Cesti (fragmenta) Πίναξ Τάδε ἔνεστιν ἐν τῷ <ζʹ> τῶν Ἀφρικανοῦ Κεστῶν· αʹ Περὶ ὁπλίσεως. -βʹ Περὶ πολεμίων φθορᾶς. -γʹ Ἀγωνιστικόν. -δʹ Πρὸς τομὴν πληγ

 ποικίλον, κοινὴν καὶ κατὰ βαρβάρων καὶ πρὸς αὑτοὺς τὴν ὅπλισιν ἐπισκευάσαντες· σημεῖον δὲ <τὸ> ἐλευθέρας τῶν μαχομένων τὰς ὄψεις ὑπὸ πίλῳ Λακωνικῷ ἐν

 Χρίουσι τὰ βέλη τινὲς φαρμάκοις, ἵνα τραῦμα πᾶν γένηται καίριον· τὴν ἐν ὕλαις ἰσχὺν ἄλλοι τίθενται. Προδιαφθείρουσί τινες φεύγοντες τὰς νομάς· φαρμακε

 τροφαῖς τετειχισμένου. Οὐ φέρει θάνατον ταῦτα μονήμερον, οὐδὲ τὸν χρησάμενον εὐθέως ἀναιρεῖ, λοιμοῦ τέχνῃ τοῦτον καὶ τὸν οὐ φαγόντα καταλαμβάνοντος· ἀ

 φθορά, εἰς ἀποφυγὴν τοῦ λοιμοῦ τὴν θεραπείαν προὔλαβον ἐκθέμενος ἐν ταῖς πρὸ τούτου διφθέραις. Προϋπέσχετο τὴν κατὰ Μήδων νίκην ἑαυτῷ τῷ γίνεσθαι τὴν

 τραῦμα ἰατρῶν παῖδες θεραπευέτωσαν, τοῦ κάμνοντος ἑαυτὸν εὐχερῶς ἐς τὴν ἐπάφησιν αὐτῶν χορηγοῦντος. 1.6 Ἵππου τιθασία Σπάνιος ὥσπερ ἐν ἀνδράσιν οὑτωσὶ

 μόνον· πίστευσον λέγοντι, ὁρῶσι καὶ δαίμονας, καὶ οἶδα πολλοὺς ἐν τριόδοις χρεμετίσαντας καὶ πεσόντας καὶ κηρύξαντας τῇ φωνῇ τὴν ἀπειλήν. Μάλιστα δὲ ε

 οἱ ἵπποι δέξωνται τὴν ὀδμὴν τοῦ κακοῦ, μεμήνασι καὶ φριμάσσουσι καὶ διὰ σπουδῆς ἀνίστανται, ὥσπερ τὴν ἀπὸ τῆς γῆς ἀναπνοὴν πεφοβημένοι, καὶ ἀνασκιρτῶσ

 καὶ ὀλίγιστον ἐλαίου προσλαβών, εἶτά τι μετρίως ἀνακόψας, ἔγχει κατὰ τῆς εὐωνύμου ῥινὸς διὰ τοῦ κέρως ἡμιόνοις νωτοφόροις τε καὶ τοῖς ὑποζυγίοις τελεί

 τοῦ τριγώνου δίχα τέμνονται πλευραί». Ἔστω γὰρ τρίγωνον ὀρθογώνιον τὸ ΑΒΓ, ὀρθὴν ἔχον τὴν Β γωνίαν. Καὶ τετμήσθω δίχα ἡ ΑΒ, τῷ ∆. Καὶ πρὸς ὀρθὰς ἤχθω

 ἀέρα κουφότατον, ἔτι καὶ ἀπέχονται θερμοῦ τε παντὸς καὶ ἁλῶν, ὡς ὄντων τοῦ ἀμβλυώττειν αἰτίων. Ὡς δ' ἂν μή ποτε ἁλῶσιν καθεύδοντες καὶ ἔφοδος αὐτοὺς π

 πτερόεις τυγχάνεις, προλαμβάνω σε κἀγὼ ἄλλῳ πτερῷ. Οὕτως οἱ Πασιθέας πρὸς Ὕπνον γάμοι. Ἀγρυπνοῦσι μὲν ὁ Ἔρως· ἐγγύη δὲ ὑπὸ Ἥρατούτου ἡ κλοπὴ τοῦ πτερο

 ἑαυτῷ. ∆ιπλοῦν δὲ ἐκ τούτου πλεονέκτημα· ἢ γὰρ ἀλγήσας ἀναιρεῖ τοὺς ἑαυτοῦ παραμυθούμενος ἀνίατον ἀλγηδόνα, <ἢ> ἴστασθαι μὴ δυνηθείς, πασσυδὶ πίπτει.

