1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

1

Sacra parallela (recensiones secundum alphabeti litteras dispositae, quae tres libros conflant) (fragmenta e cod. Vat. gr. 1236)

ΠΡΟΛΟΓΟΣ ΤΩΝ ΠΑΡΑΛΛΗΛΩΝ.

Κτῆμα τίμιον ἡ ἀρετὴ, Θεῷ συνάπτουσα, καὶ βασιλείας οὐρανῶν προξενοῦσα. Πορισμὸς δὲ ταύτης ἡ τῶν θείων ἐντολῶν τήρησις γίνεται. Φησὶ γὰρ ὁ Κύριος ἐν ἐπαγγελίαις πρὸς τὸν ἐν Αἰγύπτῳ λαόν· Ἐὰν ἀκούσητέ μου, καὶ φυλάξητε τὰς ἐντολάς μου, ἔσεσθέ μοι λαὸς περιούσιος, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον. Καὶ υἱοὺς Θεοῦ γενέσθαι τοὺς πειθαρχοῦντας τοῖς προστάγμασιν ἀπεφήνατο. Ἡλίκον δὲ τοῦτο ἀγαθὸν λόγος ἑρμηνεῦσαι οὐ δύναται. Ὑπὲρ γὰρ τὴν ἡμετέραν φύσιν ἡ χάρις· ὑπὲρ ἐλπίδα τὸ τῆς υἱοθεσίας ἀξίωμα. Προσήκει τοίνυν ἡμᾶς ὑπὲρ τῶν τοιούτων ἀγαθῶν τὰ ἐντεταλμένα προθύμως ἐκτελεῖν. Ῥᾳδίαν δὲ τὴν τοῦ συμφέροντος αἵρεσιν ἕξομεν, παραλλήλους θέντες τὰς ἀρετὰς, καὶ τὰς ἀντιζύγους καὶ ἀντιθέους αὐτῶν κακίας, καὶ ὅσα περὶ αὐτῶν λέλεκται τῇ θείᾳ Γραφῇ καὶ τοῖς ἁγίοις καὶ θεοφόροις ἡμῶν Πατράσιν. Εἰσόμεθα γὰρ ἐντεῦθεν καὶ τὰς λαμπρὰς τῶν δικαίων διανομὰς, καὶ τὰς ἠπειλημένας κατὰ τῶν ἀθετούντων κολάσεις. Ἰστέον δὲ, ὅτι καὶ ἀπὸ τῶν Φίλωνος καὶ Ἰωσήππου συνταγμάτων ἠθροίσθησαν γνῶμαι εἰς κλέος τῆς παρ' ἡμῶν ἀληθείας. Ἑβραῖοι δὲ ἄμφω καὶ λόγιοι ἄνδρες· διὸ προσήκειν δεῖ μετὰ πάσης ἀκριβείας τοῖς διηγήμασι, καὶ ἀποφθέγμασι τούτων, ὡς οὐ μόνον τοῦ σκοποῦ τῶν παρ' ἡμῖν πιστοτάτων καὶ μακαρίων ἀνδρῶν οὐδ' ὅλως διαμαρτάνουσιν· ἀλλά γε καὶ πολλὴν τὴν ἰσότητα, καὶ ὁμοιολεξίαν ἔν τε λόγοις καὶ ἤθεσι ἐπιδείκνυνται, βεβαιοῦντα μᾶλλον, οὐκ ἐλαττοῦντα τούτων παρὰ τοῦ Πατρὸς ῥηθησόμενα λόγια.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ∆ΑΜΑΣΚΗΝΟΥ ΕΙΣ ΤΑ ΙΕΡΑ ΠΑΡΑΛΛΗΛΑ.

Τῆς θεοπνεύστου Γραφῆς ἡ ἄσκησις, πλούτου δόξης καὶ ἀρχῆς, καὶ πάντων

ὅσα τὸ θνητὸν ἀσπάζεται γένος, ὑπερέχει, σωτηρίας ἡμῖν ἐφόδια χαριζομένη. Τὸ δὲ ῥᾷον φέρειν τοὺς ἐξ αὐτῆς πόνους, τὸ παρὸν ἡμῖν πραγματεύεται σύνταγμα. Τῶν γὰρ λίαν θαυμαζομένων, τὰ ἔτι καθ' ὑπερβολὴν ἀμείνω ἔστιν εὑρεῖν ἐν αὐτῷ, καὶ κόρος οὐδεὶς ἀκοῆς τοῖς ἐπισκήπτουσι γίνεται. Ἡ γὰρ τοῦ κάλλους τῶν ἐγκειμένων ἐκλογὴ πρὸς ἑαυτὴν ἕλκει τοὺς ἐντυγχάνοντας, οὐκ ἐῶσα καμεῖν τὸ μέλλον ἀκοῦσαι ποθοῦντας, καὶ ὡς ἐν στιχηραῖς ᾄδεται ῥήσεσιν· Οἱ ἐσθίοντές με, ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με, ἔτι διψήσουσιν. Ἐπέραστος γὰρ ὡς ἀληθῶς ἡ γλυκύτης τῶν πνευματικῶν μαθημάτων ἁγιάζουσα, καὶ αὐξάνουσα, καὶ τρέφουσα τὰς ψυχάς· περιείληφεν δὲ ὅσα ἠθικῶς, ἢ γνωμικῶς, ἢ παραινετικῶς [ἡ μνήμη ἀγκναία] πρὸς πᾶσαν αἰτίαν τε, καὶ ὑπόθεσιν τῇ τε Παλαιᾷ, καὶ Νέᾳ τῶν ἱερῶν λογίων Γραφῇ λέλεκται, τοῖς δὲ ἁγίοις καὶ θεοφόροις ἡμῶν Πατράσιν· ὧν τὸ μέγα κλέος, κατὰ πᾶσαν τὴν οἰκουμένην διαβεβόηται καὶ ὕμνηται· καὶ τὰ περὶ τούτων σποράδην κείμενα ἀποφθέγματα ἠνθολόγηνται, καὶ ἰδίοις τίτλοις παρατέθεινται. Πᾶσα δὲ ἡ πραγματεία ἐν τρισὶ βίβλοις ἀναγέγραπται· καὶ τούτων ἡ μὲν πρώτη σύγκειται ἀφ' ὧν μάλιστα προσήκοι Χριστιανοῖς τὴν ἀρχὴν ἀεὶ ποιεῖσθαι, ἀπὸ Θεοῦ, τὴν τριαδικὴν μονάδα φωτίζουσαν ἐκ προοιμίων ἡμᾶς. Ἡ δὲ δευτέρα, περὶ συστάσεως καὶ καταστάσεως τῶν ἀνθρωπίνων πραγμάτων φησίν· ἡ δὲ τρίτη, ἰδίως τὰ περὶ ἀρετῆς καὶ κακίας περιείληφεν. ∆ιὰ τὸ εὔληπτον δὲ, καὶ ῥᾳδίως εὑρίσκειν τὰ ζητούμενα, ὁ πίναξ τῶν κεφαλαίων, ἤγουν οἱ τίτλοι, κατὰ στοιχεῖον σύγκειται· καὶ ἕκαστον