Expositio fidei

 γοῦν ἐκτίσθαι ἐπὶ πάντων κεῖται· τὸ δὲ ἔστι πρὸ πάντων μόνῳ τῷ υἱῷ ἁρμόζει. 3.1 Γέννημα τοίνυν κατὰ φύσιν ἐκ τελείου τέλειόν ἐστι. πρὸ πάντων βουνῶν

Expositio fidei

Τοῦ Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, ἔκθεσις πίστεως. 1.1 Πιστεύομεν εἰς ἕνα ἀγέννητον θεόν, πατέρα παντοκράτορα, πάντων ποιητὴν ὁρατῶν τε καὶ ἀοράτων, τὸν ἔχοντα ἀφ' ἑαυτοῦ τὸ εἶναι. 1.2 καὶ εἰς ἕνα μονογενῆ λόγον, σοφίαν, υἱόν, ἐκ τοῦ πατρὸς ἀνάρχως καὶ ἀϊδίως γεγεννημένον, λόγον δὲ οὐ προφορικόν, οὐκ ἐνδιάθετον, οὐκ ἀπόρροιαν τοῦ τελείου, οὐ τμῆσιν τῆς ἀπαθοῦς φύσεως οὔτε προβολήν, ἀλλ' υἱὸν αὐτοτελῆ, ζῶντά τε καὶ ἐνεργοῦντα, τὴν ἀληθινὴν εἰκόνα τοῦ πατρὸς ἰσότιμον καὶ ἰσόδοξον. 1.3 "τοῦτο γάρ ἐστι", φησί, "τὸ θέλημα τοῦ πατρός," "ἵνα καθὼς τιμῶσι τὸν πατέρα οὕτω τιμῶσι καὶ τὸν υἱόν." θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, ὥς φησιν Ἰωάννης ἐν καθολικαῖς· "καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστοῦ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος." 1.4 παντοκράτορα ἐκ παντοκράτορος· πάντων γάρ, ὧν ἄρχει ὁ πατὴρ καὶ κρατεῖ, ἄρχει καὶ κρατεῖ. ὅλος ἐξ ὅλου. 1.5 ὅμοιος τῷ πατρὶ ὢν ὥς φησιν ὁ κύριος· "ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα." ἐγεννήθη δὲ ἀνεκφράστως καὶ ἀπερινοήτως· "τὴν γὰρ γενεὰν αὐτοῦ τίς διηγήσεται;" ἀντὶ τοῦ οὐδείς. 1.6 ὃς ἐπὶ συντελείᾳ τῶν αἰώνων κατελθὼν ἐκ τῶν κόλπων τοῦ πατρός, ἐκ τῆς ἀχράντου παρθένου Μαρίας τὸν ἡμέτερον ἀνείληφεν ἄνθρωπον, Χριστὸν Ἰησοῦν, ὃν ὑπὲρ ἡμῶν παθεῖν παρέδωκεν ἰδίᾳ προαιρέσει, ὥς φησιν ὁ κύριος· "οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν." 1.7 ἐν ᾧ ἀνθρώπῳ σταυρωθεὶς καὶ ἀποθανὼν ὑπὲρ ἡμῶν ἀνέστη ἐκ νεκρῶν, ἀνελήφθη εἰς οὐρανούς, ἀρχὴ ὁδῶν κτισθεὶς ἡμῖν ἐν τῇ γῇ ὢν ἡμῖν ἔδειξεν ἐκ σκότους φῶς, σωτηρίαν ἐκ πλάνης, ζωὴν ἐκ νεκρῶν, εἴσοδον ἐν τῷ παραδείσῳ, ἐξ οὗ ἐκβέβλητο Ἀδάμ, εἰς ὃν πάλιν εἰσῆλθε διὰ τοῦ ληστοῦ, ὡς εἶπεν ὁ κύριος· "σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ," εἰς ὃν καὶ ὁ Παῦλος εἰσῄει· ἄνοδόν τε εἰς οὐρανούς, "ὅπου πρόδρομος εἰσῆλθεν ὑπὲρ ἡμῶν" ὁ κυριακὸς ἄνθρωπος, ἐν ᾧ μέλλει κρίνειν ζῶντας καὶ νεκρούς. 