 στρόβιλοι ὡς καθ' ἕκαστον χοῦν ὕδατος δέκα· τούτους βαλὼν εἰς τὸ ὑγρόν, ζέσον ὅσον χλιᾶναι· τὸ δὲ ἀγγεῖον ἐνδεὲς ἔστω κοτύλων ʹ· ὃ περιφιμώσας πάνυ, ἐ

 βαλεῖν καὶ τρίτον ἐφεξῆς καὶ τοὺς ἄλλους ὁμοίως, τοῦ δευτέρου ἀεὶ τοσοῦτον ἀναπαύοντος τὴν βολὴν ὅσον ἐπὶ τὸν σκοπὸν φθάσαι τὸ τοῦ πρώτου βέλος. Εἶδον

 ἄλειφε ἐλαίῳ ἐν ᾧ ὁμοίως βδέλλαι ἀπεζέσθησαν. <Πίναξ> '1 Πῶς δι' οἴνου κατεργάσαιτ' ἄν τις τοὺς πεπωκότας πρὸς <τὸ> τρεῖς ἡμέρας κοιμᾶσθαι. -'2 Περὶ ἀ

 τοῦτο δεῖ γίνεσθαι ἀπ' ἀρχῆς ἔαρος μέχρι τέλους τοῦ φθινοπώρου. Καὶ πάλιν οἶνος ἀψινθίτης εἰς ταὐτὸ πέποται, οὐ μόνον πρὸ τροφῆς, ἀλλὰ καὶ μετὰ τροφὴν

 ἐλεφαντιῶντος ἵππου· Ἀφρικανοῦ Τὸ τοῦ χερσαίου ἐχίνου ἧπαρ ἐν ἡλίῳ ξηρανθὲν ἰᾶται τοὺς ἐλεφαντιῶντας ἵππους. 3.2 Ἀφρικανοῦ· ὀφθαλμικόν Ἡ χελιδὼν φέρει

 χορίῳ κυνὸς ἐσμυρνισμένῳ καὶ ὡς χρὴ κεκαθαρμένῳ καὶ περιαφθεῖσα αἰτία κυήσεως γίνεται. Ἵνα δὲ ὃ θέλεις συλλάβῃ τὸ ζῷον, εἴτε ἄρρεν εἴτε θῆλυ, λινόζωστ

 συκῶν καὶ μυρμηκιῶν καὶ ἀκροχορδόνων Μυρμηκίαι εἰσὶν σωμάτων ἐκφύσεις τραχέσιν ἥλοις προσεοικυῖαι· γίνονται δὲ πολλοῖς πολλαχοῦ. «Μυρμηκίας» δὲ καλοῦσ

 κορίου. Ποιεῖ δὲ καὶ βόλβιτον καταχριόμενον ὀπός τε συκῆς σὺν συκαμίνου φύλλοις ἢ καλαμίνθη ἢ φακὸς σὺν ἐλαίῳ χριόμενος. Ἄπληκτα δὲ τὰ ζῷα τηρεῖ σικύο

 πληγάς. 3.33 Ἀφρικανοῦ· πρὸς τὸ μὴ ἀδικεῖσθαι κτήνη ὑπὸ φρύνου νύκτωρ ἢ ἐν ζοφερῷ τόπῳ ἐμφωλεύοντος προσφυσώμενα Ὁ φρῦνος προσφυσᾶν εἴωθεν τοῖς κτήνεσ

 ἰσοστάσιος τῇ Ἰταλικῇ ἣ καλεῖται «δηνάριον», ὡς γὰρ ἐπίπαν τοῖς Ἰταλικοῖς νῦν χρῶνται πολλοί. Ἡ Ἀττικὴ μνᾶ στατῆρας ἔχει κεʹ· ἡ δὲ Ἰταλικὴ λίτρα στατή

 παρθενικαί τ' ἀταλαὶ νεοπενθέ' ἄωτον ἔχουσαι· πολλοὶ δ' οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν, ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχε' ἔχοντες οἳ πολλοὶ παρὰ βόθ

