In pentecosten (homilia 13) (olim sub nomine Joannis Chrysostomi)

 γλωσσῶν ὁ κτύπος ἐνήργησεν; Ἐπειδὴ καὶ περὶ τὴν νομο θεσίαν φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ † πάνσταγος † φοβερὸν τὸ ὕδωρ συνέτρεχεν, ἵνα σὺν ἡσυχίᾳ

 πολλάκις. Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ἐν ὁδ

 εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγέ φησι περὶ τοῦ πνεύματος τοῦ ἁγίου οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύον

 τοῦ ζῴου εἰς οἶκόν τινα καπνιζόμενον τοὺς ἐμφωλεύοντας θήρας ἀπελαύνει, οὕτω καὶ τὸ σταυρικὸν κέρας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τὸν ἑκούσιον τ

In pentecosten (homilia 13) (olim sub nomine Joannis Chrysostomi)

\ \ \ \

Ἔξεστί μοι πρὸς τὸν παρόντα καιρὸν ἀφορῶντι μεγαλοφωνότερον τὴν ∆αυϊτικὴν ἐκείνην ῥῆξαι φωνήν, ἣν οὐκ ἄνθρωπος ἐξηγόρευσεν, ἀλλὰ θεὸς ἐχάλκευσεν. Ποίαν ταύτην φησίν; Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. ∆ιὰ τί; Ὅτι κύριος τῆς δόξης εἰς οὐρανοὺς ἀνῆλθεν, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τῆς γῆς κατῆλθεν· ὅτι τὸ δεσποτικὸν πῦρ ἀνήφθη, καὶ ὁ δεσποτικὸς ἄρτος ὠπτήθη· ὅτι τὸ ἅγιον πνεῦμα θεολογεῖται, καὶ ὁ Μαραθώνιος ἀποτυφλοῦται· ὅτι τὴν ἐπαγγελίαν τοῦ ἁγίου πνεύματος ἐδεξάμεθα, καὶ ὀρφανίας τὸ σύνολον οὐκ ἐγευσάμεθα· ὅτι ὁ νυμφίος Χριστὸς ἀνελήφθη, χηρείαν οὐχ ὑπεμείναμεν. Ἀναγκαῖον γὰρ ἀποδημήσαντος τοῦ νυμφίου, συμπαρεῖναι αὐτὸν τὸν φύλακα, ἐπειδὴ πολλοὶ φθορεῖς ἐπὶ γῆς πελάζονται. Ἀποδημήσας οὖν ὁ νυμφίος Χριστὸς κόσμον ὅλον τῇν νύμφῃν παρέθετο, καταλείπων αὐτίκα τὰ χρειώδη πάντα ὡς προνοητὴς τῆς κόρης. Ποῖα χρειώδη; Οἶνον, τὸν μυστικόν· ἔλαιον, τὸ τοῦ χρίσματος· ἄρτον, τὸ τίμιον σῶμα· πρόσοδον, τὴν τῶν πιστῶν καρποφορίαν· ἔριον, τὸ τῷ νεοφωτισμῷ περιβόλαιον· λῆνον, τὴν τῆς φιλαδελφίας λευκότητα. Ταύτης γὰρ τῆς νύμφης τὴν ἐργασίαν θεωρήσας ὁ παροιμιαστὴς ἔλεγεν· ∆ισσὰς στολὰς καὶ χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς. Ποίας δισσὰς στολάς; Λευκὰς καὶ πορφύρας· λευκὰς μὲν τὰς ἀποστολικὰς μὴ ῥυπωθείσας τῇ ἀσεβείᾳ, πορφύρας δὲ τὰς μαρτυρικάς, ἃς ἐκογχύλευσαν τῷ ἰδίῳ αἵματι. Τί δὲ καὶ ὁ συγγραφεὺς τῶν ἀποστολικῶν Πράξεων Λουκᾶς; Ἀναγκαῖον γὰρ αὐτὸν ἐπισκέψασθαι. Ἤκουσεςαὐτοῦ βοῶντος· Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό· καὶ γίνεται ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι οἱ τοῦ κυρίου μαθηταί. ∆ιὰ τί δὲ ἐκάθηντο; Ὅτι οὐδέπω τὴν ποικιλίαν τῶν γλωσσῶν ἐδέξαντο, ὅτι πλὴν τῆς ἀγροικιζούσης λέξεως οὐδὲν ἕτερον ἐπίσταντο. Ἐκάθηντο οἱ τοῦ κυρίου μαθηταὶ πρὸ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος, ἀργίαν τιμῶντες, τῆς ἐπαγγελίας τὴν σαγήνην συρράπτοντες, πρὸς τὴν θήραν τῶν λογικῶν ἰχθύων ἑαυτοὺς εὐτρεπίζοντες. Ἔλεγον γὰρ πρὸς ἑαυτοὺς οἱ μαθηταὶ τοῦ κυρίου καθήμενοι· Μηδεὶς ἡμῶν πρὸ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος πρὸς διδασκαλίαν ὁρμήσει. Ἡμεῖς οἱ ἰδιῶται καὶ ἀγράμματοι, πλὴν τοῦ ψελλίζειν μηδὲν ἐπιστάμενοι· οἱ δὲ ἀντικείμενοι ἡμῖν, νομικοὶ καὶ φιλόσοφοι, καὶ πρὸς καταρρητόρευσιν ἕτοιμοι. ∆ιδασκάλους ἡμᾶς τῶν ἐθνῶν ὁ κύριος [ἡμᾶς] ἀπεφήνατο· πῶς δυνώμεθα Ῥωμαίους κατηχῆσαι, ἢ Πάρθους παιδεῦσαι, ἢ Γαλάτας φωτίσαι, ἐὰν μὴ τῶν ποικίλων γλωσσῶν δεξώμεθα τὴν ἐνθήκην; Ταῦτα τῶν ἀποστόλων πρὸς ἑαυτοὺς ἴσως ἀμφιβαλλόντων, ἐγένετο ἄφνω ἦχος ἐκ τοῦ οὐρανοῦ, καθὼς ἀρτίως ἤκουες. Ἄνωθεν ἦχος ἐπέμπετο, οὐχὶ δὲ κάτωθεν κτύπος ἀνεδίδετο. ∆ιὰ τί; Ἵνα μὴ δόξωσιν οἱ ἀπόστολοι τὸν δράκοντα κάτωθεν συρίζειν, ἀλλὰ ἄνωθεν τὸ πνεῦμα δροσίζειν. Ἦχος ἐγένετο, ἐπειδὴ νόμος ἐπαύετο· ἦχος ἐγένετο, ἐπειδὴ γλῶσσαι μετετορνεύοντο. ∆ιὰ τί οὖν τοῦ θαύματος ἦχος προέδραμεν, καὶ πρὸ τῶν