De pascha (P. Beatty P. Bodmer 13 P. Oxy. 13.1600)

 ἀλλ' ὅλην Αἴγυπτον περιεσχισμένην, πενθοῦσαν ἐπὶ τοῖς πρωτοτόκοις αὐτῆς. Ὅλη γὰρ Αἴγυπτος, γενηθεῖσα ἐν πόνοις καὶ πληγαῖς, ἐν δάκρυσιν καὶ κοπετοῖς,

 προβάτου σφαγῇ, τὸν τοῦ κυρίου τύπον ἐν τῷ τοῦ προβάτου θανάτῳ. ∆ιὰ τοῦτο οὐκ ἐπάταξας τὸν Ἰσραήλ, ἀλλὰ μόνην Αἴγυπτον ἠτέκνωσας.

 ὑψηλὰ τῶν οὐρανῶν. «Ὁ θεὸς ἐν ἀρχῇ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ πάντα τὰ ἐν αὐτοῖς διὰ τοῦ λόγου ἀνεπλάσσατο ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον καὶ εἴδε

 ἀληθὲς διὰ τῆς ἐκβάσεως. Τοιγαροῦν εἰ βούλει τὸ τοῦ κυρίου μυστήριον ἰδέσθαι, ἀπόβλεψον δὴ εἰς τὸν Ἀβὲλ τὸν ὁμοίως φονευόμενον, εἰς τὸν Ἰσὰκ τὸν ὁμοίω

 Ἰσραήλ; Ἢ οὐ γέγραπταί σοι· «Οὐκ ἐκχεεῖς αἷμα ἀθῷον, ἵνα μὴ ἀποθάνῃς κακῶς»; Ἐγὼ μέν, φησὶν Ἰσραήλ, ἀπέκτεινα τὸν κύριον. ∆ιὰ τί; Ὅτι ἔδει αὐτὸν παθεῖ

 τὴν ἡμερινὴν νεφέλην καὶ τὴν δι' Ἐρυθρᾶς διάβασιν; Πόσου ἀνετιμήσω τὴν ἐξ οὐρανοῦ μαννοδοσίαν καὶ τὴν ἐκ πέτρας ὑδροπαροχίαν καὶ ἐν Χωρὴβ νομοθεσίαν κ

 Ἐγὼ τὸν κατάδικον ἀπέλυσα. Ἐγὼ τὸν νεκρὸν ἐζωοποίησα. Ἐγὼ τὸν τεθαμμένον ἀνίστημι. Τίς ὁ ἀντιλέγων μοι; Ἐγώ, φησίν, ὁ Χριστός, ἐγὼ ὁ καταλύσας τὸν θάν

De pascha (P. Beatty P. Bodmer 13 P. Oxy. 13.1600)

ΜΕΛΙΤΩΝΟΣ ΠΕΡΙ ΠΑΣΧΑ

Ἡ μὲν γραφὴ τῆς Ἑβραϊκῆς ἐξόδου ἀνέγνωσται, καὶ τὰ ῥήματα τοῦ μυστηρίου διασεσάφηται· πῶς τὸ πρόβατον θύεται καὶ πῶς ὁ λαὸς σῴζεται. Τοίνυν ξύνετε, ὦ ἀγαπητοί· οὕτως ἐστὶν καινὸν καὶ παλαιόν, ἀΐδιον καὶ πρόσκαιρον, φθαρτὸν καὶ ἄφθαρτον, θνητὸν καὶ ἀθάνατον τὸ τοῦ πάσχα μυστήριον· παλαιὸν μὲν κατὰ τὸν νόμον, καινὸν δὲ κατὰ τὸν λόγον, πρόσκαιρον διὰ τὸν τύπον, ἀΐδιον διὰ τὴν χάριν, φθαρτὸν διὰ τὴν τοῦ προβάτου σφαγήν, ἄφθαρτον διὰ τὴν τοῦ κυρίου ζωήν, θνητὸν διὰ τὴν ἐν τῇ γῇ ταφήν, ἀθάνατον διὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν· παλαιὸς μὲν ὁ νόμος, καινὸς δὲ ὁ λόγος, πρόσκαιρος ὁ τύπος, ἀΐδιος ἡ χάρις, φθαρτὸν τὸ πρόβατον, ἄφθαρτος ὁ κύριος, σφαγεὶς ὡς ἀμνός, ἀναστὰς ὡς θεός. Καὶ γὰρ «ὡς πρόβατον εἰς σφαγὴν ἤχθη», ἀλλ' οὐδὲ πρόβατον ἦν· καὶ ὡς ἀμνὸς ἄφωνος, ἀλλ' οὐδὲ ἀμνὸς ἦν· ὁ μὲν γὰρ τύπος ἐγένετο, ἡ δὲ ἀλήθεια ηὑρίσκετο.