 χάλα εἰς κριμνοῦ ˉχˉο αʹ, φύκους ˉχˉο δʹ, ζέσας χάλα τὸ ἔριον καὶ ἄφες ἕως ὀψὲ καὶ ἄρας ἀπόκλυσον θαλάσσῃ, εἶτα ὕδατι. 8.2 Ἀφρικανοῦ ἐκ βίβλου γʹ Στῦψ

 φλεβῶν ὀλισθήμασι, καί τι ἄλλο νυκτιφαές. Ἔρωτας δὲ καὶ ἀνάπτει καὶ σβέννυσι. Καὶ τρίχας λευκὰς μὲν μελαίνει λευκαίνει δὲ μελαίνας. Καὶ ἄλλ' ἄττα τοια

Cesti (fragmenta) Πίναξ Τάδε ἔνεστιν ἐν τῷ <ζʹ> τῶν Ἀφρικανοῦ Κεστῶν· αʹ Περὶ ὁπλίσεως. -βʹ Περὶ πολεμίων φθορᾶς. -γʹ Ἀγωνιστικόν. -δʹ Πρὸς τομὴν πληγέντος. -εʹ Πρὸς τὴν ἀπὸ σιδήρου πληγήν. -ʹ Ἵππου τιθασία. -ζʹ Μὴ χρεμετίσαι ἵππον. -ηʹ Πρὸς ἵππων ὑπόχυσιν. -θʹ Ἵππον μὴ πτοεῖσθαι. -ιʹ Περὶ ἵππων τάχους. -ιαʹ Ταράξιππον. -ιβʹ Πρὸς ὑποζυγίων φθοράν. -ιγʹ Πρὸς ἡμίονον λακτίζουσαν. -ιδʹ Θήρα στρατιωτική. -ιεʹ Ποταμοῦ πλάτος εὑρεῖν καὶ τείχους <ὕψος>. -ιʹ Ἤχου κλοπή. -ιζʹ Ἀγρυπνητικόν. - ιηʹ Πρὸς ἐλεφάντων μάχην. -ιθʹ Γεωργίας παράδοξα. -κʹ Ἐπισφράγισμα περὶ βέλους. <Προοίμιον> Κατὰ λόγον ἢ νόμον ἢ εἱμαρμένην ἢ τύχην αἱ τῶν πραγμάτων ἐκβάσεις, ἐπιγοναὶ καὶ φθοραί, ἀλλοιώσεις καὶ ἰάματ<α>· ὧν ἕκαστον καλὸν εἰδέναι, συναγαγόντας ἐκ πάντων ὠφέλειαν ποικίλην καρπουμένην, θεραπείαν παθῶν ἢ ἱστορίαν ἀπόρρητον ἢ λόγου κάλλος· ἅπερ ἔν τε τοῖς φθάνουσι καὶ τοῖς ἑπομένοις, ὥς γε οἶμαι, κατὰ τὸ ἐμαυτοῦ μέτριον κατώρθωται. Περὶ ὁπλίσεωσ Καλὸν δὲ ἐν πᾶσι καὶ πόλεμον εἰδέναι. Πολλάκις γὰρ καὶ ἐθαύμασα τὴν αἰτίαν τῆς διαφόρου τῶν ἐνοπλίων ἀγώνων ῥοπῆς καὶ ἐκ τούτων μὲν Ῥωμαίων Ἕλληνας, Ἑλλήνων δὲ τοὺς Πέρσας, μηδέπω δὲ ὑπὸῬωμαίων Πέρσας νενικῆσθαι, ἀλλ' εἰς ἐλευθερίαν θρασύνεσθαι καὶ τὴν ἰσοτιμίαν βιάζεσθαι πρὸς ἡμᾶς λέγειν τὰ ἄνω τῆς Ἀσίας ἔθνη. Λογισμὸν δὲ ἐμαυτῷ διδούς, εὗρον οὐ πλεονεξίαν στρατηγημάτων οὐδὲ στρατιωτικὴν τὸ σύνολον ἰσχὺν (πλήθους γὰρ ἐν πολέμῳ παρὰ τοῖς ἀγαθοῖς λόγος οὐδὲ εἷς), ἀλλὰ τὴν παρασκευὴν τῶν ὅπλων καὶ τὸ εἶδος τῆς ἐνυαλίου στολῆς. Ἕλληνες μὲν γὰρ χαίρουσι βαρείᾳ πανοπλίᾳ· πῖλος ἐκείνοις διπλοῦς, θώραξ λεπιδωτός, ἀσπὶς ἐπίχαλκος