦτο τὸ σημεῖον ἦν, τὸ δὲ τῶν μάγων φαντασία· διὸ καὶ

 περιεῖλε τὴν κυνόμυιαν ἀπὸ τοῦ Φαραω, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι αὐτούς. Πέμπτη πληγὴ ἡ τῶν τετραπόδων φθορά. ἰδού» γάρ φησι πρὸς Φαραὼ ὁ Μωσῆς, ὅτ

 ἀπολύειν τὸν λαὸν ἐπηγγέλλετο, ἡνίκα δὲ ἠφίει τῶν βασάνων αὐτόν, ἐσκληρύνετο. ὃ δὴ καὶ ἡ γραφὴ σημαίνουσα ἔλεγεν ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐ

 βατράχους ἐξήγαγον, οὐ μὴν καὶ ἀπαλλάξαι αὐτῶν τὰς τῶν Αἰγυπτίων ἠδυνήθησαν οἰκίας. καὶ εἰς μὲν τὸ παιδεύειν τοὺς Αἰγυπτίους καὶ τοῖς φαρμακοῖς ἐνεδίδ

 νηστεῦσαι τὸν κύριον ἔλεγεν. 296 Ἐπὶ τούτοις εἰδέναι σε χρὴ ὡς εἰ καὶ χάριν τινὸς δῆθεν συμφέροντος χρήσεταί τις τῇ ἁμαρτίᾳ, οὐδὲ οὕτως ἀνεύθυνος. καὶ

 πνεύματι λατρείας βίβλῳ αὐτοῦ καὶ τάδε φησίν, ὅτι προσκρούσας ὁ Ἰσραὴλ τεσσαρακοστὸν ἔτος ἐπλανᾶτο κατὰ τὴν ἔρημον· ὅρκῳ γὰρ ὤμοσεν ὁ θεὸς μὴ εἰσάξειν

 τοιοῦτον ἰδεῖν. τίνος ἕνεκεν; ἐπειδὴ νόμου παράβασις ἦν. διδάσκων γὰρ αὐτοὺς τῶν φροντίδων ἐλεύθερον βιοῦν, ὑπέσχετο καθ' ἑκάστην ἡμέραν παρέχειν τὴν

 εἴδωλον καὶ τὸ ὁμοίωμα· τὸ γὰρ ὁμοίωμα τινός ἐστιν ὁμοίωμα εἴτε χερσαίου ζώου εἴτε θαλαττίου εἴτε πτηνοῦ, τὸ δὲ εἴδωλον κατὰ τὴν Ὠριγένους ἐξήγησιν ἀν

 ἀκμαζόντων συλλαβὼν τὰς ἀλώπεκας, καὶ τῶν οὐρῶν αὐτῶν ἐξάψας λαμπάδας ἡμμένας, ἀφίησιν εἰς τὰς ἀρούρας τῶν Παλαιστινῶν, καὶ οὕτω τοὺς καρποὺς αὐτῶν δι

 ἐκτήσατο ὁ Σαμψών, οὐ παρελθεῖν ἄξιον. ἐπειδὴ γὰρ οἱ Ἰσραηλῖται τεσσαρακονταετῆ χρόνον τοῖς ἀλλοφύλοις δουλεύσαντες τοῦ θεοῦ τέλεον ἐπελάθοντο, δικαίο

 μέλιτος ἔφαγεν, ὅπερ ἐν νεκρῷ λέοντι ἐξύφαναν μέλισσαι; πῶς δὲ καὶ διψήσαντα διὰ τῆς ἀκαθάρτου καὶ μιαιφόνου σιαγόνος παρεμυθήσατο ὁ θεός, ἐὰν ὁ κόραξ

 Ἀρταξέρξου. οὗτος ὁ Μαρδοχαῖος ἐν τῇ αὐλῇ τοῦ βασιλέως ἀκούσας δύο εὐνούχων μελετώντων κατὰ τοῦ βασιλέως ἀνέφερε περὶ τούτων αὐτῷ· οι καὶ ἀπώλοντο. το

 νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σύν σοι ἤμην. καὶ νῦν ἀπέστειλέ με ὁ θεὸς ἰάσασθαί 321 σε καὶ τὴν νύμφην σου Σάρραν. ἐγώ εἰμι Ῥαφαὴλ εἷς τῶν ἑπ

 ὑπῆρχε φυλῆς, υἱὸς τοῦ Κίς, ὁ καὶ τὴν μορφὴν ἄριστος καὶ τὸ σῶμα μέγας. τὰς ὄνους τοῦ πατρὸς ἀπώλεσε, καὶ πρὸς τὸν προφήτην Σαμουὴλ ἔρχεται περὶ ἐκείν

 ἔφη ὁ θεός, καὶ λαβὼν τὸ ἅγιον ἔλαιον εἰς Βηθλεὲμ ἄπελθε πρὸς Ἰεσσαί, καὶ χρῖσαι εἰς βασιλέα ἕνα τῶν υἱῶν αὐτοῦ.» ἔρχεται οὖν, καὶ πάντων ἄλλων ἀποδοκ

 οὔτε τὸ πρῶτον ὡς δυσσεβὲς καταδέχεται οὔτε πάλιν τὸ δεύτερον· εἰ γὰρ δαίμων ἦν ὁ φανείς, οὐκ ἂν ἀληθῆ ἐφθέγγετο ῥήματα. οὐκοῦν αὐτὸς ὁ θεὸς τὸ εἶδος,

 πείθει αὐτὸν ὁ Ἀχιτόφελ εἰς τὰς παλλακὰς εἰσελθεῖν τοῦ πατρός, ἔπειτα συμβουλεύει αὐτῷ μετὰ στρατιᾶς ὁρμῆσαι κατὰ τοῦ ∆αβίδ. μὴ εἰσακουσθεὶς δὲ διὰ τὸ

