In nativitatem Christi (homilia 12) (olim sub nomine Joannis Chrysostomi)

 ἀνατολῶν ἐν Ἱεροσολύμοις λέγοντες·Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.

 ἐνσάρκου παρουσίας τοῦ κυρίου, εὐθέως ἐφονοκτόνουν, τούτου χάρινὁ κύριος εὐδόκησε δι' ἐθνικῶν μάγων τὴν προφητείαν ποιήσασθαι, ἵνα γνῶσιν ἐντεῦθεν Ἰου

In nativitatem Christi (homilia 12) (olim sub nomine Joannis Chrysostomi)

̓Ιωάννου ἀρχιεπισκόπουΚωνσταντινουπόλεως εἰς τὴν γέννησιν τοῦ κυρίου ἡμῶν ἸησοῦΧριστοῦ

Πολλαὶ μὲν καὶ ἀναρίθμητοι τῶν Χριστιανῶν αἱ θεοφιλεῖςπανηγύρεις· τί δὲ τῆς παρούσης πανηγυρικώτερον, ὅτι ὁδεσπότης Χριστὸς ἐγεννήθη καὶ ὁ κόσμος ἀνεγεννήθη;Ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ Ἀδὰμ ἀνεκλήθη· ὁ Χριστὸς ἐγεννήθη καὶ ἡ Εὕα τῆς λύπης ἐλυτρώθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ δράκων ἠφανίσθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ παράδεισος ἀνεκαινίσθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ διάβολος κατεκρίθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ ᾅδης ἠλλοιώθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ἡ γῆ ἀνεκτίσθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ ἀὴρ ἐκαθάρθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ οὐρανὸς ηὐφράνθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ Ἰουδαϊσμὸς ἐμειώθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ Χριστιανισμὸς ἐπυκνώθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ἡ συναγωγὴ ἐκαπνίσθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ἡ ἐκκλησία εὐωδιάσθη·ὁ Χριστὸς ἐγεννήθη καὶ τὸ φῶς προσετέθη.

1

Σήμερον γὰρ καὶ τοῦ σωματικοῦ φωτὸς αὔξησις καὶ τοῦπνευματικοῦ ἔλλαμψις. Τοῦ γὰρ ἡλίου τῆς δικαιοσύνης Χριστοῦ ἐκ τῆς παρθενικῆς ἀδιαφθάρτου παστάδος ἀνατείλαντος, τὸ σκότος τῆς ἀσεβείας ἀπελάθη καὶ τὸ φῶς τῆς εὐσεβείας διεδόθη, ὁ παγετὸς τῆς βλασφημίας διελύθη, ὁ δὲκαρπὸς τῆς θεογνωσίας ἐπιάνθη καὶ ὁ ἀστὴρ τῆς ἀληθείαςεἰς πάντας ἀνέτειλεν. Ὅθεν τοῦτο τὸ φῶς θεωρήσαντες οἱπροφῆται ἐκ πολλῶν τῶν χρόνων ἐβόων πρὸς αὐτὸν λέγοντες· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Τί ἐστιν Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς; Ἐν σοί φησι τὸν πατέρακατανοήσομεν· φῶς γὰρ εἶ φωτὸς μηνυτικόν.Πῶς οὖν πανηγυρίζομεν σήμερον, τοῦ ἀΰλου φωτὸς Χριστοῦ ἀΰλως παρακύψαντος ἐκ τῆς ἀτοιχωρύχου παρθενικῆς πηγῆς; Οὐκέτι τὰ εἴδωλα ψηλαφῶμεν,ἀλλὰ τὰ θυσιαστήρια κατανοοῦμεν·οὐκέτι ἐγγαστριμύθους ἀξιοῦμεν,ἀλλὰ προφήτας παρακαλοῦμεν·οὐκέτι ἐπαοιδοὺς θεραπεύομεν,ἀλλ' ἀποστόλους ἐγκωμιάζομεν·οὐκέτι ὑπὸ δένδρον εἰδωλολατροῦμεν,ἀλλ' ὑπὸ τὸν σταυρὸν κυριολογοῦμεν·οὐκέτι τὰ τέκνα ἡμῶν τοῖς δαιμονίοις θύομεν,ἀλλὰ τὰς καρδίας ἡμῶν τῷ θεῷ θυμιῶμεν·οὐκέτι μυθολογίας ἀναγινώσκομεν,ἀλλ' εὐαγγέλια ἐπιγινώσκομεν·οὐκέτι Πλάτωνα καὶ Ἀριστοτέλην σεμνύνομεν,ἀλλὰΠέτρον καὶΠαῦλον ἐκθειάζομεν· οὐκέτι τὴν σάρκα περιτεμνόμεθα, ἀλλὰ τὴν ψυχὴν σφραγιζόμεθα· οὐκέτι πικρίδας Ἰουδαϊκὰς ἐσθίομεν, ἀλλὰ τὸ μέλι τῆς χάριτος καταπίνομεν· οὐκέτι ἐνΒαβυλῶνι αἰχμαλωτιζόμενοι λέγομεν·Πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας; ἀλλὰ πανταχοῦ τῆς γῆς εὐφραινόμενοι βοῶμεν·Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς·οὐκέτι μερικῶς πανηγυρίζοντες πενιχρῶς παρατρύζομεν λέγοντες·Γνωστὸς μόνον ἐν τῇ Ἰουδαίᾳ ὁ θεός, ἀλλὰ καθολικῶς γενεθλιάζοντες πλουσίως ὑποψάλλομεν·Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.Μηκέτι τὸνΒάαλ προσκαλεῖσθε, ἀλλὰ τὸν θεὸν παρακαλεῖτε· ἐκεῖνος ἀδολεσχεῖ, οὗτος θαυματουργεῖ· ἐκεῖνος καθεύδει, οὗτος γρηγορεῖ.Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.Τί ἐστιν ἀλαλάξατε; Ἀντὶ τοῦ εὐχαριστήσατε τῷ νικοποιῷΧριστῷ· ἀλαλαγμὸς γὰρ νίκης ἀναγνωρισμός. Ἀλαλάξωμεν τοίνυν τῷ νικοποιῷΧριστῷ, καὶ μὴ τοῖς ψευδωνύμοις εἰδώλοις προσκυνήσωμεν, διότι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν.Ἤκουες γοῦν ἀρτίως τοῦ εὐαγγελιστοῦΜατθαίου λέγοντος·Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐνΒηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου, ἰδοὺ μάγοι παρεγένοντο ἀπὸ