Ἀντὶ γὰρ τοῦ ἀμνοῦ θεὸς ἐγένετο καὶ ἀντὶ τοῦ προβάτου ἄνθρωπος, ἐν δὲ τῷ ἀνθρώπῳ Χριστός, ὃς κεχώρηκεν τὰ πάντα. Ἡ γοῦν τοῦ προβάτου σφαγὴ καὶ ἡ τοῦ πάσχα πομπὴ καὶ ἡ τοῦ νόμου γραφὴ εἰς Χριστὸν Ἰησοῦν κεχώρηκεν, δι' ὃν τὰ πάντα ἐν τῷ πρεσβυτέρῳ νόμῳ ἐγένετο, μᾶλλον δὲ ἐν τῷ νέῳ λόγῳ. Καὶ γὰρ ὁ νόμος λόγος ἐγένετο καὶ ὁ παλαιὸς καινός, Fσυνεξελθὼν ἐκ Σιὼν καὶ Ἰερουσαλήμ καὶ ἡ ἐντολὴ χάρις, καὶ ὁ τύπος ἀλήθεια, καὶ ὁ ἀμνὸς υἱός, καὶ τὸ πρόβατον ἄνθρωπος, καὶ ὁ ἄνθρωπος θεός. Ὡς γὰρ υἱὸς τεχθείς, καὶ ὡς ἀμνὸς ἀχθείς, καὶ ὡς πρόβατον σφαγείς, καὶ ὡς ἄνθρωπος ταφείς, ἀνέστη ἐκ νεκρῶν ὡς θεός, φύσει θεὸς ὢν καὶ ἄνθρωπος. Ὅς ἐστιν τὰ πάντα· καθ' ὃ κρίνει νόμος, καθ' ὃ διδάσκει λόγος, καθ' ὃ σῴζει χάρις, καθ' ὃ γεννᾷ πατήρ, καθ' ὃ γεννᾶται υἱός, καθ' ὃ πάσχει πρόβατον, καθ' ὃ θάπτεται ἄνθρωπος, καθ' ὃ ἀνίσταται θεός. Οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστός, «ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.» Τοῦτό ἐστιν τὸ τοῦ πάσχα μυστήριον, καθὼς ἐν τῷ νόμῳ γέγραπται, ὡς μικρῷ πρόσθεν ἀνέγνωσται.

∆ιηγήσομαι δὲ τὰ ῥήματα τῆς γραφῆς, πῶς ὁ θεὸς ἐντέλλεται Μωυσεῖ ἐν Αἰγύπτῳ, ὁπόταν βούλεται τὸν μὲν Φαραὼ δῆσαι ὑπὸ μάστιγα, τὸν δὲ Ἰσραὴλ λῦσαι ἀπὸ μάστιγος διὰ χειρὸς Μωυσέως. «Ἰδοὺ γὰρ, φησίν, λήμψῃ ἄσπιλον ἀμνὸν καὶ ἄμωμον, καὶ ἑσπέρας σφάξεις αὐτὸν μετὰ τῶν υἱῶν Ἰσραήλ, καὶ νύκτωρ ἔδεσθε αὐτὸν μετὰ σπουδῆς, καὶ ὀστοῦν οὐ συντρίψετε αὐτοῦ. Οὕτως, φησίν, ποιήσεις· ἐν μιᾷ νυκτὶ ἔδεσθε αὐτὸν κατὰ πατριὰς καὶ δήμους, περιεζωσμένοι τὰς ὀσφύας ὑμῶν καὶ αἱ ῥάβδοι ἐν ταῖς χερσὶν ὑμῶν. Ἔστιν γὰρ τοῦτο πάσχα κυρίου, μνημόσυνον αἰώνιον τοῖς υἱοῖς Ἰσραήλ. Λαβόντες δὲ τὸ τοῦ προβάτου αἷμα χρίσατε τὰ πρόθυρα τῶν οἰκιῶν ὑμῶν τιθέντες ἐπὶ τοὺς σταθμοὺς τῆς εἰσόδου τὸ σημεῖον τοῦ αἵματος εἰς δυσωπίαν τοῦ ἀγγέλου. Ἰδοὺ γὰρ, πατάξω Αἴγυπτον καὶ ἐν μιᾷ νυκτὶ ἀτεκνωθήσεται ἀπὸ κτήνους ἕως ἀνθρώπου.» Τότε Μωυσῆς σφάξας τὸ πρόβατον καὶ νύκτωρ διατελέσας τὸ μυστήριον μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐσφράγισεν τὰς τῶν οἰκιῶν θύρας εἰς φρουρὰν τοῦ λαοῦ καὶ εἰς δυσωπίαν τοῦ ἀγγέλου. Ὁπότε δὲ τὸ πρόβατον σφάζεται καὶ τὸ πάσχα βιβρώσκεται καὶ τὸ μυστήριον τελεῖται καὶ ὁ λαὸς εὐφραίνεται καὶ ὁ Ἰσραὴλ σφραγίζεται, τότε ἀφίκεται ὁ ἄγγελος πατάσσειν Αἴγυπτον. Τὴν ἀμύητον τοῦ μυστηρίου, τὴν ἄμοιρον τοῦ πάσχα, τὴν ἀσφράγιστον τοῦ αἵματος, τὴν ἀφρούρητον τοῦ πνεύματος, τὴν ἔχθραν, τὴν ἄπιστον ἐν μιᾷ νυκτὶ πατάξας ἠτέκνωσεν. Περιελθὼν γὰρ τὸν Ἰσραὴλ ὁ ἄγγελος καὶ ἰδὼν ἐσφρα-γισμένον τῷ τοῦ προβάτου αἵματι, ἦλθεν ἐπ' Αἴγυπτον, καὶ τὸν σκληροτράχηλον Φαραὼ διὰ πένθους ἐδάμασεν, ἐνδύσας αὐτὸν οὐ στόλην φαιὰν οὐδὲ πέπλον περιεσχισμένον,