 ἡμέρᾳ, ὁ δὲ κατ' ἐχθρῶν ἐκπηδήσας οὐκ ἂν ἐπαύετο εἰ μὴ ἐννακοσίους ἀνεῖλε. τοσοῦτον γὰρ τολμηροὶ ἦσαν ὡς καὶ τρεῖς ἐξ αὐτῶν πρὸς Βηθλεὲμ ἀπελθεῖν καὶ

 τοσαῦτα ἔτη, ὅπως ἀποκαμόντες τῇ εἰς τὰ ὄρη περιπλανήσει τὸν ἕνα τόπον τὴν Ἱερουσαλὴμ ἀγαπήσωσι. Ταῦτα δὲ τ κατά γε τὸν παλαιὸν ναόν, ὃς εἰς τρία διῄρ

 ἐκεῖθεν ἠλαύνετο. δῆλον δὲ τοῦτο γίνεσθαι διά τινος ὑποτεθέντος ἀγγείου μεστοῦ ὕδατος· συνεταράσσετο γὰρ τὸ τοιοῦτον ὕδωρ ἐκείνου ἐξερχομένου.» ταῦτα

 εἰδώλοις πασῶν τῶν γυναικῶν αὐτοῦ. ὡς ἐντεῦθεν καὶ τὸν παραβάτην Ἰουλιανὸν ὁρμηθῆναι 346 καὶ εἰπεῖν ὅτι τὸν Σολομῶντα σοφὸν μὴ λέγετε, καθάπερ ὁ μέγας

 ἐν τῷ τόπῳ τούτῳ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου.» ἐφ' ᾧ καὶ ὑποστρέφων ὑπὸ λέοντος κατὰ τὴν ὁδὸν θανατοῦται. καὶ ὁ μὲν θὴρ 3

 ὁ Ἀχαὰβ οὐκ εὐθὺς ἐτιμωρήθη διὰ τὴν κατάνυξιν. ἀλλὰ καὶ τὸν υἱὸν Ἀδὲρ τὴν Σαμάρειαν παρακαθίσαντα μετὰ τριάκοντα καὶ δύο βασιλέων εἰς χεῖρας αὐτοῦ τοῦ

 καταγαγὼν ἄνωθεν κατέκαυσεν αὐτούς. ἀλλ' ἐνταῦθα οἱ ὠμότητα τοῦ προφήτου κατηγοροῦντες αὐτοῦ κατηγοροῦσι τοῦ θεοῦ· δι' αὐτοῦ γὰρ τὰ πάντα. στέλλεται ο

 ἐβουλεύσατο κύριος τοῦ διαφθεῖραί σε·» ὁμοίως γὰρ πατρὶ ἐτελειώθη. Ἐπαινεῖ δὲ τὸν Ὀζίαν ἡ θεία γραφή· ἦν» γάρ φησιν ἐκζητῶν τὸν κύριον ἐν φόβῳ κυρίου

 μᾶλλον τὴν αὐτοῦ ἀπόνοιαν. ἐφ' ᾧ συνετίζεται παρὰ κυρίου, σήψει ποδὸς ὑποβληθείς· σημεῖόν τε δίδωσιν αὐτῷ ὡς οὐκ ἀποθανεῖται οὕτως ἔχων. ἰδοὺ ἐγὼ στρέ

 καὶ ὀνειροπόλον· καὶ γάρ τ' ὄναρ ἐκ ∆ιός ἐστιν.» πρόσεχε οὖν ὅτι καὶ διὰ τῆς τοιᾶσδε πτήσεως τῶν ὀρνέων καὶ δι' ἥπατος προβάτων καὶ δι' ὀνείρων αὐτῶν

 τὸ λοιπὸν ἐν μετανοίᾳ, καὶ τὰ προλαβόντα διωρθώσατο. τοσαῦτα δὲ εἰς θεὸν ἐπλημμέλησεν ὡς καὶ τὸν θειότατον Ἀναστάσιον οὕτως εἰπεῖν εἰ Μανασσῆν ἔσωσεν

 οἰκοδομοῦντες τὸν ναὸν ἦσαν Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, οἰκοδομηθῆναι δὲ ὁ τοιοῦτος ἔφθασε ναὸς τὴν δευτέραν ταύτην οἰκοδομὴν ἐν χρόνοις μϛʹ δ

 σοφούς· οἱ δὲ μηδὲν εἰδέναι ὄμνυνται. μετακαλεῖται καὶ ὁ προφήτης ∆ανιήλ· ἔφθασε γὰρ ἡ ἐν αὐτῷ προφητικὴ δύναμις γενέσθαι κατάδηλος, ἡνίκα τὴν θαυμαστ

 τέλης ἐγνωρίζοντο. μετὰ δὲ Ἀρταξέρξην ἕτερος Ἀρταξέρξης, καὶ ἕως ∆αρείου τοῦ Ἀρσάμου, ὃν καθελὼν Ἀλέξανδρος τὴν βασιλείαν τῶν Περσῶν κατέλυσε καὶ πᾶσα

 εἶπον αὐτὸν ἀπὸ τοῦ σεβάζεσθαι, ὥσπερ τινὰ σεπτόν. ὁ Καῖσαρ μετὰ τὸ τοὺς ἀντικειμένους αὐτῷ νικῆσαι, καὶ αὐτὸν δὲ τὸν Ἀντώνιον ναυμαχοῦντα, τὸ κράτος

 στερεμνίαν πεποίηκα. πρὸς τούτοις δὲ καὶ πολλοὺς ἐν τῇ τελευτῇ μου βούλομαι κροτῆσαι χεῖρας, ὡς ἐπὶ μίμου τελευτῇ καὶ παίκτου τινός.» ταῦτα δὲ καταπαί