2.1 Πιστεύομεν ὁμοίως εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ πάντα ἐρευνῶν "καὶ τὰ βάθη τοῦ θεοῦ," ἀναθεματίζοντες τὰ παρὰ τοῦτο φρονοῦντα δόγματα. 2.2 οὔτε γὰρ υἱοπάτορα φρονοῦμεν ὡς οἱ Σαβέλλιοι λέγοντες μονοούσιον καὶ οὐχ ὁμοούσιον καὶ ἐν τούτῳ ἀναιροῦντες τὸ εἶναι υἱόν. 2.3 οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσε διὰ τὴν τοῦ παντὸς κόσμου σωτηρίαν, ἀνατίθεμεν τῷ πατρί. 2.4 οὔτε τρεῖς ὑποστάσεις μεμερισμένας καθ' ἑαυτάς, ὥσπερ σωματοφυῶς ἐπ' ἀνθρώπων ἐστὶ λογίσασθαι, ἵνα μὴ πολυθείαν ὡς τὰ ἔθνη φρονήσωμεν, ἀλλ' ὥσπερ ἐκ πηγῆς ποταμὸς γεγενημένος οὐ διῃρέτη καίτοι δύο σχήματα καὶ δύο ὀνόματα τυγχάνοντα. 2.5 οὔτε γὰρ ὁ πατὴρ υἱός ἐστιν οὔτε ὁ υἱὸς πατήρ ἐστιν. ὁ γὰρ πατὴρ υἱοῦ πατήρ ἐστι καὶ ὁ υἱὸς πατρὸς υἱός ἐστιν. 2.6 ὡς γὰρ οὐκ ἔστιν ἡ πηγὴ ποταμὸς οὐδὲ ὁ ποταμὸς πηγή· ἀμφότερα δὲ ἓν καὶ ταυτόν ἐστιν ὕδωρ τὸ ἐκ τῆς πηγῆς εἰς τὸν ποταμὸν μετοχετευόμενον, οὕτως ἡ ἐκ τοῦ πατρὸς εἰς τὸν υἱὸν θεότης ἀρρεύστως καὶ ἀδιαιρέτως τυγχάνει. 2.7 φησὶ γὰρ ὁ κύριος· "ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω." παρὰ δὲ τῷ πατρί ἐστιν ἀεὶ ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός. 2.8 οὐδέποτε δὲ ἐκενώθη ὁ κόλπος τοῦ πατρὸς τῆς τοῦ υἱοῦ θεότητος. φησὶ γάρ· "ἐγὼ ἤμην παρ' αὐτῷ ἁρμόζουσα." 2.9 οὐ φρονοῦμεν δὲ κτίσμα ἢ ποίημα ἢ ἐξ οὐκ ὄντων τὸν τοῦ παντὸς κτίστην θεόν, τὸν τοῦ θεοῦ υἱόν, τὸν ἐκ τοῦ ὄντος ὄντα, τὸν ἐκ τοῦ μόνου μόνον, ὡς συναπεγεννήθη ἐκ τοῦ πατρὸς ἀϊδίως ἡ ὁμοία δόξα καὶ δύναμις. "ὁ" γὰρ "ἑωρακὼς τὸν υἱὸν καὶ τὸν πατέρα ἑώρακε." 2.10 τὰ πάντα δηλονότι διὰ τοῦ υἱοῦ ἐκτίσθησαν, ἀλλ' οὐκ ἔστιν αὐτὸς κτίσμα, ὥς φησιν ὁ Παῦλος περὶ τοῦ κυρίου· "ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα" καὶ "αὐτός ἐστι πρὸ πάντων." 2.11 οὐ λέγει δὲ ὅτι πρὸ πάντων "3ἐκτίσθη"3, ἀλλ' ὅτι πρὸ πάντων ἐστί. τὸ