In sanctam parasceven (homilia 7)

 μόνον ὁ δοῦλος τοῦ ἀρχιερέως ῥαπίζων, ἀλλὰ καὶ Στέφανος τὸ μαρτύριον εὐτρεπίζων. Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ταῦτα δὲ ὁ υἱὸς ἔλεγε πρὸς τὸ

 Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, ὁ θεράπων μου προσεύξηται ὑπὲρ ὑμῶν καὶ ζήσεσθε. Ὢ τῆς τοῦ κυρίου ἀγαθότητος. Αὐτὸς φιλανθρωπεύεται καὶ τῷ Ἰὼβ τὴν χ

 πενθοῦσα, οὐ συγγενὴς στενάζων. Μόνον δὲ τῆς βασιλείας ἐπελάβετο καὶ διπλῆς ὑπάρξεως δεσπότης γέγονεν, εὐθέως οἱ ἀδελφοὶ παρατασσόμενοι, αἱ ἀδελφαὶ σο

In sanctam parasceven (homilia 7)

Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως λόγος εἰς τὴν ἁγίαν παρασκευὴν καὶ εἰς τὸ πάθος τοῦ Χριστοῦ καὶ εἰς τὸν δίκαιον Ἰώβ

Μεγάλα τῆς προσευχῆς τὰ χαρίσματα, ἀνεξάλειπτα ταύτης τὰ κατορθώματα. Ὅπου δ' ἄν τις περιστρέψῃ τὸ τῆς διανοίας ὄμμα, οὐδὲ προσευχῆς τιμιώτερον εὑρήσει. Προσευχὴ τὸν Νῶε διεκυβέρνησεν καὶ τοῦ θεηλάτου κατακλυσμοῦ ἀναυάγητον διετήρησεν· προσευχὴ τὴν στείρωσιν τῆς Ἄννας διέλυσεν καὶ τῆς ἐπαράτου κατάρας παραδόξως ἀπήλλαξεν· προσευχὴ τῷ Ἰωνᾶ τὴν κοιλίαν τοῦ κήτους εὐκτήριον οἶκον εἰργάσατο καὶ Νινευΐταις τὴν πόλιν ἄτρωτον διετήρησεν· προσευχὴ Ἐζεκίᾳ τῷ βασιλεῖ πεντεκαιδεκαετῆ χρόνον ἐχαρίσατο. Καὶ ἵνα μὴ μακρολογῶ πόσον δύναται προσευχή, αὐτὸν τὸν κύριον εἰς μέσον ἀγάγωμεν, τὸν ποιήσαντα καὶ διδάξαντα, τὸν μὴ μόνον προσευξάμενον ἀλλὰ καὶ προσεύχεσθαι παραινέσαντα, ὡς ἔστιν αὐτοῦ ἀκοῦσαι λέγοντος πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ὅταν προσεύχεσθε, λέγετε· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου.

1

Ὡς τέκνα πατέρα παρακαλεῖτε, ὡς στρατιῶται τὸν βασιλέα περιμένετε, ὡς πολιτογραφηθέντες εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, πλὴν τοῦ δεσποτικοῦ ὀνόματος μηδὲν ἕτερον ἐπιβοᾶτε. Οὐ μόνον δὲ ὑπὲρ ἑαυτῶν τοὺς μαθητὰς ὁ κύριος ἐδίδαξε προσεύχεσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ ἐχθραινόντων καὶ ἐπιβουλευόντων, ὡς ἔστιν αὐτοῦ ἀκοῦσαι τοῦ κυρίου λέγοντος πρὸς αὐτούς· Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Ὃ ἐδίδαξεν ὁ κύριος καὶ ἐποίησεν· προσηύξατο καὶ αὐτὸς ὑπὲρ τῶν ἀθετούντων αὐτὸν ἐχθρῶν. Καὶ πότε προσηύξατο ὑπὲρ τῶν ἐχθρῶν ὁ κύριος; Πότε; Τῇ παρούσῃ παρασκευῇ, ὅτε παρέστη τῷ σταυρῷ. Σήμερον γάρ, ὡς ἴστε, ὁ πάντων κριτὴς σταυροῦται. ∆ιὸ καὶ ὡς εἶδεν ἑαυτὸν ὁ κύριος ὑπὸ τῶν Ἰουδαίων σταυρούμενον καὶ τοὺς Ἰουδαίους ὑπὸ τῶν ἀψύχων στοιχείων κατακρινομένους, καὶ ὅτι ὁ ἥλιος ἐσκοτίζετο, ἐκεῖνοι δὲ οὐκ ἐστύγναζον, καὶ ὅτι σεισμὸς καθολικὸς ἐγίνετο, ἐκεῖνοι δὲ τῆς κακίας οὐ μετεφέροντο, καὶ ὅτι τὸ καταπέτασμα τοῦ ναοῦ διερρήγνυτο, ἐκείνων δὲ αἱ καρδίαι οὐ κατηνοίγοντο, καὶ ὅτι πολλὰ μὲν ἠνοίγοντο μνήματα, ἐκείνων δὲ αἱ ψυχαὶ οὐκ ἐφωτίζοντο, καὶ ὅτι νεκροὶ μὲν ἀνίσταντο, ἐκεῖνοι δὲ τοῖς νεκροῖς συνελογίζοντο, οὕτως καὶ ὁ κύριος φιλανθρωπευόμενος τὸ τῶν ἀνθρώπων γένος ἐν αὐτῷ τῷ σταυρῷ προσηύχετο πρὸς τὸν ἑαυτοῦ πατέρα τῇ παρούσῃ παρασκευῇ λέγων· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἶδες, ὦ φίλε, πῶς ὃ ἐδίδαξε καὶ ἐπλήρωσεν, πῶς ὑπὲρ τῶν ἐχθρῶν προσεύχεται; ∆ιὰ τί; Ἤθελεν ὁ πατὴρ τοῦ κυρίου ὡς ἀγανακτῶν ὑπὲρ τῆς ὕβρεως τοῦ υἱοῦ θανατῶσαι τὸ τῶν Ἰουδαίων φῦλον, τοὺς ἀντὶ προσκυνήσεως σταυρὸν πελεκῶντας, καὶ ἀντὶ παρακλήσεως ἥλους χαλκεύοντας, καὶ ἀντὶ προσφορᾶς ὄξος προσάγοντας, καὶ ἀντὶ δώρων καλάμῳ τύπτοντας, καὶ ἀντὶ κειμηλίων ἀκάνθινον στέφανον πλέκοντας, καὶ τολμηρῶς βοῶντας· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. ∆ιὰ ταῦτα βουλευομένου τοῦ πατρὸς ἐξαλεῖψαι παραυτὰ τὸ τῶν Ἰουδαίων φῦλον, ὁ μονογενὴς υἱὸς ὡς μεσίτου τάξιν εἰληφὼς παρεκάλει τὸν πατέρα λέγων· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Πολλοὶ γὰρ ἐξ αὐτῶν ἐπιστρέψουσιν· διὸ παρακαλῶ, μὴ συνθερισθῇ ζιζανίοις σῖτος, μὴ συναπόλλωνται λύκοις ἀρνειοί, μὴ συνφθαρῶσι κόραξι περιστεραί, μὴ συγκαυθῶσιν ἀκάνθαις ῥόδα. Οὐ μόνον Καϊάφας ἐνταῦθα μαστίζων, ἀλλὰ καὶ Παῦλος ἐπιστρέφων· οὐ