 γαλακτοτροφία καὶ ἡ ἀπὸ τοῦ μικροῦ ἐπὶ τὸ καθῆκον αὐτοῦ σώματος αὔξησις· κατὰ γὰρ τὸν μακάριον Παῦλον πάντων πεπείραται τῶν ἡμετέρων ἄνευ μόνης τῆς ἁμ

 Ἱεροσόλυμα ἤγαγεν, οὐκ ἂν ἐξ ὕψους συγκαταβὰς ἐπάνω τοῦ τεχθέντος ἔστη παιδίου, οὐκ ἂν ἄφαντος μετὰ ταῦτα ἐγένετο. ἐπειδὴ γὰρ ὁδηγούμενοι παρ' αὐτοῦ π

 Κύριλλος ἐν ἡμέραις μὲν εἰδοποιεῖσθαι τὸ ἄρρεν φησὶ μʹ, τὸ θῆλυ δ' αὖ ἡμερῶν πʹ δέεσθαι πρός γε τὴν εἰς εἶδος τὸ ἀνθρώπινον πάροδον. καὶ ἐπειδὴ τὸ μὲν

 κατορθούμενον τῇ τοῦ θεοῦ δυνάμει καὶ σοφίᾳ λογίζηται. καὶ τοῦτό ἐστιν ὅπερ ἔλεγε πρὸς Παῦλον ὁ κύριος ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθ

 αἱ γυναῖκες αἱ τὸ μύρον ἀλείψασαι τὸν κύριον τρεῖς αἱ πᾶσαι εἰσίν. ἄλλη μὲν γάρ ἐστιν ἡ παρὰ τῷ Ἰωάννῃ· τιμία δὲ αὕτη, καὶ ἡ ἀδελφὴ 399 τοῦ Λαζάρου. ἄ

 ποτήριον ὃ δέδωκέ μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό; ∆ήσαντες οὖν τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Ἄνναν πρῶτον, κἀκεῖσε κρίνεται. περὶ τῆς αὐτοῦ διδαχῆς καὶ τῶν μα

 ἧττον δὲ καὶ ἐκ τῶν ἤδη ῥηθησομένων σοι. τὴν ἡμέραν ἐκείνην ἧς τῇ ἑσπέρᾳ τὸ πάσχα ἐθύετο, καὶ ἀζύμων ἡμέραν καὶ πάσχα ὁμοίως καλεῖν εἰώθασιν ἀπὸ τῆς ἑ

 σταυρός· ἐκεῖ ὁ ἀμνός, ὧδε ὁ Χριστός· ἐκεῖ τὰ ἄζυμα, ὧδε ὁ ἄρτος.» ταῦτα μὲν ἐνεχαράχθη σοι κατ' ἐπιτομήν, ὡς ὁρᾷς· οὐδὲ γὰρ ἐγχωρεῖ τὰ τοῦ καιροῦ πλε

 τοῖς ἐν δεσμοῖς ἐξέλθετε καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύπτεσθε. καὶ κατὰ μὲν τὴν ἕκτην ὥραν, ὥς φασιν αἱ γραφαί, σταυροῦται ὁ κύριος, κατὰ δὲ τὴν ἐννάτη

 γένος τῇ τῶν Ῥω-μαίων ὑποπίπτει ἀρχῇ. ταύτῃ τοι καὶ τῷ λαχόντι Πιλάτῳ τὴν ἡγεμονίαν αὐτῶν παριστῶσι τὸν κύριον, μὴ συγχωρούμενοι τὸ βουλητὸν αὐτοῖς ἐπ

 βαπτισθέντας. εἰ οὖν τὴν ὅλην ἡμῶν φύσιν ἔλαβε, δῆλον ὅτι καὶ τὴν ὅλην ἡμῶν φύσιν ἀνέπλασε. καλῶς οὖν ἡ τοῦ κυρίου ταφὴ τριήμερος γέγονεν. Ἀνίσταται ο

 μεριζόμεναι δὲ εἶπεν, ὅτι πῦρ ἐφάνη κατερχόμενον μονοειδές, εἶτα τοῖς ἀποστόλοις ἐμερίζετο. τὸ δὲ πῦρ ἐκεῖνο οὐκ αὐτὸ ἦν τὸ πνεῦμα, ἀλλὰ δύναμις πνεύμ

 τινὰς μὲν ἱστορικοὺς, καὶ μᾶλλον Ἱππόλυτον τὸν Θηβαῖον, ἐνιαυτοὶ διῆλθον ζʹ μετὰ τὴν τοῦ κυρίου ἐκ νεκρῶν ἀνάστασιν, καὶ ὁ πρωτομάρτυς Στέφανος τὸ μακ

 ἠλείψατο, καὶ βαλανείῳ οὐκ ἐχρήσατο. τούτῳ μόνῳ ἐξῆν εἰς τὰ ἅγια εἰσιέναι καὶ δέεσθαι ὑπὲρ τοῦ λαοῦ, ὡς ἐντεῦθεν ἀπεσκληκέναι τὰ γόνατα αὐτοῦ δίκην κα

 κατὰ τὸ πνευματικῶς μυηθῆναι τὰ θεῖα. Ἀλλὰ καὶ τὰς ἐκ νεκρῶν ἐγέρσεις εἴγε μαθεῖν ἐπιζητεῖς, πόσαι εἰσὶν αὗται καὶ τίνων εἰσίν, ἰδού σοι ταύτας ἀπαριθ

 αὐτῶν δὴ τῶν ἑβδομήκοντα περὶ τὸ σεπτὸν ἐκεῖνο τῆς θεομήτορος συνήθροιστο θέατρον, καὶ ὅτι κατ' αὐτὸν πάντες συνήλθοσαν οἱ ἀνὰ πᾶσαν ἐσκορπισμένοι τὴν

 καὶ παράδειγμα. τραυματίας τις ἔκειτο, καὶ τὰ ἕλκη αὐτοῦ πλῆθος μυιῶν ἀνιμώμενον ἦν. παριὼν δέ τις ἐπεχείρει ταύτας ἀποσοβεῖν. ὁ δὲ εἶπεν ἄφες αὐτάς.

