In Job (homilia 5)

 ᾗ ἐγεννήθην καὶ ἡ νὺξ ἐν ᾗ εἶπον· Ἰδοὺ ἄρρεν. Ὕβρισε τῆς μητρὸς τὴν εὐγένειαν, τύμβον τὸν κόλπον τῆς μητρὸς προσεδόκησεν, διέβαλε τῶν μαζῶν τὴν εὐγένε

 μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. Πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει. Ἀνθρώπινα τὰ ῥήματα διὰ τὸ πάθος ἀνηγόρευται. Εἰ μὴ γὰρ ταῦτα ἦν ἐκθέμ

 τὴν ὀδύνην, ὀστράκῳ με καταξέων· οὐ τοσοῦτον γὰρ αὐτὸς δάκνεται, ὅσον ἐγὼ κατεσθίομαι. Τί ποιήσω; Ἧτταν προβλέπω, πᾶσαν μηχανὴν προσήνεγκα, καὶ οὐδ' ὅ

In Job (homilia 5)

\

Εὔκαιρον ἐν τῷ παρόντι τὸν ἀήττητον τοῦ θεοῦ στρατιώτην Ἰὼβ λέγειν τὰ τοῦ προφήτου ∆αυΐδ. Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. Ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. Ὄντως ὁ Ἰὼβ εἴπέρ τις ἐφύλαξεν ἀπὸ βλασφημίας τὸ στόμα αὐτοῦ , ἐχαλίνωσεν ἀπὸ λοιδορίας τὴν γλῶσσαν αὐτοῦ, ἐχαράκωσε θεοφοβίᾳ τὰ χείλη. Ἐταπεινώθη, ἀλλ' οὐκ ἠπορήθη· ἐκωφώθη, ἵνα μὴ τοῦ δράκοντος ἀκούσῃ· ἐσίγησεν ἐξ ἀγαθῶν, ἀλλ' οὐκ ἀπέστη τῶν ἀγαθῶν· ἀνεκαινίσθη αὐτοῦ τὸ ἄλγημα, ἀλλ' οὐ διεφθάρη αὐτοῦ τὸ κατόρθωμα. Τὸν ἐξ ἐναντίας αὐτοῦ συνεστῶτα διάβολον ἐματαίωσεν, κενὸν αὐτὸν τῆς ἐλπίδος ἀπέδειξεν. Ὃ ἤθελεν, ἔπραξεν ὁ διάβολος· ὃ προσεδόκησεν, οὐκ ἤκουσεν. Τὴν φαρέτραν τῶν βελῶν ἐκένωσεν, ἀλλὰ τὸν στρατιώτην οὐκ ἐλύγισεν· τὸ σκάφος διέλυσεν, ἀλλὰ τὸν ἐπιβάτην οὐκ ἐβύθισεν· τοὺς δέκα κλάδους τῶν τέκνων ἀπέτεμεν, ἀλλὰ τὴν ῥίζαν τῆς ὑπομονῆς οὐκ ἐσάλευσεν· τοιχορυγίας τῷ σώματι προσήνεγκεν, ἀλλὰ τὴν ἡγεμονεύουσαν ψυχὴν οὐκ ᾐχμαλώτισεν· τοὺς φίλους ἐχθροὺς παρεσκεύασεν, ἀλλὰ τὸν φίλον τοῦ θεοῦ τῆς πρὸς αὐτὸν φιλίας οὐκ ἠλλοτρίωσεν. ∆ιὸ καὶ ὁ σοφώτατος Ἰὼβ ὡς εἶδε τοὺς τρεῖς φίλους, καθὼς ἀρτίως ἤκουες, ἐπὶ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας συγκαθεσθέντας , τὴν μὲν συμπάθειαν ἐθαύμασεν, τὴν