κοίλη, ὀχάνοις δύο κρατουμένη, ὧν τὸ μὲν περὶ τῷ πήχει εἰς ὠθισμὸν ἀρκοῦν, τὸ δὲ ἄκρᾳ χειρὶ κρατούμενον, κνημίδες δύο, ἀκόντιον μετὰ χεῖρας, καὶ ἀγχέμαχον δόρυ τοῖς τῶν ἱππέων τῶν βασιλικῶν ἴσον, καὶ πλατὺ ξίφος οὐ μακρόν. Σπάνιος τῇ ὁπλίσει ταύτῃ δρόμος, οὐ πολὺς μέν, ὀξὺς δὲ καὶ τοσοῦτος ὅσος ἂν γένοιτο τοῦ σπεύδοντος ἐντὸς βέλους γενέσθαι φθάσαι. Συνασπίζειν τε ᾔδεσαν καὶ ἕκαστος αὐτῶν καθ' αὑτὸν ἐμάχετο, ὡς <εἶναι> τὴν ἀρετὴν τοῦ στρατιώτου διπλῆν καὶ κοινῇ καὶ μόνου. Κατέκοπτον οὖν τοὺς βαρβάρους τρόπῳ τῷδε· πολλὰ ἐν τῇ πορείᾳ διαναπαύσαντες αὑτούς, ὡς μὴ ἀμβλύνεσθαι τὴν σπουδὴν τῷ μήκει τῆς ὁδοῦ, ἀκμῆτες τὸν τρόπον τοῦτον μέχρι τῶν κινδύνων ἔμενον· ὀξεῖ δὲ χρησάμενοι τάχει, πρὸς τὸ ἐντὸς βελῶν γενέσθαι, εἶχον ἔργου, φερομένων ὑπὲρ αὐτοὺς μακρότερον τῶν βελῶν, ὑποδραμόντων αὐτῶν τὴν ἔφιξιν, τῶν δὲ οὐχ ὑπομενόντων, διὰ τὸ γυμνητεύειν τῶν πεζῶν, τῆς τοιαύτης φράξεως τὴν ἐμβολήν· δύναμις γὰρ βέλους μῆκος, ἐν δὲ τῷ πλησίον, πανοπλίᾳ ἀσφάλεια τῆς μάχης κατορθοῦται. Πρὸς μὲν οὖν τὸ ἕκαθεν μηδὲν παθεῖν, ὁ μὲν θώραξ παντὸς βέλους κρείττων τῇ τῶν λεπίδων ἐπιπτυχῇ πρὸς τὸ μεῖναι ἄτρωτον, ὅ τε πῖλος περὶ τῇ κεφαλῇ κυνῆν <ἔχων> ἑτέραν δὲ ἐπιθήκην χαλκοῦ καὶ ἄλλην ἐπὶ ἄλλῃ περικεφαλαίαν τυγχάνει πρὸς τὰ ἀπὸ σφενδόνης βλήματα, περιθλωμένης μὲν τῆς ἔξω λεπίδος καὶ συνεικούσης, ὡς μὴ ἐφικέσθαι τὸ πεμφθὲν τοῦ ἐνδοτέρω τῆς κεφαλῆς ἐπιβλήματος. Γυμνὸν δὲ τὸ πρόσωπον καὶ αὐχὴν ἐλεύθερος ἀκώλυτον τὴν πανταχοῦ περίσκεψιν χωρεῖ. Τοῖς τε δόρασιν οἳ μὲν τοὺς κοντοφόρους ἀναστέλλουσι τῶν ἱππέων προνύσσοντες πρὶν ἐμπεσεῖν, οἳ δὲ καὶ ἀραιοτέρας στησάμενοι τὰς φάλαγγας διαχωρήσαντες ἐφικνοῦνται τῶν βαρβάρων [ὅπη δεῖ ἐλλεβοροστρῶσαι]. Χρῶνταί γε μὴν καὶ πελτασταῖς καὶ σφενδονήταις ἀκινδύνως τῷ τείχει τῶν ὅπλων προπεφραγμένοις. Τά γε μὴν βραχεῖα ξίφη εὐχερείᾳ καὶ σφοδρότητι πληγῆς χρήσιμα. Ὀλίγα δὲ τούτων παρεποίησαν οἱ ἐπίγονοι Μακεδόνες, διὰ τὸ τῶν πολέμων