 πένθος· ἐπ' αὐτῷ γὰρ φονευθέντι ἐπένθησαν οἱ γονεῖς αὐτοῦ.» εἰ δὲ ὸ πλάσμα προεγίνωσκε, πολλῷ μᾶλλον ὁ πλάστης αὐτός, εἰ καὶ ὁ παράφρων ἐκεῖνος ἀπὸ το

 κἀντεῦθεν τοὺς ἀναιτίους ἀποστερῶν τῆς ζωῆς. τοσοῦτον δὲ Ῥωμαῖοι ἀπεστράφησαν αὐτὸν ὡς ἐπιστῆναι καί ποτε τοῦτον ἀναιρήσοντες. τοῦτο δὲ γνοὺς ὁ Νέρων

 νικητὴν αὐτὸν ἀνηγόρευσεν, ὠργίζετο κατ' ἐκείνου. τοσοῦτον δὲ ἦν ὁ Τῖτος οὗτος φιλότιμος ὥστε καὶ λέγειν οὐ δεῖ τινὰ βλέποντα βασιλέα ὑποστρέφειν λυπο

 χρηματίζων Αἰλίαν καὶ τὴν πόλιν καλεῖσθαι παρεσκεύασεν ἔκτοτε· ὁ μέντοι Ἀδριανὸς καὶ τοὺς θεραπευτὰς τοῦ λόγου μεγάλως ἐδεξιοῦτο, συνεπομένους ἔχων αὐ

 ζητοῦντα. πολλάκις δὲ καὶ καθεύδοντος αὐτοῦ τὰ στέρνα τοῦ Ὠριγένους ὁ πατὴρ κατεφίλει ὡς θείου πνεύματος μεστά, καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζε· θε

 πρεσβυτέρους καὶ διακόνους ἀφορισθέντες προσῆγον ἑτέρους παῖδας αὐτῷ ἀσφραγίστους, κἀκεῖνος τῷ θαλαττίῳ ὕδατι τοὺς παῖδας ἐβάπτιζεν. ὁ γοῦν τῆς Ἀλεξαν

 Γίνωσκε δέ, ἀγαπητέ, ὅτι, καθά φησιν ὁ χρονογράφος Ἰωάννης ὁ Σκυλίτζης, τῆς χρονογραφίας μὲν κατήρξατο Γεώργιος ὁ καὶ σύγκελλος χρηματίσας Ταρασίου το

 αὐτοκράτορος πολιορκηθὲν παρὰ τῶν Ῥωμαίων καὶ ἐπὶ τρεῖς ἐνιαυτοὺς τὸν πόλεμον ὑποστὰν ὕστερον ἑάλω, τῶν ἀναγκαίων ἐπιλειψάντων τοῖς ἐποίκοις αὐτοῦ. κα

 Σαρδικῇ συγκροτεῖται ὑπὸ πατέρων τμαʹ, βεβαιοῦσα τὸ ἅγιον σύμβολον· Σαρδικὴ δέ ἐστιν ἡ νῦν λεγομένη Τριάδιτζα. ὁ μέγας Κωνσταντῖνος ἀπέστειλε τὸν Ἄρει

 Κωνστάντιος ὁ υἱὸς αὐτοῦ ἔτη κγʹ. οὗτος ἠνάγκαζε τὸν πατριάρχην Ἀλέξανδρον δέξασθαι εἰς κοινωνίαν τὸν Ἄρειον. ὃ δὴ καὶ γέγονεν ἄν, εἰ μὴ τὰ τῆς θείας

 Ἰουλιανοῦ. φαίνεται οὖν ἐντεῦθεν ὡς οὔτε τὸν μέγαν Βασίλειον εὗρεν ἀρχιερέα διερχόμενος ὁ Ἰουλιανός, οὔτε ἠπείλησεν αὐτῷ καὶ 472 τῇ ἐκκλησίᾳ αὐτοῦ. ἀλ

 νικήσαντα τοὺς Γότθους θέλων ὁ Γρατιανὸς αὐτὸν ἐνδῦσαι πορφύραν, οὐχ εὕρισκεν ἰσομήκη αὐτοῦ διὰ τὸ ὑπερωμίαν εἶναι, εἰ μὴ τὴν τοῦ μεγάλου Κωνσταντίνου

 τούτῳ δὲ τῷ ναῷ ξόανον ἦν ἀσχέτως ἀπῃωρημένον· διὰ γὰρ τοὺς κύκλῳ αὐτοῦ, τοῦ ξοάνου δηλαδή, πεπηγμένους σιδήρους καὶ τοὺς καταντικρὺ τούτων ἐγκεκολαμμ

 ἀκρίτως, συνδιώξας αὐτῷ τὸν Χριστόν. ἀλλ' ὁ μακάριος Ἰωάννης τὸν βίον κατέλιπε, τὴν πίστιν τηρήσας καὶ στηρίξας τοὺς σαλευομένους. ἀλλ' εἰς ἀλήκτους α

 μὲν τρισὶν υἱοῖς ἀφῆκε πᾶσαν τὴν περιουσίαν αὐτοῦ, περὶ δὲ ταύτης εἶπεν Ἀθηναΐδι τῇ ποθεινοτάτῃ μου θυγατρὶ ἀφίημι νομίσματα ρʹ· ἀρκεῖ γὰρ αὐτῇ ἡ τύχη