δὲ συμβουλίαν οὐκ ἐγνώρισεν. ∆ιὰ τί; Ὅτι ὠνείδισαν οἱ φίλοι δικαίως αὐτὸν πάσχειν ἀποφηνάμενοι· ἁμαρτιῶν ἀντίδοσιν γενέσθαι διεσάφησαν. ∆ιὸ καὶ ὁ Ἰὼβ ὡς εἶδεν αὐτοὺς ἐν τούτοις, μετὰ πολλὰς ἀντιρρήσεις ἀπεκρίθη πρὸς αὐτοὺς λέγων, καθὼς ἡ γραφὴ τοῦ Ἰὼβ περιέχει· Ἀτὰρ δὴ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ἰατροὶ κακῶν πάντες. Ἔδει τὸν φίλον παραμυθήσασθαι· μὴ γὰρ τραυματίζειν; παρακαλεῖν· μὴ γὰρ λοιδορεῖν; Πειρασμοὶ πειρασμῶν μοι γίνεσθε· οὐχ ὁρᾶτε πῶς χαλεπὰ τῶν ἰχώρων τὰ ῥεύματα; Οὐ νοεῖτε πῶς πικρὰ τῶν ὀστράκων τὰ ξέσματα; Οὐκ αἴσθεσθε πῶς σκληρὰ τῆς κοπρίας τὰ ὑποστρώματα; Οὐκ ἠκούσατε πῶς ψυχοφθόρα τῆς γυναικὸς τὰ συμβου λεύματα; Ὃ ἔδει ὑμᾶς κουφίζειν ἐπιφορτοῦτε, τῷ διαβόλῳ πειθαρχεῖτε. Τί ἐπιξέετέ μου τὰ τραύματα; Τί τῇ γλώσσῃ με τοξεύετε; Τί τῷ στόματι πολεμεῖτε; Οὐκ ἠρκέσθη ὁ ἡττηθείς, ἔτι πυκτεύει ὁ κάτω κείμενος καὶ ἐπὶ κοπρίας ἠκολούθησεν. Πᾶσαν μου τὴν ὕπαρξιν ἀπέτεμεν, τὴν δεκάδα τῶν τέκνων, τὴν γυναῖκά μοι μόνην ἐφύλαξεν, καὶ αὐτὴν οὐχ ὡς παρηγορίαν ἀλλ' ὡς ἐπιβουλήν. Ὡς δὲ καὶ δι' αὐτῆς ἐματαιώθη, δι' ὑμῶν με πάλιν ὑποσύρειν ἐπείγεται. Ἀπόστητε τοίνυν, ὦ φίλοι, ἔγνων τοῦ πανούργου τὰ ἐπιχειρήματα· πρῶτον καὶ ὑμᾶς συμπαθεῖς ἀνέδειξε καὶ ἐπὶ κοπρίας καθέζεσθαι παρεσκεύασε καὶ ἐπὶ ἑπτὰ ἡμέρας ἀσίτους καὶ ἀλάλους ἀνέδειξεν, ὅπως ἐγὼ θαρρήσας τῇ συμπαθείᾳ θᾶττον δέξωμαι τὴν ἐπιβουλήν. Ἀπόστητε, φίλοι, οἶδα πότε καὶ τὰ τῶν φίλων ὑμᾶς λαλεῖν παρασκευάζει, οἶδα πότε καὶ τὰ τῶν ἐχθρῶν ὑποσπείρει· πρῶτον τὸ συμπαθὲς καὶ τότε τὸ δόλιον. Ἀπόστητε τοίνυν, ὧ φίλοι, οὐ μή με πείσητε βλασφημῆσαι· οἶδα προλέγειν τὰ τοῦ ∆αυΐδ· Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Τί οὖν; Ὁ Ἰὼβ οὐχ ἥμαρτεν οὔτε ἐβλασφήμησεν οὔτε ἐλάλησεν ἐναντίον; Πᾶσαν τὴν κτίσιν κατηράσατο καὶ μετ' ὀδύνης ἐβόησεν· Ἀπόλοιτο ἡ ἡμέρα ἐν