Opusculum 1 († De custodia cordis)

 ἀγῶνα καὶ μελέτην Κυρίου καὶ πόνον νυκτὸς καὶ ἡμέρας ἔχειν ἡμᾶς χρὴ εἰς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς, εἴτε εὐχομένων, εἴτε ἐσθιόντων, ἢ διακονούντων, ἢ π

 ἀμπέλου πᾶσα ἐπιμέλεια καὶ διὰ τὴν τῶν καρπῶν ἀπόλαυσιν γίνεται, καρπῶν δὲ μὴ εὑρισκομένων ἐν τῇ ἀμπέλῳ εἰκῆ καὶ μάτην πᾶσα ἐμπόνησις τῆς ἐργασίας γίν

 γὰρ ψυχὴ τοιαύτη ἐστίν· ἔχει βάθος τι καὶ μέλη πολλά· καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέχει αὐτῆς ὅλα τὰ μέλη, καὶ τὰ νοήματα τῆς καρδίας. Εἶτα ἐπ

 δένδρου εἰς κλάδους δύο, ἢ ἀπὸ πάσης τῆς πόλεως εἰς δύο γειτωνίας. Ἔτι δὲ τὰ πλείονα μέρη τῆς ψυχῆς κατέχεται ἀπὸ τῆς ἁμαρτίας· καὶ νομίζει ὅτι ὅλη δι

 Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί· καὶ πάλιν φησίν· Ἐὰν 34.837 ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Καὶ πάλιν· Βιάζεσθε· βιασταὶ γὰρ ἁρπάζουσι τὴν

 λοιπὰς ἀρετὰς, ὁμοίως οὐ βιάζεται ἑαυτὸν, καὶ ἄγχει, ἐνίοτε γίνεται πρὸς αὐτὸν θεία χάρις αἰτοῦντος καὶ δεομένου· ἀγαθὸς γὰρ καὶ χρηστὸς ὁ Θεὸς, καὶ τ

Opusculum 1 († De custodia cordis)

ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΕΡΙ ΦΥΛΑΚΗΣ ΚΑΡ∆ΙΑΣ ΛΟΓΟΣ. Αʹ. Πῶς δύναται λέγειν ὁ τυχὼν, ὅτι νηστεύων, καὶ ξενιτεύων, καὶ ψωμίζων μου τὰ ὑπάρχοντα ἅγιός εἰμι; Ἅγιός ἐστιν, οὐ καθαρθεὶς τὸν ἔσω ἄνθρωπον; 34.824 οὐ γὰρ ἡ ἀποχὴ τῶν κακῶν ἐστιν ἡ κάθαρσις, ἀλλ' ἡ κατὰ συνείδησιν τελεία κάθαρσις. Εἴσελθε γὰρ, ὦ οὗτος, διὰ τῆς τῶν λογισμῶν σου ἐπιτάσεως πρὸς τὸν αἰχμάλωτον, καὶ δοῦλον τῆς ἁμαρτίας νοῦν σου, καὶ ἴδε τὸν κατώτερον τοῦ νοῦ καὶ βαθύτερον τῶν λογισμῶν, εἰς τὰ λεγόμενα ταμιεῖα τῆς ψυχῆς σου τὸν ἕρποντα καὶ ἐμφωλεύοντα ὄφιν, τὸν φονεύσαντά σε διὰ τῶν καιριωτέρων τῆς ψυχῆς σου μελῶν· ἄβυσσος γάρ ἐστιν ἀκατάληπτος ἡ καρδία· καὶ ἐὰν τοῦτον φονεύσῃς, καύχησαι τῷ Θεῷ περὶ καθαρότητος· εἰ δὲ μὴ, ταπεινωθεὶς ὡς ἐνδεὴς καὶ ἁμαρτωλὸς ὑπὲρ τῶν κρυφίων σου δεόμενος τοῦ Θεοῦ.

Βʹ. Ὁ ἀληθινὸς θάνατος ἔνδοθεν ἐν τῇ καρδίᾳ κέκρυπται, καὶ ὁ ἄνθρωπος ἔσω νενέκρωται. Εἴ τις οὖν μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ἐν τῷ κρυπτῷ, οὗτος ἀληθῶς εἰς τοὺς αἰῶνας ζῇ, καὶ οὐκ ἀποθνήσκει· ἀλλ' εἰ καὶ τὰ σώματα τῶν τοιούτων λύεται πρὸς καιρόν τινα, ἀλλ' οὖν ἡγιασμένα τέ εἰσι καὶ ἐγείρονται σὺν δόξῃ· διὸ καὶ ὕπνον λέγομεν τὴν κοίμησιν τῶν ἁγίων.