 Μαρκιανὸν ὑπνοῦντα ὁρᾷ καὶ σκιᾶς ὑπὸ ἀετοῦ ἀπολαύοντα. θαυμάζει τὸ πρᾶγμα, θεῖον εἶναι κρίνει τὸν ἄνδρα καὶ τοῦ τῶν Ῥωμαίων κράτους ἄξιον. ὅθεν καὶ οὐ

 χειροῦται ὑπὸ Ζήνωνος ἐξ Ἰσαυρίας αὖ ὑποστρέψαντος, πυργίσκῳ δὲ στερρῷ σὺν τῇ γυναικὶ αὐτοῦ κατακλεισθεὶς καὶ μείνας ἀπρόϊτος λιμῷ θανατοῦται. ὁ μέντο

 Μετὰ δὲ Ἀναστάσιον Ἰουστῖνος ὁ Θρᾲξ ἔτη θʹ. ἐφ' οὗ ἀστὴρ ἐφάνη ἐν τῷ οὐρανῷ ἐπάνω τῆς χαλκῆς πύλης τοῦ παλατίου, ἐπὶ ἡμέρας κϛʹ, καὶ γέγονε σεισμὸς φο

 δωρεὰν αὐτὸ βούλομαι δοῦναι μισθοῦ καὶ μνήμης ἕνεκεν, ἄλλως δὲ οὐχί.» καὶ ἔστιν αὐτὸ τὸ σκευοφυλάκιον σὺν τῷ ἁγίῳ Πέτρῳ· οἶκος ἕτερος Ἀντιόχου ὀστιαρί

 πτώματα. τοσοῦτον δὲ τὸ πλῆθος τῶν ἀποθνησκόντων ἦν ὥστε χιλίους κραββάτους τὸν βασιλέα ποιῆσαι 500 χάριν τοῦ ἀποκομίζεσθαι αὐτούς. καὶ οὐ τοῦτο μόνον

 θεολόγος Κωνσταντινουπόλεως καὶ ∆άμασος πάπας Ῥώμης, οἵτινες ἀνεθεμάτισαν Μακεδόνιον τὸ πνεῦμα τὸ ἅγιον βλασφημοῦντα, καὶ σὺν αὐτῷ Σαβέλλιον καὶ Ἀπολι

 Ἰουστινιανὸν Ἰουστῖνος ὁ ἀνεψιὸς αὐτοῦ ἔτη ιγʹ. οὗτος κτίσας παλάτιον ἔξω τῆς πόλεως καὶ λιμένα ἐν αὐτῇ τῇ πόλει, τὰ μὲν Σοφίας ἐκάλεσε τὰ δὲ Σοφιανάς

 Φωκᾶν τὸν ἐν ∆υρραχίῳ φυλάσσοντα, ἐλθόντα δὲ πρὸς αὐτὸν τὸν βασιλέα χάριν τοῦ λαβεῖν τὰ μηναιορόγια τῶν συστρατιωτῶν αὐτοῦ καὶ τυφθέντα δεινῶς καὶ οὕτ

 ἀπῆλθεν. ὅτι δὲ τὸν Ἡράκλειον αὐτὸν οὐκ ἀπεκόμισε πρὸς τοῖς ἄλλοις ἐκεῖσε, τὴν αὐτοῦ δορὰν ἐκδύεται. οἱ δὲ πρέσβεις δειναῖς εἱρκταῖς ἀσφαλίζονται. τότ

 κεκρυμμένως σέβονται. καὶ δῆλον ἐκ τῆς προσευχῆς αὐτῶν· λέγουσι γὰρ οὕτως ἀλὰ ἀλὰ οὐὰ κουβὰρ ἀλά,» τοῦτ' ἔστιν, ὁ θεὸς ὁ θεὸς μείζων, καὶ ἡ μεγάλη, ἤτ

 ἐκκόψει αὐτοῦ. μανθάνει ταῦτα Ἰουστινιανός, δραπετεύει ἐκεῖθεν, τοῖς Βουλγάροις προσέρχεται, ἁδραῖς αὐτοὺς ὑποσχέσεσι καταδεσμεῖ. ὅθεν καὶ μετὰ πλήθου

 τύχην ἔν τινι πηγῇ ἀναψύξεως χάριν· ἐφ' ᾧ καὶ ὑπέσχετο μεθ' ὅρκου ἀμείψασθαι αὐτούς. ὅθεν καὶ βασιλεύοντι αὐτῷ ἐπέστησαν οὗτοι, λέγοντες ὅτι ἐὰν τὴν ε

 ὥραν ἀνέγνω ὁ διάκονος τὴν εὐχὴν ἐπὶ τοῦ τάφου, τοῦ δεσμοῦ παραδόξως ὁ ἀδελφὸς ἠλευθέρωτο. ὅσα δὲ δύναται ὁ παρὰ τῶν ἱερέων ἐπαγόμενος δεσμός, δῆλον ἐ

 κριθή. τότε τῆς κατὰ Μεσοποταμίαν γῆς σχισθείσης ἡμίονος ἀνεδόθη πολεμίων ἔφοδον ἀνθρωπίνῃ φωνῇ προσημαίνουσα. καὶ τότε Νικήτας τις εὐνοῦχος, τὰ πρῶτα

 ἐν τῷ χρονικῷ αὐτοῦ συντάγματι καὶ τάδε περὶ τούτου φησί. δύο λόγοι φέρονται· ὁ μὲν γὰρ λέγει πυρὶ παραδοθῆναι παρὰ τοῦ Κοπρωνύμου τὴν ἁγίαν Εὐφημίαν,

 534 ὑπερορίαν στελλόμενος ὄρθιος ἵστατο καὶ πρός τινα τὸν ἀσπασμὸν ἐποιεῖτο. καὶ τί τοῦτο ἐρωτηθείς, καὶ πρὸς τίνα ποιεῖται τὸν ἀσπασμόν, πρὸς Θεοφάνη

 τερπνὴν καὶ εὐκέλαδον. ἀλλὰ καὶ χρυσᾶ κατεσκεύασε δένδρα, ἐν οἷς παντοδαποὶ στρουθοὶ καθήμενοι μελῴδημα μελιτόεν ἐξέχεον. Ἀνθρώπιόν τι ἐν ἀνακτόροις π

 παρίσταται καὶ ὁ νεανίας, τὴν αὐτοῦ σοφίαν δείκνυσι, θαυμάζεται. ἐρωτᾶται εἰ καί τινες ἕτεροι τοιοῦτοι παρὰ τῇ βασιλευούσῃ εὑρίσκονται. καὶ ὁ Ἀρμεμούμ

 Λέων, ὡς ἄνωθεν ἔφημεν, ἐν αἷς στρουθοὶ καθήμενοι διὰ μηχανῆς ἐκελάδουν, ὡσαύτως δὲ καὶ τοὺς λέοντας, ἃ πρὸς ἔκπληξιν τῶν ἐθνῶν μεμηχάνηται (καὶ οὗτοι

 γειτονούσης τῇ μεγαλοπόλει Ἀδριανουπόλεως, καὶ ἀνδράποδον δὲ τοῖς Βουλγάροις συναπήχθη ποτέ. φυγὼν οὖν ἐκεῖθεν πρὸς τὴν Βυζαντίδα ἔρχεται, καὶ τῷ τοῦ

 πραγματευό550 μενοι οἶκον προσευχῆς. πολλὰ μὲν οὖν καὶ ἄλλα καινουργήσας ὁ Βασίλειος καὶ κινστέρναν ἀπεκάθῃρέ τινα, ἣν ὁ βασιλεὺς Ἡράκλειος ἀπέχωσε, κ

 τηνικαῦτα καὶ ἀρχιερέα δέχονται, θεοσημίας πρότερον γεγονυίας· τὸ γὰρ ἅγιον εὐαγγέλιον πυρὶ μὲν παραδίδοται, οὐ κατακαίεται δέ. μετὰ ταῦτα διαρροίᾳ νό

 θεομήτορος. καὶ ἀτενίσας οὕτως ἔλεγε πρὸς αὐτόν μή σε πλανάτω ὦ Κωνσταντῖνε τὸ ὄνομα, μηδὲ διὰ τοῦτο κατάρξαι Ῥωμαίων νόμιζε. ἡ βασιλεία γὰρ τῷ ἐμῷ Κω

 Τρύφων τις ὥστε διέπειν τὸν θρόνον ἕως ἂν ἡλικίας δεούσης ὁ Θεοφύλακτος γένηται. τοῦ ῥητοῦ δὲ χρόνου τελεσθέντος ὃν ἔθετο, Τρύφων ὁ πατριάρχης οὐκ ἤθε

 Θεοφύλακτος ἓξ καὶ δέκα ἐτῶν ὤν, ἡνίκα τοὺς τῆς ἐκκλησίας ἀκανονίστως παρείληφεν οἴακας, οὐδὲν ἐνέλιπεν ὃ μὴ μετεχειρίζετο χείριστον. ἔρως δὲ ἵππων το

 ἀριστείας κατ' ἐκείνων ἔστησεν ὡς μηδὲ λόγῳ δύνασθαι ταύτας διαλαβεῖν· πᾶσαν γὰρ τὴν ἀνατολὴν σχεδὸν ἐχειρώσατο. ἐφ' ᾧ καὶ μετὰ θριάμβου λαμπροῦ ὁ βασ

 υἱός, ἱππαζόμενος ἐν τῷ πεδίῳ καὶ τῷ οἰκείῳ προσπαίζων ἀνεψιῷ τῷ Πλεύσῃ, μετὰ δόρατος βληθεὶς ἀκουσίως τέθνηκε. τοῦ γάμου δὲ τελεσθέντος ἐν τῇ κατὰ τὸ

 πυθόμενος ὁ Φωκᾶς, καὶ οὐκ ὀλίγα δυσχεράνας, ὕβρεσί τε πλύνει τὸν Βούρτζην καὶ τῆς ἀρχῆς παραλύει. ἐντεῦθεν οὖν τὸ κατ' αὐτοῦ μῖσος λαμβάνει ἀρχήν. πρ

 ἀπεσείσαντο. ἔξεισι λοιπὸν ὁ βασιλεὺς κατ' αὐτῶν, καὶ ἄπεισι μέχρι ∆αμασκοῦ, καὶ πάντα καλῶς πειθοῖ τε καὶ πολέμῳ ἀποκαταστήσας πρὸς τὴν βασιλίδα ὑπέσ

 Βουλγάροις. ὁ δὲ Σαμουὴλ μὴ δυνάμενος κατὰ τὸ ἐμφανὲς ἀντιτάσσεσθαι, ἔγνω δὲ τάφροις καὶ θριγγίοις τὴν Βουλγάρων κατοχυρῶσαι, κἂν διὰ κενῆς αὐτῷ ἀπέβα

 Κωνσταντίνῳ ἡ μὲν πρώτη ἀπεκείρατο, ἡ δὲ τρίτη ἀπηνήνατο. συνάπτεται οὖν τῇ δευτέρᾳ, ἥτις Ζωὴ ἐκαλεῖτο, καὶ οὕτως αὐτοκράτωρ ἀναγορεύεται, κρατήσας ἔτ

 παρέχειν φόρους. καὶ δὴ στέλλεται Θεοφύλακτος πρωτοσπαθάριος ὁ Ἀθηναῖος, καὶ τὰς σπονδὰς ἐβεβαίωσε. κατ' ἐκεῖνο δὲ καιροῦ περὶ δευτέραν ὥραν τῆς νυκτὸ