Γʹ. Ὅλος ὁ ἀγὼν τοῦ ἀντικειμένου οὗτός ἐστιν, ἵνα δυνηθῇ τὸν νοῦν ἡμῶν ἀπὸ τῆς πρὸς Θεὸν μνήμης καὶ ἀγάπης ἐκσπᾶσαι, δελεάσμασι γηΐνοις χρώμενος, καὶ ἀπὸ τοῦ ὄντος καλοῦ παρεκτρέπων ἐπὶ τὰ δοκήσει, ἀλλ' οὐκ ὄντως καλά. Πᾶν γὰρ ὃ ἐὰν ποιῇ ἄνθρωπος καλὸν, σπιλοῦν καὶ μιαίνειν ὁ πονηρὸς βούλεται, καὶ τὴν ἰδίαν ἐπεισπορὰν τῆς κενοδοξίας ἢ ὀνήσεως τῇ ἐντολῇ συμμίγειν ἀγωνίζεται· ἵνα μὴ διὰ Θεὸν καὶ μόνον κατὰ προθυμίαν ἀγαθὴν τὸ γινόμενον ἀγαθὸν γένηται.

∆ʹ. Τί οὖν; ἡμεῖς οἱ μηδόλως εἰς τὴν καρδίαν εἰσελθόντες, πῶς ἀρξώμεθα; διὰ νηστείας καὶ προσευχῆς ἔξω ἑστῶτες κρούομεν, καθὼς ὁ Κύριος ἐκέλευσεν εἰπών· Κρούετε καὶ ἀνοιγήσεται ὑμῖν. Ἐὰν γὰρ ἐμμείνωμεν τῷ λόγῳ τοῦ Κυρίου, καὶ τῇ πτωχείᾳ, καὶ τῷ ταπεινῷ φρονήματι, καὶ πάσαις παῖς τῶν ἐντολῶν ἀρεταῖς νυκτὸς καὶ ἡμέρας κρούοντες εἰς τὴν πνευματικὴν τοῦ Κυρίου θύραν, δυνησόμεθα τυχεῖν τοῦ ζητουμένου. ∆ιὰ ταύτης γὰρ τῆς θύρας δύναται ἀπολυτρώσεως τυχεῖν πᾶς ὁ βουλόμενος φυγεῖν τοῦ σκότους. Εὑρίσκει γὰρ ἐκεῖ τὴν ἐλευθερίαν τῆς ψυχῆς, καὶ ἀπολαμβάνει τοὺς λογισμοὺς αὐτῆς, καὶ κτᾶται τὸν ἐπουράνιον βασιλέα Χριστόν.

Εʹ. Ὅταν ὁ νοῦς ἐπιλάθηται τῆς νοερᾶς καὶ εὐσεβοῦς θλίψεως, τότε καὶ τῶν ἐντολῶν ἐπελάθετο· καὶ ὅθεν ἂν δοκῇ τρέχειν, παρεκτρέπεται τῆς λείας, καὶ σκολιάζων πολιτεύεται. ∆ιὰ τοῦτο συναντᾷ θηρίοις. Εἰ γὰρ μὴ τὸν τῆς εὐχῆς καὶ ἐλπίδος κόπον ἐκκόπτομεν, οὐκ ἂν ἐπλημμελήσαμεν· τοῖς γὰρ περὶ ψυχῆς θλι34.825 βομένοις λέγει ἡ Γραφή· Πιστὸς ὁ Θεὸς, οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὁ δύνασθε· ἀπαιδεύτοις δὲ συναντήσαι κακά.

ςʹ. Ὥσπερ οἱ ἔξω ὀφθαλμοὶ βλέπουσι μακρόθεν τὰς ἀκάνθας, καὶ τοὺς κρημνούς· οὕτω καὶ ὁ προβλεπτικὸς νοῦς προβλέπει ταχὺς ὢν τῆς ἀντικειμένης δυνάμεως τὰς τέχνας καὶ τὰς ἐπισκευὰς, καὶ ἀσφαλίζεται τὴν ψυχὴν, ὡς ὀφθαλμὸς ὢν αὐτῆς.

Ζʹ. Ἀγῶνος πολλοῦ καὶ πόνου κροπτοῦ καὶ ἀοράτου χρεία, λογισμῶν ἔρευναν ποιεῖσθαι, καὶ τὰ ἠσθενηκότα τῆς ψυχῆς ἡμῶν αἰσθητήρια γυμνάζειν πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ· δεῖ πάντοτε καὶ ἀναζωπυρεῖν διὰ τοῦ νοὸς πρὸς Θεὸν ἐπείξεως τὰ ἐξησθενηκότα τῇ ψυχῇ μέλη· τοῦ νοῦ ἡμῶν προσκαλουμένου μετὰ τοῦ Κυρίου πάντοτε, ἵνα γένηται εἰς ἓν πνεῦμα κατὰ τὸ λόγιον Παύλου. Τοῦτον δὲ τὸν κρυπτὸν