 ἐρημίας ἐπειρᾶτο τῆς σωφροσύνης αὐτῆς, 587 ὡς δὲ οὐκ ἔπειθε, καὶ βίαν ἤδη ἐπῆγεν. ἡ δὲ τὸν ἀκινάκην σπασαμένη τοῦ ἀνδρὸς παίει κατὰ καρδίαν τὸν Βάραγγ

 παρεμποδίζειν ἐφ' 590 οἷς ἂν καὶ ὅπως διαπράττεσθαι βούλοιτο. καὶ αὐτὸν δὲ πρότερον ὀρφανοτρόφον ἐκποδὼν ἐποιήσατο, καὶ Κωνσταντῖνον ὡσαύτως τὸν δομέσ

 ἔθελε Κωνσταντῖνον τὸν λεγόμενον Ἀρτοκλίνην· ἦν γὰρ καὶ τὸ εἶδος εὐπρεπής, ἐλέγετο δὲ καὶ πλησιάζειν αὐτῇ. ἀλλὰ τοῦτον μὲν ἡ σύνοικος, οὐχὶ μισοῦσα μέ

 τὴν ἕω συμβαίνουσιν ἀντιστασίαι, καὶ Λέων δὲ Τορνίκιος πατρίκιος, ὁ στρατηγῶν ἐν Ἰβηρίᾳ, ἐπὶ τυραννίδι διαβάλλεται. παραλύεται οὖν τῆς ἀρχῆς καὶ ἀποκε

 βίον) εἰς τὸ παλάτιον αὐτὴν ἄγουσι καὶ ἀναγορεύουσιν αὐτοκρατόρισσαν. ἐφ' ᾧ καὶ ἀποστείλαντες κατέσχον ἐν Θεσσαλονίκῃ τὸν πρωτεύοντα. κἀκεῖθεν εἰς τὸ

 χεῖρας δοῦναι οὐκ ἤθελεν, ἐφ' ᾧ καὶ ἄρδην ἀπόλλυται. ὑπὸ τὸν Λιβιτζὸν δὲ σκηνοῖ ὁ βασιλεύς, καὶ ὑετοῦ καὶ νιφετοῦ πολλοῦ καταρραγέντος μηνὶ Σεπτεμβρίῳ

 λοιμῷ καὶ λιμῷ θείᾳ προμηθείᾳ κατεργασθέντων αὐτῶν. ταῦτα δὲ συνέβη ἔτος ἕκτον τοῦ Κωνσταντίνου βασιλεύοντος, πρὸ δέ γε τοῦ ἔτους τούτου κατὰ Σεπτέμβρ

 κατὰ τὴν ἑώαν μανθάνει, καὶ κατὰ τῶν Τούρκων χωρεῖ, καὶ εἰς Σεβάστειαν ἐλθὼν καὶ ἔνθεν κἀκεῖθεν παραγενόμενος μεγάλα κατὰ τῶν Τούρκων ἔστησε τρόπαια.

 Ἰωάννῃ τε τῷ Καίσαρι καὶ τοῖς τούτου υἱοῖς καὶ τοῖς λοιποῖς, ὅσοι τὰ αὐτὰ ἐφρόνησαν. καὶ τηνικαῦτα μὲν τὴν βασιλίδα καὶ μὴ βουλομένην ὑπερόριον τίθεντ

 Ῥαιδεστὸν φούνδακα καὶ μονοπωλεῖον στησάμενος, ὡς ἐντεῦθεν καὶ ἐπώνυμον τῷ βασιλεῖ Μιχαὴλ περιποιήσασθαι τὸ Παραπινάκης λέγεται διὰ τὸ τηνικαῦτα τὸν μ

 ὀνομασθεῖσα, μέρος τούτου διέτεμε καὶ ζωστῆρας τρεῖς. 618 Τότε δὴ τότε τὴν τῶν Κομνηνῶν εἰσέλευσιν Βοτανειάτης μαθὼν τῶν βασιλείων μὲν ἄπεισι, παρὰ δὲ

 ἔθνος ἐκ τῶν ἑσπερίων τὴν βασιλείαν καταλαμβάνει ὡς ἐκεῖθεν πρὸς ἕω διαπεραιώ- σασθαι. ὧν τὴν συγκίνησιν θεόσημόν τι προεμήνυσεν· ἀκρί-δων γὰρ ἄπειρον

 Ῥωμαίων. ὁ δὲ κρατῶν μὴ ἰσχύων δι' ἑαυτοῦ ἐκστρατεῦσαι ἅτε κλινοπετὴς ὤν, στρατὸν ἐκπέμπει οὗ ἀρχηγὸς ὁ Καμύτζης Εὐστάθιος, ὃς δὴ καὶ προσβαλὼν τοῖς Τ

Annales

ΤΟΥ ΚΥΡΟΥ ΜΙΧΑΗΛ ΤΟΥ ΓΛΥΚΑ ΒΙΒΛΟΣ ΧΡΟΝΙΚΗ

Βραχυσύλλαβον ἐγχαράττω σοι τοῦτο τὸ γράμμα, τέκνον μου φίλτατον. εἰ γὰρ καὶ μυρίοις ἑαυτοὺς ἐκδεδώκασι πόνοις οἱ τὰ χρονικὰ συλλεξάμενοι διηγήματα ὥστε φιλοτίμως ἐκθέσθαι τὰ οἰκεῖα συντάγματα, ἀλλ' ἐν ὀλίγοις ἐγὼ τὰ τοιαῦτα συμπεριλα4 βὼν (οἶδα γὰρ ὅτι καὶ πάνυ καταβαρύνει τὰς ἀκοάς, εἴπερ ὁ λόγος εἰς μῆκος ἐπεκταθείη) βραχεῖαν ἰδού σοι καὶ ταύτην τὴν βίβλον συντίθημι. Πρὸ πάντων οὖν εἰδέναι σε ἄξιον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησε τοῦτον τὸν κόσμον ὁ θεός, ἐν δὲ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. ἠδύνατο οὖν ἐν μιᾷ ἡμέρᾳ τὰ πάντα παραγαγεῖν, οὐρανὸν δηλονότι, γῆν καὶ θάλατταν, ἰχθύας τά τε πετεινὰ καὶ τὰ τετράποδα καὶ πρὸς τούτοις τὸν ἄνθρωπον. ἀλλ' ἵνα μὴ ἀφορμῆς ἐπιδράξονται οἱ ἐξ αὐτομάτου τὰ πάντα παραχθῆναι λέγοντες, ἡμερῶν ἐδεήθη ἓξ ἐπὶ τῇ παραγωγῇ τοῦδε τοῦ κόσμου ὁ δημιουργὸς ἡμῶν καὶ θεός, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν. εἰ γὰρ καὶ οὕτω τῶν ποιημάτων ἀπαρτισθέντων αὐτόματα ταῦτά τινες ἐφαντάσθησαν, πολλῷ μᾶλλον εἴπερ ὁμοῦ καὶ κατὰ ταῦτὰ εἰς τὸ εἶναι παρήχθησαν. ἐν ἓξ δὲ καὶ μόναις ἡμέραις, καὶ 5 οὐ πλέοσιν ἢ ἐλάττοσι, τουτονὶ παραχθῆναι τὸν κόσμον ηὐδόκησεν, ἵνα καὶ ἡμεῖς διδαχθῶμεν ἐντεῦθεν ἓξ ἡμέρας τῆς ἑβδομάδος ἐργάζεσθαι, τῇ δὲ ἑβδόμῃ κεχρῆσθαι πρὸς μόνην δοξολογίαν θεοῦ. διὰ γὰρ τοῦτο καὶ ὁ δημιουργὸς ἐν τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων ὧν ἤρξατο ποιεῖν. εἰ δὲ ὁ κύριος ἐν εὐαγγελίοις εὕρηται λέγων ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι,» μὴ θαύμαζε. τότε μὲν γὰρ ὁ θεός, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησι, κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων, τουτέστιν ἔστη τοῦ δημιουργεῖν· μετὰ γὰρ τὴν ἕκτην οὐδὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν. ἐπειδὴ δὲ τὰ δημιουργηθέντα συνέχων ἔκτοτε καὶ συντηρῶν οὐ διέλειπεν (εἰ γὰρ μὴ οὕτω ποιῶν ἦν, οὐκ ἂν ἐπὶ τοσούτοις αἰῶσι τὰ τοιαῦτα διήρκεσε), καὶ λίαν εὐλόγως καὶ τήμερον ἐργάζεσθαι λέγεται. Καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐποὶησε τὸν οὐρανὸν καὶ τὴν γῆν, οὐρανὸν ἐκεῖνον τὸν πρῶτον, τὸν περικαλλῆ τε καὶ ἄναστρον, περὶ οὗ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ Ἀποκαλύ-ψει αὑτοῦ περὶ τῆς μετὰ ταῦτα καταστάσεως διεξιών, οὕτω φησίν εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.» Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. πρόσεχε, ἀγαπητέ, ὅτι καὶ τοῦτο ἐνταῦθα ἠπόρηται, πῶς ἐποίησε τὸν οὐρανὸν πρότερον, εἶτα τὴν γῆν. 6 ἐπειδὴ γὰρ τὰ θεμέλια καταβάλλονται πρότερον, εἶθ' οὕτως ὁ ὄροφος, ἔδει πάντως παραχθῆναι τὴν γῆν καὶ τότε τὸν οὐρανόν. ἀλλὰ μὴ θαύμαζε τούτου ἕνεκεν. ἐπειδὴ γὰρ πάντα τοῦ θεοῦ ὑπὲρ φύσιν ἐστὶ καὶ τέχνης ἀκολουθίαν, καινὸν πάντως οὐδὲν εἴγε καὶ ἐπὶ τῆς τοῦ κόσμου τούτου παραγωγῆς τὸν οὐρανὸν ἐποίησε πρότερον, εἶτα τὴν γῆν. καὶ οὕτω μὲν ὁ θειότατος Ἰωάννης· ἕτεροι δέ φασιν ὅτι ὁ ἀριστοτέχνης θεὸς τὸν οὐρανὸν πρότερον παραγαγών, εἶτα τὴν γῆν, ἀπόρρητον αὐτοῦ σοφίαν καὶ τέχνην παρέστησεν. ἐπειδὴ γάρ, ὡς ὁ τὰ θεῖα σοφὸς Γρηγόριος ὁ Νύσσης φησὶν ὅτι διὰ τῆς ὀξείας κινήσεως τοῦ οὐρανίου σώματος ἑδράζεται κατὰ χώρας ἡ γῆ καὶ συσφίγγεται, ἔπρεπε πάντως τὸν συνοχέα παραχθῆναι πρότερον, εἶτα τὸν συνεχόμενον. εἰ δὲ καὶ πλέον ἐπαπορήσειέ τις ἐνταῦθα, πῶς ἡ γῆ, λέγων, οὐκ ἐξέστη τῆς οἰκείας βάσεως ἀκινήτου τοῦ οὐρανοῦ γεγονότος, ὡς ἐν τοῖς πρὸς Θαλάσσιον ὁ μέγας Μάξιμος, ἡνίκα ὁ τοῦ Ναυῆ Ἰησοῦς ἔλεγε στήτω ὁ ἥλιος κατὰ Γαβαῶ καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλώμ,» τότε πρὸς αὐτὸν ἐροῦμεν ὅτι ὅπου 1